c δείκνυσιν ἐναργῶς, τὰς εἰς ὀρθότητα ψήφους παραλελύσθαι Deut. 1. λέγων, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Οὐ λήψῃ “πρόσωπον ἐν κρίσει ὅτι ἡ κρίσις τοῦ Θεοῦ εστι. μέγα δὴ οὖν τὸ κρίνειν ἐστὶ, καὶ τῆς θείας ὑπεροχῆς τε καὶ δόξης μιμητὴς ἂν γένοιτο σοφὸς ὁ ἀδέκαστος δικαστὴς, καὶ τὴν
1 ψῆφον τοῦ δικαίου παρευθύνειν οὐκ ἀνεχόμενος· ὑβριστὴς δὲ λίαν, καὶ κατ’ αὐτῶν ἔρχεται τῶν θείων ἀξιωμάτων ὁ δωροδόκος, ἅτε δὴ τὸ κάλλος τῆς ἀληθείας παρασημαίνων, καὶ διαστρέφειν μὲν τὰ ὀρθὰ μεμελετηκὼς, λέγων δὲ “τὸ τὸ πονηρὸν 2
καλὸν καὶ τὸ καλὸν πονηρὸν, καὶ τὸ μὲν σκότος εἰς φῶς, 3 τὸ δὲ φῶς εἰς σκότος” ἀνοσίως καταλογιζόμενος. ἀποφαίνει δὴ οὖν ὁ Προφήτης, ὡς ἐν μιᾷ δὴ ταύτῃ τῆ παναρίστῃ καὶ λίαν εὐκλεεστάτη ἐντολῇ ὅλον πεπατημένον τὸν νόμον εὐθύς. ὁ γάρ τοι περὶ τὸ κράτιστον τοῦ πρέποντος διημαρ-
τηκὼς, πῶς ἂν γένοιτο περὶ τὸ μεῖζον ἀσφαλής; ἑαυτὸν δὲ τῆς πλεονεξίας ὁ Προφήτης εἰσκεκόμικε μάρτυρά τε καὶ θεατήν. ἐπειδὴ δὲ τὸ κρίνειν φησὶν ὀρθῶς παρεώραται, ταύτῃτοι 4 καὶ ὁ νόμος ἀσθενεῖ, καὶ ἡ τῶν κριμάτων ὀρθότης οὐ διεξάγεται κατὰ τό σοι δοκοῦν τῷ Δεσπότῃ, καταδυναστεύει
δὲ καὶ ὁ ἀσεβὴς τὸν δίκαιον. ἔγκλημα δὲ τοῦτο τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ διὰ φωνῆς ἑτέρων προφητῶν ἐπενηνεγκται παρὰ Θεοῦ. ἔφη γὰρ ὅτι “Οἱ ἡγούμενοι αὐτῆς Mich. μέτα δώρων ἔκρινον· καὶ πρὸς αὐτὴν 5 δὲ πάλιν διὰ φω- νῆς ‘Ησαΐου “Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου 6
“μίσγουσι μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπό- “δομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ- 7 “έχοντες.” ἔοικε δὲ καὶ νῦν ὁ Προφήτης Ἀμβακοὺμ ἐκεῖνο βούλεσθαι πληροῦν, τὸ ἐν βιβλίῳ παροιμιῶν “Ἃ εἶδον οἱ 8
“ὀφθαλμοί σου, λέγε·” προσαποδείκνυσι δὲ λοιπὸν ὅτι καὶ εὐλογωτάτην τῆς ἐνούσης Θεῷ γαληνότητος ἐποιήσατο τὴν καταβοὴν, ἀνεξικακοῦντος μὲν οὕτως ὡς ἂν αὐτῷ πρέποι· 9 Θεὸς γάρ ἐστιν ἀγαθός· πλὴν ὅσον ἧκεν εἰς νοῦν τὸν ἀνθρώπινον 10 καὶ πέρα μέτρου παντὸς ποιουμένου τὸ ἀνεξίκακον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.