κατὰ Χριστοῦ μανίας γεγόνασιν εὑρεταὶ καὶ συνθέται Καὶ σὺ 1 καρδία σαλεύθητι καὶ σείθητι. ἐκύκλωσε γὰρ ἐπ’ ποτήριον δεξιᾶς Κυρίου, συνήχθη δὲ καὶ ἀτιμία ἐπὶ τὴν δόξαν αὐτῶν. ἐκπεπώκασι δὲ ὡς ὀλέθρου ποτήριον τὴν ἐπισυμβᾶσαν αὐτοῖς ὀργὴν, ἄτιμοί τε γεγόνασι καὶ ἁπάσης εὐκλείας
ὡς ἀπωτάτω. ἠσέβησαν γὰρ καὶ οὗτοι κατὰ τοῦ Λιβάνου. Λίβανον δὲ νοήσεις τὴν Ἐκκλησίαν, τὴν ἀληθῶς εὐώδη, τὸ ὄρος τὸ διαφανὲς, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον. ἐδίωξαν δὲ τὴν Ἐκκλησίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. τοιγάρτοι 2 καὶ κατεπτόηνται καθάπερ ὑπὸ θηρίων τῶν πεπορθηκότων
αὐτοὺς, καὶ πολλοῖς αἵμασι γεγονότες ἔνοχοι τοῖς τῶν ἁγίων προφητῶν, προσέθηκαν τούτοις καὶ τὰ τῶν πεπιστευκότων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὧν 3 ἀπαρχὴ γέγονεν ὁ μακάριος Στέφανος, τῶν ἁγίων μαρτύρων πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ δεδειγμένος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.