καὶ μέντοι καὶ πρὸς τῷδε τὸ οἴεσθαι κατὰ σφᾶς ἀκράδαντον ἕξειν τῆς εὐημερίας τὴν μέθεξιν, ἀποσείονται δὲ ὥσπερ, καὶ σφόδρα γενικῶς, τὸ προσδοκᾶν ὅλως ἔσεσθαί 1 ποτε τὴν ἐπὶ τὰ χείρω τῶν πραγμάτων μεταδρομήν. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὡς ἐκ προσώπου λεγόμενον
τῶν ἐν εὐπαθείαις ὄντων καὶ τρυφαῖς “Ἑγὼ δὲ εἶπα ἐν τῇ 2 “εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. δὴ οὖν ἐκ πολλῆς ἄγαν ὑπεροψίας τῷ Βαβυλωνίῳ τὸ ἀνάλγητον, μονονουχὶ καὶ ἐπιπλήττει λοιπὸν ὡς ἀτέγκτῳ, λέγων Καὶ σὺ καρδία σείσθητι, τουτέστι, μὴ ἐν ἀκλονήτοις εὐημερίαις
ἐρηρεῖσθαι νομίσῃς, εἰσδέχου λοιπὸν τὰς περὶ] τῶν λυπούντων ἐννοίας, ἐν αἰσθήσει τῶν συμβησομένων γενοῦ, 3 καὶ παραχώρει τῇ πείρᾳ, καίτοι πρὸ[ς] αὐτῆς οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν ἐν ψιλαῖς ἐπινοίαις ἀξιώσας ἑλεῖν, ὅτι γενήσῃ ποτὲ καὶ αὐτὸς ἐν σκυθρωποῖς, καὶ τοῖς ἀνιᾶν οὐ μετρίως πεφυκόσιν
ἡ σὴ περιπεσεῖται καρδία. τί δὴ οὖν ἄρα τὸ σαλεῦον αὐτὴν καὶ καταδονοῦν εἰς λύπας; Ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς κυροῦ κα) συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου. γὰρ αὐτὸς ἐπότιζες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, τὸν αὐτὸν 4 τρόπον τὰ ἐκ τῆς θείας ὀργῆς ἐπενεχθησόμενα πεπ[τ]ωκὼς,
βδελυρὸς ἔση παρὰ πᾶσιν ἠτιμωμένος, οἰκτρός τε καὶ ἀπεῤῥιμμένος, καὶ τῆς ἀρχαίας ἐκείνης εὐκλείας ὁλοτρόπως ἡττῶ 5 μένος. δεξιᾶς δὲ Κύρου τὸ ποτήριον εἶναι λέγων ὁ μακάριος Προφήτης, οἷον ἀναπείθει φρονεῖν, ὡς οὐκ ἃν ἐνδέχοιτο μὴ πιεῖν, αὐτὸ Θεοῦ προσκομίζοντος. ἔδει γὰρ πάντως ἀνατλῆναι 6 τὰ ἐξ ὀργῆς· “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώπου, τίς 7 “ἀνοίξει;” κατὰ τὸ γεγραμμένον, καὶ ᾗ φησὶν ὁ προφήτης
8 “Tὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” ἀνθ’ ὅτου οὖν τὰ τοιάδε συμβήσεται, διατρανοῖ λέγων Ὅτι ἀσεβεια τοῦ Λιβάνου καλύψει σε καὶ ταλαιπωρια θηριων πτοήσει σε. καὶ Λίβανος μὲν ὄρος τῆς Φοινίκης ἐστὶ, τῶν ὅτι μάλιστα διαφανεστάτων, εὔξυλόν τε καὶ εὐῶδες ὡς λιβανοφόρον.
παρεικάζει δὲ αὐτῷ τὴν Ἱερουσαλὴμ ἔσθ’ ὅτε τὸ γράμμα τὸ ἱερὸν, διά τοι τὸ πολλαῖς ἁγίαις ἐπισεμνύνεσθαι κεφαλαῖς, 9 ὑψοῦ τε ἠρμέναις καὶ φρονούσαις τὰ ἐν οὐρανοῖς, καὶ τῷ τῆς εὐσεβείας κάλλει περιβυθισμέναις. τούτων διαμέμνηται καὶ 10 ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς Θεόν “Aï κέδροι τοῦ
“Λιβάνου ἃς ἐφύτευσας, ἐκεῖ στρουθία ἐννοσσεύσουσι.’ κέδρου γὰρ δίκην τῶν ἁγίων ἕκαστος, καθάπερ ἔφην ἀρτίως, αἴρεται ὑψοῦ, τῷ μὴ φρονεῖν ἀνέχεσθαι τὰ κατερριμμένα τουτέστι τὰ ἔπι γῆς, καὶ οἷον σκέπη γίνεται τοῖς ἑτέροις στρουθίων δίκην δεχόμενος τοὺς ὑπ’ αὐτῷ μαθητεύεσθαι
βουλομένους. οὐκοῦν ἐπειδήπερ ἐκπεπόρθηκε μὲν ὁ Χαλδαῖος 11 τὴν Ἱερουσαλὴμ, ἠσέβησε δὲ καὶ προσκέκρουκε τῷ Θεῷ, προσεμπρήσας τῇ πόλει τὸν θεῖον ναὸν, ἥλω δὲ καὶ αὐτὰ περιυβρίσας τὰ ἅγια, τούτῃτοί φησι καλύψειν αὐτὸν 12 τὴν ἀσεβειαν τοῦ Λιβάνου τὴν κατ’ ἐκείνου γεγενημένην. Λίβανον δὲ, ὡς ἔφην, ἢ τὴν Ἰουδαίαν, ἤγουν τὰ Ἱεροσόλομα καλεῖ· οἰηθείη δ’ ἄν τις καὶ αὐτὸν ἴσως τὸν νεὼν πολὺ τὸ εὐῶδες ἔχοντα, καὶ ταῖς τῶν ἱερέων καθάπερ τισὶ κέδροις
κομῶντα κεφαλαῖς. τίνα δὲ τρόπον αὐτὸν ἡ κατὰ τοῦ Λιβάνου γεγενημένη καλύψειν ἔμελλεν ἀσέβεια, παρέδειξε προστιθείς Ὅτι ταλαιπωρία θηρίων πτοήσει σε. ὄοικε δὲ πάλιν 13 θῆρας ἀποκαλεῖν τοὺς Κύρῳ συνωπλισμένους Πέρσας τε καὶ Μήδους, ὡς πολὺ τὸ ἀτίθασον ἔχοντας, καὶ εἰς ὠμότητα
τεθηγμένους. ὅτι δὲ κολάζει Θεὸς οὐ μάτην, ἀλλ’ οἷς ἄν τις δράσειε τὰς ἰσορρόπους ἐπάγει ποινὰς, ἐδίδαξεν ἐπειπών Δι’ αἴματα ἀνθρώπων καὶ ἀστεβειας τῆς πόλεως καὶ παντων τῶν κατοικουντων αυτην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.