καὶ οἰκοδομεῖν αὐτὴν ἐν αἵμασι καὶ τῆ κατὰ πάντων πλεονεξίᾳ· οὓς μὲν γὰρ ὕβρισαν, οὓς δὲ ἀπέκτειναν, οὓς δὲ 2 ἐλίθασαν, καὶ τελευταῖον τοῖς ἄλλοις προσέθεσαν τὸν Υἱὸν, καὶ πρόφασις αὐτοῖς τῆς ἀπονοίας ὁ νόμος ἦν. ὑπεπλάττοντο γὰρ τὸ ἐπαλγύνεσθαι δοκεῖν ἀθετουμένῃ παρὰ χριστοῦ
τῆ διὰ Μωυσέως ἐντολῇ. ἀλλ’ ὅτι θεοστυγὴς ὁ ζῆλος αὐτοῖς, Rom. x. καὶ “οὐ κατ’ ἐπίγνωσιν,” ὡς γοῦν ὁ θεσπέσιος γράφει Παῦς 3 λος, ἀποφήνειεν ἂν εὐκόλως ὁ Προφήτης λέγων Οὐ ταῦτά ἐστι παρὰ κυροῦ παντοκράτορος. τοιγάρτοι καὶ ἐκλελοίπασιν ἐν πυρὶ καὶ ὠλιγοψύχησαν, δαπανῶντος αὐτοὺς τοῦ πολέμου
καὶ κατατήκοντος τοῦ λιμοῦ. συμβέβηκε γὰρ τὰ τοιάδε τοῖς Ἰουδαίων δήμοις πεπαρῳνηκόσιν εἰς τὸν Υίὸν, καὶ ἀπεκτονόσιν, ὡς ἔφην, πρὸ αὐτοῦ τοὺς προφήτας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.