οὐ γὰρ ὅτι πολλοὺς ὠλόθρευσε λαοὺς, διαβόητον εἶναι ἐχρῆν, ἑτέρῳ δὲ μᾶλλον κατασεμνύνεσθαι κόσμῳ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασιν ὁρᾶσθαι λελαμπρυσμένον. ἀλλ’ ὡς ἀχρεῖον τοῦτο μεθεὶς, ᾠκονόμησεν αὐτὴν ἐν αιμασι καὶ ἀδικιαις. ὅτι γὰρ ὠμοτάτη γέγονεν ἡ Χαλδαίων ἀρχὴ, καὶ 1
ἁπάσαις ἁπλῶς πόλεσί τε καὶ χώραις ἐπιθρώσκουσα θηριοπρεπῶς, τὰ πέρα λόγου παντὸς εἴργασται κακὰ, πᾶσιν ἃν γένοιτο καταφανὲς τοῖς τὴν θείαν ἀνεγνωκόσι γραφήν. ἀλλ’ οὐ ταυτα ἐστι παρα κυροῦ παντοκρατορος. οὐ γὰρ ἐστιν, οὐκ ἔστι τὰ τοιάδε τῶν κακῶν ἄνωθεν γεγενῆσθαι λέγειν·
ἁλλ’ οὐδ’ ἃν νοοῖτο θεόσδοτον, τὸ ἔν γε δὴ τούτοις κατασεμνύνεσθαι δεῖν. ἔσται δὴ οὖν οὐκ ἐρηρεισμένα, μᾶλλον δὲ οὐκ ἔξω δίκης. ἃ γὰρ οὐκ οἶδεν ἐπαινεῖν ὁ θεῖος τε καὶ ἀκήρατος 2 νοῦς, κολάζει πάντως, ὡς οὐκ ἔχοντα τὸ εἰκός. πῶς γὰρ οὐκ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, τὸ ἐκλεῖψαι μὲν λαοὺς
ἱκανοὺς ἐν πυρὶ, ἔθνη δὲ ἀλιγοψυχῆσαι πολλὰ, τουτέστι, τὸ 3 λαμπρὰς μὲν κατεμπρησθῆναι πόλεις ὁμοῦ τοῖς οἰκοῦσιν αὐτὰς, ἔθνη δὲ ὅλα καὶ φυλὰς ἀπειπεῖν ἐν κακοῖς;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.