“μένον οὐκ ἔσται καθαρὸν· οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, “διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας· 2 “οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.” ποίους γὰρ οὐκ ἀπολώλεκε λαούς; ἢ τίνων ἐθνῶν ἐφείσατο; τί δὲ τῶν ἄγαν ἀπηχεστάτων οὐκ ἃν ἁλοίη τετολμηκώς; ἕψεται δὴ οὖν
αὐτῷ δικαίως τὸ οὐαὶ, καὶ γενήσεται παραβολὴ, τῆς ἀρχῆς αὐτοῦ καθῃρημένης, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐξῳκισμένης. καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμῖν Ἱερεμίας ὑπαινιττετα 3 λέγων περὶ αὐτοῦ “Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ “οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει
“ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτὸν, καὶ ἐπ’ ἐσχάτων 4 “αὐτοῦ ἔσται ἄφρων.” πέπρακται δὲ τοῦτο ἱστορικῶς. εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ Βαβυλώνιος, καὶ μέντοι καὶ τὴν 5 Σαμάρειαν, καὶ ἑτέρας δὲ σὺν αὐταῖς χώρας ἐξαναστήσας, ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ· Κύρου δὲ τῆς Βαβυλωνίων κατεστρατοπεδευκότος Πέρσας τε καὶ Μήδους, ἀπῴχοντο πάλιν οἱ συναγηγερμένοι, μονονουχὶ δὲ καὶ ἀποπτάντες οἴκαδε
πάλιν ἤεσαν οἱ τοῖς τῆς αἰχμαλωσίας ἐνειλημμένοι δεσμοῖς. ἀποπεφοιτήκασι δὲ καὶ τῆς ὑπὸ τῷ διαβόλῳ λατρείας 6 οἱ ἐξ ἐθνῶν, καὶ τὸν πάλαι φωνήσαντα καὶ πρὸς ἑαυτὸν κεκληκότα ἀφέντες ἔρημον προσδεδραμήκασι τῷ Χριστῷ. συνήγαγε γὰρ ἐκεῖνος τοὶ οὐκ ὄντα αὐτοῦ, προσεδέξατο
δὲ Χριστὸς τὰ ὄντα αὐτοῦ. κύριος γάρ ἐστι τῶν ὅλων ὡς Θεός.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.