καὶ τοῖς κατ’ οὐδὲν αὐτῷ προσήκουσιν ἐπιθρώσκων ἀεὶ, καὶ τοῖς ἰδίοις σκήπτροις ὡς ἐξ ἀνάγκης ὑποτιθεὶς, καὶ ἀναριθμήτους ἔχων τοὺς ὑπὸ χεῖρα λαούς. ἐπιπεφώνηκε δὲ διὰ μέσου τό ἕως τίνος; ἀκόρεστον ὄντα δεικνὺς εἰς πλεονεξίαν, 3 ἀχάλινον εἰς ὠμότητα, καὶ τὸ τῆς ἀδικίας μὴ μισοῦντα πέρας.
ἄπληστοι μὲν οὖν οἱ Βαβυλωνίων τύραννοι καὶ δεινοὶ πρὸς ὠμότητα καὶ τὰ πάντων αἴσχιστα τολμᾶν εἰωθότες.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.