ὁ σατανᾶς, ἰδικῶς δὲ κατὰ τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ ὥσπερ λίνῳ καὶ σαγήνη μιᾷ, τῇ τῆς ἁμαρτίας φημὶ, περιβέβληκεν ἅπαντας· τῆς γεμὴν εἰς χριστὸν ἕνεκα δυσσεβείας, καὶ ἰδικῶς τὸν Ἰσραήλ. τὰ γὰρ βρώματα αὐτοῦ φησὶν ἐκλεκτά. ἀπόλεκτοι δὲ καὶ κατὰ τὸν βίον παρὰ τοὺς ἄλλους ἅπαντας
1 Ἰουδαῖοι. “Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς 2 “διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν “ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ “Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.” ἐξειλεγμένος οὖν ἄρα παρὰ τοὺς ἄλλους ὁ Ἰσραὴλ, ὡς καὶ ἐν
τέκνοις πρωτότοκος, ὡς ἐκ ῥίζης ἁγίας, τῆς τῶν πατέρων 3 φημὶ, καὶ ὡς νόμον ἔχων τὸν παιδαγωγὸν, καὶ κεκλημένος Gal. iii. εἰς ἐπίγνωσιν τοῦ φύσει καὶ ἑνὸς καὶ ἀληθῶς ὄντος Θεοῦ· ἀλλὰ καὶ οὕτως ἔχων εὐκλείας ὁμοῦ καὶ χάριτος, ἥλω καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ. καὶ οἱ μὲν ὅτι πεπλάνηνται, μερὶς 4
γεγόνασι διαβολική· οἱ δὲ ὅτι τὸν φύσει Θεὸν ἐγνωκότες, τὸν ἐξ αὐτοῦ γεννηθέντα κατὰ φύσιν Υἱὸν, καὶ ἐν ἀνθρωπείᾳ γεγονότα μορφῇ καὶ ἐν σχήματι τῷ καθ’ ἡμᾶς ἀπεκτόνασιν ἀνοσίως, ἐνδέδενται ταῖς σαγήναις αὐτοῦ· καὶ σκόπος ἐκείνῳ πάντας ἄρδην ἀπόλεσαι τοὺς ἐπὶ τῆς γῆς καὶ
φείσασθαι μηδενός. 5 Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ καὶ β. ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐνῶ, κὼ τι ἀποκριθῶ ἐμ τὸ ἔλεγχόν μου. Προφητικὸν μὲν ἡμῖν ἐν τούτοις ἐξηγεῖται μυστήριον·
ἔθος γὰρ τοῖς ἁγίοις, εἰ ἀναμανθάνειν βούλοιντο τὰ παρὰ b Θεοῦ, καὶ τὰς τῶν ἐσομένων εἰσδέχεσθαι γνώσεις, εἰς νοῦν καὶ καρδίαν ἐνηχοῦντος αὐτοῦ, περισπασμῶν καὶ φροντίδων καὶ μερίμνης ἁπάσης βιωτικῆς ἀπωτάτω ποιεῖσθαι τὸν νοῦν, σχολαῖον δὲ οὕτω καὶ ἠρεμαῖον ἔχοντας καὶ τετηρηκότας, καθαπερr
εἴς τινα κολωνὸν καὶ περιωπὴν καὶ πέτραν ἀναθρώσκειν τότε πρὸς θεωρίαν ὧν ἂν ἕλοιτο διατρανοῦν αὐτοῖς ὁ τῶν γνώσεων κύριος. τὸ γάρτοι τῆς διανοίας χθαμαλόν τε καὶ καταβεβλημένον ἀπηχθημένον αὐτῷ, ζητεῖ δὲ καρδίας ὑψοῦ πετ́ασθαι δυναμένας, καὶ τῶν ἐπιγείων πραγμάτων καὶ προσκαίρων
ἐπιθυμιῶν ἠρμένας. γέγραπται γάρ “Ὅτι τοῦ Θεοῦ Ps. xlvi.10 τ. νόμον ἔχ’. τ. π. κοὶ] νόμῳ τῷ παλαίω D. 2. ἐπίγνωσιν] εἴδησιν D. τοῦ καὶ φύσει καὶ D. ἀληθοῦς D. 3. ὁμοῦ D. τε Edd. 6. ἀνθρώπου D.
ἐνδέδονται Edd. 9. τοὺς assumptum ex B.D. τῆς om. D. Haec κοὶ φείσασθαι μηδενός accesserunt ex B.D. 11. καὶ ἐπιβήσωμ. (sic) ἐπὶ π. post ἐν ἐμοὶ tr. D. 14. προφητικῶς Β. invitis D.b. μὲν om. D.b. ἐξηγεῖται μυστήριον D. τὸ μ. ἐξηγ. Edd. 15. ἕλοιντο b. παρὰ] + τοῦ b.
βιωτικῆς] κοσμικῆς D. favente quoque b. ἀνωτάτω b. 19. ἠρεμαίως Β. ἔχοντας καὶ τετηρηκότας D. ἔχοντα καὶ τετηρηκότα Edd. 22. γνώσεων] ὅλων D. 25. ἠρμένας B.D. ὑπερηρμένας Edd. “οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.’’ καὶ πάλιν 6 “Νεοττοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτανται.’’ ἐθῶν γὰρ τῶν ἐπιγείων καὶ πραγμάτων τῶν γεωδεστέρων ἀπῴκισται πολὺ τῶν ἁγίων ὁ νοῦς. στήσομαι δὴ οὖν ἐπὶ τῆς φυλακῆς μου, φησὶν, τουτέστι τὴν ἐντριβῆ καὶ συνήθη νῆψιν ἐμαυτῷ ποιήσομαι
πάλιν, καθαριῶ τὸν νοῦν, ἀπαλλάξω φροντίδος κοσμικης, ἀναπτήσομαι δὲ ὥσπερ εἰς πέτραν, τουτέστιν εἰς 7 ἑδραιοτάτην τινὰ καὶ οἷον ὑψοῦ κειμένην ἐννοιῶν ἀσφάλειαν· ἐκεῖ γεγονὼς, καθάπερ ἐξ ἀκρωρείας κατασκέψομαι νοητῶς, οἵπερ ἂν πρὸς μὲ γένοιντο λόγοι παρὰ Θεοῦ, καὶ τί ἂν μέλλοιμι λέγειν αὐτὸς, εἰ ἐλέγχειν βούλοιτο Θεὸς, ὡς οὐκ ἀσφαλῶς εἰρηκότα τό “Εἰς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦν - “τὰς; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.