ἢ σαγήναις περιφράττοντες ἕλκουσι κατὰ πληθὺν, ἤγουν ἑτέροις τισὶ καταπυκάζουσι λίνοις. ἐπὰν δὲ δὴ πράττωσι δεξιῶς, πολλῶν συναγηγερμένων, χαίρουσι τῇ τέχνῃ, καὶ τοῖς λίνοις μονονουχὶ καταθύουσιν, ὡς λιπαρωτάτην 2 αὐτοῖς μερίδι προεξενηκόσι. τοιοῦτόν τι πεπρᾶχθαι φησιν ὁ προφήτης παρὰ τοῦ Ναβουχοδονόσορ, ὃς οἷον ἀγκίστρῳ τε καὶ σαγήναις καὶ μέντοι καὶ ἀμφιβλήστρῳ αὐτοῦ τόν τε 3 Ἰσραὴλ αὐτὸν, καὶ ἕτερα δὲ σὺν αὐτῷ περιβαλὼν ἔθνη συνεκόμισεν εἰς τὴν ἑαυτοῦ, καὶ ὡσπερεὶ θοίνην τοῖς ἰδίοις
ὑπασπισταῖς παραθεὶς, ἐντρυφᾶν ἐκέλευσε, καὶ τῶν ἅπαξ ᾑρηκότων τοὺς ἁλόντας γενέσθαι κλῆρον καὶ μερίδα λιπαρωτάτην. ταύτῃτοί φησι τάχα που καὶ θύσει τῇ σαγήνη αὐτοῦ καὶ θυμιάσει τῲ ἀμφιβλήστρῳ αὐτοῦ, τουτέστι ταῖς δυνάμεσι, δι’ ὧν τὰ ἔθνη ἐσαγήνευσε, καὶ προσέτι τὸν Ἰσραὴλ,
ἀνάψει τὰ χαριστήρια. ἐπειδὴ δὲ λίαν αὐτῷ τὸ χρῆμα ἐκβέβηκεν ἐπιτευκτικῶς, οὐκ ἃν ἀπόσχοιτό φησιν ἀποκτενων 4 ἔθνη, καὶ φυλὰς ἁρπάζων, καὶ χώρας ὑφ’ ἑαυτῷ ποιούμενος, καὶ φειδοῦς οὐδένα παντελῶς ἀξιῶν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.