ἡγούμενοι, καὶ τῆ τῆς ἱερωσύνης ἐπαυχοῦντες δόξῃ, οὓς καὶ τυράννους εἰπεῖν οὐκ ἀκαλλὲς οἶμαί που, διάτοι τὸ προεστάναι λαῶν, καὶ ἐν πολλῇ κεῖσθαι δόξη καὶ δυναστείᾳ τῆ κατ’ αὐτῶν. ἀλλ’ οὐκ ἃν ἐγένοντο παίγνια δυστροπίας διαβολικῆς, 1 εἰ ταῖς τοῦ Σωτῆρος ἐντολαῖς ἠκολούθουν, καὶ τὴν
πίστιν τετηρήκασι, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. ἦ γὰρ ἃν ἔφη καὶ αὐτοῖς ὁ τῶν ὅλων Σωτῆρ’ ὁ πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρόν “Ἰδοὺ Ἴδου δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ 2 “σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.