3 παραχωρήσειν αὐτοῖς τοῦ νικᾶν τοὺς ἐπιόντας τεθαρσήκεσαν· καταρρᾳθυμήσαντες δὲ τῶν πατρῴων ἐθῶν, οὐκέτι μὲν τὴν παρὰ Θεοῦ καὶ ἄνωθεν ἐζήτουν ἐπικουρίαν, ἐρανιζόμενοι δὲ, ὡς ἔην, τὰς τῶν ὁμόρων ἐθνῶν, καί ποτε μὲν τὰς Αἰγυπτίων, ποτὲ δὲ τὰς Σύρων, ναὶ μὴν τὰς Τυρίων ὡς
ἐπ’ ἀκλονήτοις εὐημερίαις ἐρείσαντες τὴν ἐλπίδα, ἁβροὶ καὶ εὔθυμοι διετέλουν. ὅτι τοίνυν εἰκαιοτάτη μὲν λίαν ἡ τοιάδε σκέψις αὐτοῖς, βαδιεῖται δὲ οὐχ οὕτω τῶν πραγμάτων αὐτοῖς ἡ ἔκβασις, ἐξηγεῖται πάλιν. ἀφικόμενος γὰρ, φησὶν, ὁ Βαβυλώνιος, κἂν ταῖς ψάμμοις ἰσάριθμον τὸ ἐξ Ἰσραὴλ γένος
εὕροι, ἀλλ’ οὖν οἴκαδε πάλιν ἐπανακομισθήσεται, δορικτήτους 4 ἔχων τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, κἂν εἰ μυρίους τε ὅσους καὶ ἀλκιμωτάτους ἔχοιεν τοὺς ἐπαμύνοντας, ἀλλ’ οὖν καὶ τούτων περίεσται ῥᾳδίως. ἐντρυφήσει δὲ καὶ βασιλεῦσι καὶ τύραννοι παίγνια αὐτοῦ. δεδεμένον γὰρ ἀπῴκισεν εἰς
Βαβυλῶνα τὸν Ἰεχονίαν, καὶ ἑτέρους δὲ τῶν τοπαρχῶν οὐκ ὀλίγους, οἳ καὶ εἰς γέλωτα τέθειντο τοῖς ἑλοῦσιν αὐτούς. κατευμεγεθήσει δὲ οὕτω τῶν πόλεων, καὶ τῶν ἄγαν εὐτειχεστάτων, ὡς ἐν ἀθύρματος τάξει τὴν ἅλωσιν ἑκάστης λελογίσθαι παρ’ αὐτῷ. ποιήσεται δὲ καὶ χωμάτων ἐγέρσεις.
5 εἷλε δὲ οὕτω Τύρον, καίτοι πολὺ τῆς ἠπείρου πρὸς θάλασσαν 6 νήσου δίκην ἐκτεταμένην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.