1 τοῦ Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ τελείαν ὑπομεῖναι τὴν ἅλωσιν, καὶ δυσίατον τὴν ἐκ τοῦ πολέμου συμφορὰν, ἀπὸ μέρους δὲ τὸν Ἰούδαν, καὶ ὡς ἐν βραχεῖ ῥήγματι τοῦτο παθεῖν. δίκαιος οὖν ὁ κριτὴς καὶ ἀπροσωπόληπτος. ταλαντεύει γὰρ, ὡς 2
ὁρᾷ, τὰ πόλεων ἢ χωρῶν ἐγκλήματα, καὶ ἀναλόγως ἑκάστῳ τὴν ὠφελεῖν ἰσχύουσαν ἐπάγει πληγήν. μὴ δὴ καταφρονῶμεν Θεοῦ, τὸ παναλκὲς εἰδότες τῆς ὑπερτάτης χειρός· χρῆμα γὰρ ἄριστον ἡ εἰς τοῦτο σύνεσις.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.