λίαν τὸ ἐντέλλεσθαι μὲν αὐτὸν τοῖς καταδῃοῦν ἰσχύουσιν, ἐκείνους δὲ δρᾶν εὐκόλως ἅπερ ἂν ὁ θεῖος ὁρίζοι θυμός. οἶκον δὲ μέγαν καὶ μικρὸν τὸν Ἐφραῒμ τάχα που καὶ τὸν Ἰούδαν ἀποκαλεῖ. πολυάνθρωπος μὲν γὰρ ὁ Ἐφραῒμ, ὡς ἐν φυλαῖς μετρούμενος δέκα· ταύτῃτοι καὶ μέγας οἶκος. μείων γεμὴν
1 ὁ Ἰούδας, ὡς ἔν γε δυσίν· αὐτὸς γὰρ ἦν ἐν τοῖς Ἱεροσολύμοις, καὶ φυλὴ Βενιαμίν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.