ἀληθείας ἐστὶ λόγος. οἱ μὲν γὰρ αὐτῇ μαχόμενοι, μονονουχὶ καταπνίγονται, ψυχροῖς τε καὶ ἀτρανέσιν ἐπινηχόμενοι λογισμοῖς· οἱ δὲ τοῖς τῆς εὐσεβείας συναγορεύοντες δόγμασι, καὶ τὸ λαμπρὸν τῆς ἁληθείας περιαθροῦντες κάλλος, εἰς 1 2 πλατὺ θεωρημάτων ἐκτρέχουσι πέλαγος, “αἰχμαλωτίζοντες ”πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,” τῇδέ τε κἀκεῖσε 3 διάττοντες, καὶ τὰ εἰς γνῶσιν ἀληθινὴν ἀπὸ τῆς θεοπνεύστου γραφῆς εὖ μάλα συλλέγοντες. καὶ γοῦν Κορινθίοις ἀποφοιτᾶν 4 ἑλομένοις ”τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς,”
προσκειμένοις δὲ ἀμαθῶς τοῖς ἑτεροδιδασκαλεῖν εἰωθόσιν, 5 ἐπιστέλλει λέγων ὁ θεσπέσιος Παῦλος “Τὸ στόμα ἡμῶν “ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλά- “τυνται· ου στενοχωρεῖσθε ἐν ἥμιν, στενοχώρει δε ἐν “τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν· ὡς
“τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. μὴ γίνεσθε ἑτεροζυ- “γοῦντες ἀπίστοις.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.