5 τὰς ἐκείνων ἡγεῖσθαι δόξας, καὶ τοῖς ἀπονεύουσιν εἰς τὸ 1 προσκεῖσθαι ζητεῖν τοῖς παραχαράττουσι τὴν ἀλήθειαν, καὶ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παραλύουσι τὸ Πορεύεσθε εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων καὶ ἴδετε εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. εύρυτέρα
γὰρ τῆς Ἑλλήνων στενολεσχίας ἡ θεόπνευστος γραφὴ, τὸ τῆς ἀληθείας καταγγέλλουσα φῶς καὶ δογμάτων ἐπωφελῶν 2 εἰσφέρουσα γνῶσιν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων τὸν τῶν πιστευόντων ἀναβιβάζουσα νοῦν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.