καὶ συννεφείαις καλύπτων τὸν οὐρανὸν, καὶ καθιεὶς ὑετοὺς, 2 καὶ κτίζων πνεῦμα, τουτέστι πάλιν, ἀνέμων ποιητής. ἀπαγγελλων δὲ καὶ εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ. ὅμοιον ὡς εἰ 3 λέγοι “Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς. χριστον γὰρ ἐν τούτοις, οὐχὶ ’τον Εμμανουὴλ, τὸν κεχρισμένον δὲ μᾶλλον εἰς βασιλέα φησί·
πνεῦμά τε ὁμοίως, οὐχὶ τὸ θεῖόν τε καὶ ἅγιον· κἂν εἰ μαί- 4 νοιντό τινες τῶν τὰ ὀρθὰ διαστρέφειν με μελέτη κότων· ἀλλὰ τουτὶ τὸ ἐν ἀέρι τε καὶ ἐγκόσμιον, περὶ οὗ φησι καὶ αὐτὸς 5 ὁ Σωτῆρ’ “Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ “ἀκούεις· ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει·
“οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος μένος ἐκ τοῦ Πνεύματος.” ἐγὼ τοίνυν, φησὶν, ὁ νεφέλας συνάγων καὶ στερεῶν βροντὴν, καὶ 6 “ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν,” ὁ φανερὸν καθιστὰς ὃν ἂν ἐθέλοιμι τοῖς τῆς βασιλείας ἐναβρύνεσθαι θώκοις. οὐκοῦν βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,
ὁ φύσει Θεὸς, αὐτὸς ὁ ποιῶν ὄρθρον, τουτέστιν ἡμέ- 7 ρᾶν ἤτοι φῶς, αὐτὸς ὁ ποιῶν ὁμίχλην, τουτέστι, σκότος ἢ νύκτα· αὐτὸς ὁ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, ὁ παντὸς ἐπηρμένου καὶ ὑψηλοῦ κρείττων τε καὶ ὑπερκείμενος, ὄνομά τε πρέπον καὶ πολὺ λίαν ἐοικὸς τῇ ἑαυτοῦ δόξῃ φορῶν, τὸ
Κύριος παντοκρατωρ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.