εἰσφέρει καὶ τῶν ὅλων Δημιουργὸν, καὶ τῶν καθ’ ἡμᾶς 1 ἀνημμένον τὴν ἐξουσίαν, καὶ οἱονείπως τῶν ἀνθρωπίνων οἰακοστρόφον, ἐπέκεινά τε ὄντα παντὸς ὑψώματος καὶ ἁπάσης ὑπεροχῆς, καὶ ταμίαν ὥσπερ τινὰ τῆς ὅλης κτίσεως. Θεοῦ γὰρ φύσις τὸ πάντων ἐπέκεινα, καὶ οὐ τοπικοῖς ὑψώμασιν
ἀλλὰ ταῖς τῆς εὐκλείας ὑπεροχαῖς, καὶ ἀσυγκρίτῳ δυνάμει παντὸς γενητοῦ μέτρον ὑπερκείμενον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.