πίστεως, εἶτα νοσοῦσι τὸ ἄναλκι, καὶ ἀνόπιν ὥσπερ ἰέναι 1 προτεθυμημένοις ἐπιστέλλει λέγων “Νυνὶ δὲ γνόντες Θεὸν, 2 “μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε ἐπὶ τὰ “ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα τοῦ κόσμου οἷς πάλιν ἄνωθεν “δουλεύειν θέλετε;” ἤδει μὲν γὰρ αὐτοὺς καὶ πρό γε τῆς
πίστεως ὁ Δημιουργός· ἀγνοεῖ γὰρ ὅλως τῶν ὄντων οὐδέν· ἀλλ’ ἐν τούτοις, ὡς ἔφην, ὑποσημήνειεν ἃν ἡ γνῶσις εὖ μάλα τὴν πνευματικὴν οἰκειότητα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.