γὰρ ἐξ Αἰγύπτου πᾶσα φυλὴ τῶν ἐξ Ἰσραηλ. οὐδενὸς οὖν ἔξω τεθέντος, ἀκοῦσαι προστέταχε τὰ παρὰ Θεοῦ. τίνα δὲ ἦν καὶ τάδε; μύριαι μὲν γάρ εἰσιν ὅσαι, φησὶν, ἀνὰ πᾶσαν τὴν ὑπ’ οὐρανὸν πόλεις τε καὶ χῶραι, καὶ ἀριθμοῦ κρείττους οἱ ἐν αὐταῖς, ἀλλ’ ὑμᾶς ἐκ πάντων τοὺς ἐξ Ἰσραὴλ ἀπολέκτους 2
ἐποιησάμην, ἐμαυτὸν ἐναργῆ κατέστησα διὰ πολλῶν θαυμάτων, ἐξειλόμην πικρᾶς καὶ ἀφορήτου δουλείας, ζηλωτοὺς ἀπέφηνα καὶ τρισμακαρίους, πεπαιδαγώγηκα νόμῳ πρὸς τὸ ἀρέσκον ἐμοὶ, ἀνετείχισα ταῖς ἐπικουρίαις, εἰσκεκόμικα δὲ καὶ εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ἐπειδὴ δὲ 3 μόνοι, φησὶν, ἐκ πάντων τῆς οὕτω περιφανοῦς ἠξιωμένοι χάριτος λυποῦντες οὐ κατελήξατε καὶ προσκεκρούκατε πολυτροπως, ταύτῃτοι λοιπὸν τοὺς τῆς ἀπονοίας ὑμὰς εζαιτησω 4 λόγους, οὐκ ἀνέξομαι πλημμελούντων ἔτι καὶ ἀνεπιτίμητον ἐχόντων τὴν εἰς τοῦτο ῥοπήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.