τὸν ἐξ οὐρανοῦ τὸν ζωὴν διδόντα τῷ κόσμῳ. 2 νευρούμεθα γὰρ ἐν χριστῳ, καὶ πηγὰς ἀκηράτων ὑδάτων ἐσχήκαμεν τῶν ἁγίων Ἀποστόλων τὰς συγγραφάς· οὕτω γὰρ αὐτὰς καὶ ὁ προφήτης Ἡσαΐας ὠνόμαζε λέγων “καὶ 3 “ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτη-
“ρίου.” σωτηρίου δὲ πηγαὶ τίνες ἂν εἶεν μᾶλλον ἢ ἐκεῖνοί που πάντως οἱ τὸν σωτήριον ἥμιν καὶ ζωοποιον ἀνιέντες λόγον, καὶ τὸ Χριστοῦ μυστήριον εὐαγγελιζόμενοι, μυσταγωγοῦντες τὴν ὑπ’ οὐρανόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.