1 δουλείας μὲν γὰρ ἐξεῖλον, φησὶ, καὶ τῆς τῶν Αἰγυπτίων πλεονεξίας ἀπήλλαξα· ἔθρεψά τε κατὰ τὴν ἔρημον, καθιεὶς 2 μὲν ἄνωθεν τὸ μάννα αὐτοῖς, πηγὰς δὲ ὑδάτων θεοπρεπῶς ἀνιεὶς, καὶ ἐξ ἀκροτόμου πέτρας ἀδοκήτων ναμάτων ἐκδρομὰς
δωρούμενος. καὶ ἦν ὁ πόνος τῆς ὁδοιπορίας αὐτοῖς οὐκ ἐπὶ μικροῖς, ἀλλ’ ἵνα κληρονομήσειαν τῶν Ἀμοῤῥαίων τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. οἱ δὲ καὶ πρὸς τοῦτο σκαιότητος ὠλισθήκασιν, ὡς μηδὲ εἰδέναι τάχα που τὴν ἐμὴν περὶ αὐτοὺς ἀγάπησιν καὶ φιλανθρωπίαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.