αἰσχρὸν, καὶ τοῖς ἐξ ὀργῆς κινήμασι καταδικάζειν ἀξιοῖ; καὶ 1 γοῦν ὁ Ῥουβεὶμ τὴν τοῦ πατρὸς ἀδικήσας εὐνὴν προσκέκρουκεν οὐ μετρίως· ἠγανάκτει δὲ σφόδρα καὶ ὁ θεσπέσιος Παῦλος ἐπὶ τοιῷδέ τινι πεπραγμένῳ παρά τισι· Κορίνθιοι δὲ οὗτοι· οἷς καὶ ἐπιστέλλει λέγων “ Ὅλως ἀκούεται ἐν ὑμῖν 2 3 “πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, “ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.’’ ἀλλ’ οὐ μέχρι 4 τούτων ἵστη τὴν ἀγανάκτησιν· παρεδίδου δὲ τὸν ἐργασάμένον “τῷ σατανᾶ, εἰς ὄλεθρον τῆς σαρκός.’’ βεβηλοῦσι δὴ οὖν τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν οἱ τοῖς τοιοῖσδε πταίσμασιν
ἔνοχοι. καὶ οὔ τι που φαμὲν, ὅτι βεβήλωσιν καὶ ἀκαθαρσίαν 5 τῇ θείᾳ προσέτριβον φύσει. πῶς γὰρ ἃν, ἢ πόθεν; δυσφημεῖσθαι δὲ μᾶλλον παρασκευάζουσι τὸν τῶν ὅλων Θεὸν, ὡς βελήλων ἄρχοντα λαῶν. καὶ γοῦν ἔφη που πρὸς Ἰου- 6 δαίους “ Δἰ ὑμᾶς τὸ ὄνομά μου διὰ παντὸς βλασφημεῖται
“ἐν τοῖς ἔθνεσιν.” ὥσπερ γὰρ ἁγιάζειν λέγονται τὸν Θεὸν οἱ ζῶντες ὀρθῶς, οὕτως ἂν νοοῖντο καὶ βεβηλοῦν οἱ τὴν ἀκάθαρτον καὶ ἀκλεᾶ ἐπιτηδεύοντες πολιτείαν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.