ὅπως βεβηλώσωσι τὸ ὄνομα τοῦ Θεοῦ αὐτῶν. Ἐπὶ θερμαῖς καὶ ἀνεπιπλήκτοις ἡδοναῖς καταιτιᾶται πάλιν, καὶ ἁπάσης εὐκοσμίας ἠφειδηκότας ἐφ’ ἑνὶ δὴ τούτῳ δέδειχε πλημμελήματι. ἦν μὲν γὰρ ἄμεινον τὸ κατανδρίζεσθαι παθῶν καὶ κατευμεγεθεῖν ἡδονῆς ἐκτόπου καὶ μυσαρᾶς
καὶ ἀποκόπτειν ἐπιθυμίας, καὶ τοῖς τῆς σαρκὸς θελήμασιν ἐπιτιμᾶν ἐγνωκότας καὶ κατηρεμεῖν ἀναπείθοντας τὸν ἐν 2 τοῖς μέλεσιν ἡμῶν ἀγριαίνοντα νόμον. ἀλλ’ ἦσαν ἐκεῖνοι τῆς οὕτω λαμπρᾶς κατόπιν ἀρετῆς, ἥττηντο δὲ τάχα που καὶ τῶν εἰς σάρκα παθῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.