Περὶ τῆς ἐν Σαρδικῇ γενομένης συνόδου.
997-d
Εἰς δὲ τὴν Σαρδικὴν πεντήκοντα μὲν καὶ διακόσιοι συνῆλθον ἀρχιερεῖς, ὡς διδάσκει τὰ παλαιὰ διηγήματα.
Ἀφίκετο δὲ καὶ ὁ μέγας Ἀθανάσιος, καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος, οὗ καὶ πρόσθεν ἐμνήσθην,
1000-a
καὶ Μάρκελλος ὁ Ἀγκύρας τῆς Γαλατῶν μητροπόλεως, ὅς καὶ ἐπὶ τῆς μεγάλης συνόδου ἐπίσκοπος ἦν. Ἀφίκοντο δὲ καὶ οἱ τούτων κατήγοροι, καὶ οἱ τῆς αἱρετικῆς προστατεύοντες φάλαγγος, οἱ πάλαι τῶν περὶ τὸν Ἀθανάσιον γενόμενοι δικασταί. Ἀλλὰ τῆς συνόδου μεμαθηκότες τὸ ἀκλινὲς, καὶ τὴν ἐν τοῖς θείοις δόγμασιν ὑγείαν, οὐδὲ κληθέντες εἰσῆλθον εἰς τὸ συνέδριον, ἀλλ̓ ἀπέδρασαν σὺν τοῖς
74
ἀδίκοις δικασταῖς καὶ οἱ κατήγοροι. Καὶ τοῦτο ἄμεινον διδάσκει τῆς συνόδου τὰ γράμματα, ʽ??ʼ σαφοῦς ἕνεκα διδασκαλίας ἐνθήσω τῇ συγγραφῇ.
Συνοδικὸν ὑπὸ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων πρὸς τοὺς κατὰ τὴν οἰκουμένην ἐπισκόπους γραφέν.
Ἡ ἁγία σύνοδος ἡ κατὰ Θεοῦ χάριν ὲν Σαρδικῇ συναχθεῖσα, ἀπό τε Ῥώμης, καὶ Σπανίας, καὶ
1000-b
Γαλλίας, Ἰταλίας, Καμπανίας, Καλαβρίας, Ἀφρικῆς, Σαρδανίας, Παννονίας, Μυσίας, Δακίας, Δαρδανίας, ἄλλης Δακίας, Μακεδονίας, Θεσσαλίας, Ἀχαΐας, Ἠπείρων, Θρᾴκης, Ῥοδόπης, Ἀσίας, Καρίας, Βιθυνίας, Ἑλλησπόντου, Φρυγίας, Πισιδίας, Καππαδοκίας, Πόντου, Φρυγίας ἄλλης, Κιλικίας, Παμφυλίας, Λυδίας, νήσων Κυκλάδων, Αἰγύπτου, Θηβαΐδος, Λιβύης, Γαλατίας, Παλαιστίνης, Ἀραβίας, τοῖς πανταχοῦ ἐπισκόποις, καὶ συλλειτουργοῖς τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἀγαπητοῖς ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν.
Πολλὰ μὲν καὶ πολλάκις ἐτόλμησαν οἱ Ἀρειομανῖται κατὰ τῶν δούλων τοῦ Θεοῦ, τῶν τὴν πίστιν φυλαττόντων τὴν ὀρθήν. Νόθον γὰρ ὑποβαλόντες διδασκαλίαν, τοὺς ὀρθοδόξους ἐλαύνειν ἐπειράθησαν.
Τοσοῦτον δὲ λοιπὸν κατεπανέστησαν τῆς πίστεως, ὡς μηδὲ τὴν ἀκοὴν τῶν θεοφιλεστάτων βασιλέων
1000-c
λαθεῖν. Τοιγαροῦν τῆς χάριτος τοῦ Θεοῦ συνεργούσης, καὶ αὐτοὶ οἱ θεοφιλέστατοι βασιλεῖς συνήγαγον ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων, καὶ τήν ἁγίαν ταύτην σύνοδον ἐπὶ τὴν Σάρδεων πόλιν γενέσθαι δεδώκασιν: ἵνα πᾶσα μὲν διχόνοια περιαιρεθῇ, πάσης δὲ κακοπιστίας ἐξελαθείσης, ἡ εἰς τὸν Χριστὸν εὐσέβεια μόνη παρὰ πᾶσι φυλάττηται. Ἦλθον γὰρ ἀπὸ τῆς Ἑῴας ἐπίσκοποι, προτραπέντες καὶ αὐτοὶ παρὰ τῶν εὐσεβεστάτων βασιλέων, μάλιστα διόπερ ἐθρύλλουν πολλάκις περὶ τῶν ἀγαπητῶν ἀδελφῶν καὶ συλλειτουργῶν ἡμῶν, Ἀθανασίου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας, καὶ Μαρκέλλου τοῦ ἐπισκόπου τῆς Ἀγκυρογαλατίας, καὶ Ἀσκληπᾶ τοῦ Γάζης.
Ἴσως γὰρ καὶ εἰς ὑμᾶς αὐτοὺς ἔφθασαν αἱ διαβολαὶ, καὶ ἴσως καὶ τὰς ὑμετέρας ἀκοὰς ἐπεχείρησαν παρασαλεῦσαι: ἵνα κατὰ μὲν τῶν ἀθώων ἃ
1001-a
λέγουσι πιστεύσητε, τὴν δὲ τῆς μοχθηρᾶς αἱρέσεως αὐτῶν ὐπόνοιαν ἐπικρύψωσιν. Ἀλλ̓ οὐκ ἐπὶ πολὺ ταῦτα ποιεῖν συνεχωρήθησαν. Ἔστι γὰρ ὁ προϊστάμενος τῶν Ἐκκλησιῶν Κύριος,
75
ὁ ὑπὲρ τούτων καὶ ὑπὲρ πάντων ἡμῶν θάνατον ὑπομείνας, καὶ δἰ ἑαυτοῦ τὴν εἰς οὐρανοὺς ἄνοδον πᾶσιν ἡμῖν δεδωκώς. Πάλαι μὲν οὖν ἔγραψαν οἱ περὶ Εὐσέβιον καὶ Μάριν, καὶ Θεόδωρον, καὶ Θεογόνιον, καὶ Οὐρσάκιον, καὶ Οὐάλεντα, καὶ Μηνόφαντον, καὶ Στέφανον Ἰουλίῳ τῷ συλλειτουργῷ ἡμῶν, τῆς Ῥωμαίων Ἐκκλησίας ἐπισκόπῳ, κατὰ τῶν προειρημένων συλλειτουργῶν ἡμῶν, λέγω δὴ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας, καὶ Μαρκέλλου ἐπισκόπου Ἀγκυρογαλατίας, καὶ Ἀσκληπᾶ τοῦ Γάζης: ἔγραψαν δὲ καὶ οἱ
1001-b
ἀπὸ τῶν ἄλλων μερῶν ἐπίσκοποι, μαρτυροῦντες μὲν ἐπὶ τῇ καθαρότητι τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου: τὰ δὲ παρὰ τῶν περὶ Εὐσέβιον γενόμενα οὐδὲν ἕτερον ἤ ψεύδη καὶ συκοφαντίας εἶναι μεστά. Εἰ καὶ τὰ μάλιστα ἐκ τοῦ κληθέντας αὐτοὺς παρὰ τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ Ἰουλίου μὴ ἀπαντῆσαι, καὶ ἐκ τῶν γραφέντων παρὰ τοῦ αὐτοῦ ἐπισκόπου Ἰουλίου φανερὰ τούτων ἡ συκοφαντία πέφηνεν.
Ἦλθον γὰρ ἃν, εἵπερ ἐθάῤῥουν οἶς ἔπραξαν, καὶ οἶς πεποιήκασι κατὰ τῶν συλλειτουργῶν ἡμῶν.
Ὅμως καὶ ἐξ ὧν πεποιήκασιν ἐν ταύτῃ τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, φανερωτέραν τὴν ἑαυτῶν συσκευὴν ἀπέδειξαν. Ἀπαντήσαντες γὰρ εἰς τὴν Σάρδεων πόλιν, ἰδόντες τε τοὺς ἀδελφοὺς ἡμῶν, Ἀθανάσιον, καὶ Μάρκελλον, καὶ Ἀσκληπᾶν, καὶ τοὺς ἄλλους, ἐφοβήθησαν εἰς κρίσιν ἐλθεῖν: καὶ οὐχ ἅπαξ, οὐδὲ δεύτερον, ἀλλὰ καὶ πολλάκις κληθέντες, οὐχ ὑπήκουσαν
1001-c
ταῖς κλήσεσι: καίτοι πάντων τῶν συνελθόντων ἐπισκόπων, μάλιστα τοῦ εὐγηροτάτου Ὀσίου, τοῦ καὶ διὰ τὸν χρόνον, καὶ διὰ τὴν ὁμολογίαν, καὶ διὰ τὸ τοσοῦτον κάματον ὑπομεμενηκέναι, πάσης τιμῆς τε καὶ αἰδοῦς τυγχάνοντος ἀξίου, ἀναμενόντων καὶ προτρεπομένων αὐτοὺς εἰς κρίσιν ἐλθεῖν, ἵνα ἅπερ ἀπόντων τῶν συλλειτουργῶν ἐθρύλλησαν, καὶ ἔγραψαν κατ̓ αὐτῶν, ταῦτα παρόντες ἐλέγξαι δυνηθῶσιν.
Ἀλλ̓ οὐκ ἦλθον κληθέντες, καθὼς προείπομεν, δεικνύντες καὶ ἐκ τούτων τὴν συκοφαντίαν αὐτῶν, καὶ μονονουχὶ τὴν ἐπιβουλὴν καὶ τὴν συσκευὴν, ἣν πεποιήκασι, βοῶντες διὰ τῆς παραιτήσεως. Οἱ γὰρ θαῤῥοῦντες οἷς λέγουσι, τούτοις καὶ εἰς πρόσωπον συστῆναι δύνανται Ἐπειδὴ δὲ οὐκ ἀπήντησαν, νομίζομεν λοιπὸν μηδένα ἀγνοεῖν, κἂν ἐκεῖνοι πάλιν κακουργεῖν ἐθελησ̔??ʼιν, ὅτι μηδὲν ἕχοντες κατὰ τῶν συλλειτουργῶν ἡμῶν ἐλέγξαι, τοὑτους μὲν διαβάλλουσιν ἀπόντας, παρόντας δὲ διαφεύγουσιν.
1004-a
76
Ἕφυγον γὰρ, ἀγαπητοὶ ʽ??ʼελφ̔??ʼ, οὐ μόνὁ??ʼδιὰ τὴν κατὰ τούτων συκοφαντίαν, ἀλλ̓ ὅτι καὶ τοὺς ἐπὶ διαφόροις ἐγκλήμασιν ἐγκαλοῦντας αὐτοῖς ἐθεώρουν ἀπαντήσαντας Δεσμὰ γὰρ ἦν καὶ σίδηρα προσφερόμενα, καὶ ἀπ̓ ἐξορίας ἐπανελθόντες ἅνθρωποι, καὶ παρὰ τῶν ἔτι κατεχομένων ἐν ἐξορίαις ἐλθόντες ἦσαν συλλειτουργοὶ, συγγενεῖς τε καὶ φίλοι τῶν δἰαὐτοὺς ἀποθανόντων παρεγένοντο: καὶ τὸ μέγιστον, ἐπίσκοποι παρῆσαν, ὧν ὁ μὲν τὰ σίδηρα καὶ τὰς κατήνας προέφερεν, ἃ δἰ αὐτοὺς ἐφόρεσεν: οἱ δὲ τὸν ἐκ τῆς διαβολῆς αὐτῶν θάνατον ἐμαρτύραντο.
Εἰς τοσοῦτον γὰρ ἔφθασαν ἀπονοίας, ὡς καὶ ἐπίσκοπον ἐπιχειρεῖν ἀνελεῖν, καὶ ἀνεῖλον ἄν, εἰ μὴ ἐξέφυγε τὰς χεῖρας αὐτῶν. Ἀνέστη γοῦν ὁ συλλειτουργὸς ἡμῶν ὁ μακαρίτης Θεόδουλος φέρων αὐτῶν τὴν διαβολήν: κεκέλευστο γὰρ ἐκ διαβολῆς αὐτῶν
1004-b
ἀποθανεῖν. Ἅλλοι δὲ ξιφῶν πληγὰς ἐπεδείκνυντο: ἄλλοι λιμὸν ὑπομεμενηκέναι παῤαὐτῶν ἀπωδύροντο.
Καὶ ταῦτα οὐχ οἱ τυχόντες ἐμαρτύρουν ἅνθρωποι, ἀλλ̓ Ἐκκλησίαι ὅλαι ἦσαν, ὑπὲρ ὦν οἱ ἀπαντήσαντες καὶ πρεσβεύοντες ἐδίδασκον στρατιώτας ξιφήρεις, ὄχλους μετὰ ῥοπάλων, δικαστῶν ἀπἑ??ʼλὰς, πλαστῶν γραμμάτων ὑποβολάς. Ἀνεγνώσθη γὰρ γράμματα τῶν περὶ Θεογόνιον πλαττομένων κατὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀθανασίου, καὶ Μαρκέλλου, καὶ Ἀσκληπᾶ, ἵνα καὶ βασιλέα; κατ̓ αὐτῶν κινήσωσι καὶ ταῦτα ἤλεγξαν οἱ γενόμενοι τότε διάκονοι Θεογονίου. Πρὸς τούτοις παρθένων γυμνώσεις, ἐμπρησμοὺς ἐκκλησιῶν, φυλακὰς κ̔??ʼτὰ τῶν συλλειτουργῶν: καὶ ταῦτα πάντα δἰ οὐδὲν ἕτερον, ἢ διὰ τὴν δυσώνυμον αἵρεσιν τῶν Ἀρειομανιτῶν.
Οἱ γὰρ παραιτούμενοι τὴν πρὸς τούτους κοινωνίαν, ἀνάγκην εἶχον πειρασθῆναι τούτων. Ταῦτα
1004-c
τοίνυν συνορῶντες, εἰς στενὸν εἶχον τὰ τῆς προαιρέσεως.
1004-c
Αἰσχυνόμενοι γὰρ ἅ δεδράκασι, διὰ τὸ μὴ δύνασθαι ἔτι ταῦτα κρύπτεσθαι, ἀπήντησαν εἰς τὴν Σάρδεων πόλιν, ἵνα διὰ τῆς ἀφίξεως ὑπόνοιαν ὡς μὴ πλημμελήσαντες δόξωσιν ἀποφέρεσθαι. Ἰδόντες ὁ??ʼν τοὺς παῤ αὐτῶν συκοφαντηθέντας, καὶ τοὺς παῤ αὐτῶν παθόντας, τοὺς κατηγόρους, τοὺς ἐλέγχους πρὸ ὀφθαλμῶν ἔχοντες, εἰσελθεῖν οὐκ ἐβούλοντο κληθέντες. Καίτοι τῶν συλλειτουργῶν ἡμῶν Ἀθανασίου, καὶ Μαρκέλλου,
77
καὶ Ἀσκληπᾶ πολλῇ τῇ παῤῥησίᾳ χρωμένων, καὶ ἀποδυρομένων, καὶ προκαλουμένων
1005-a
αὐτοὺς, καὶ ἐπαγγελλομένων μὴ μόνον ἐλέγχειν τὴν συκοφαντίαν, ἀλλὰ καὶ δεικνύναι ὅσα κατὰ τῶν Ἐκκλησιῶν αὐτῶν ἐπλημμέλησαν. Οἱ δὲ τοσούτῳ φόβῳ τοῦ συνειδότος κατεσχέθησαν, ὡς φυγεῖν αὐτοὺς, καὶ διὰ τῆς φυγῆς τὴν συκοφαντίαν αὐτῶν ἐλέγξαι, καὶ ἅπερ ἐπλημμέλησαν διὰ τῶν δρασμῶν ὁμολογῆσαι.
Εἰ καὶ τὰ μάλιστα οὑ μόνον ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἐκ τούτων ἡ κακοτροπία καὶ ἡ συκοφαντία αὐτῶν δείκνυται: ὅμως ἵνα μηδὲ ἐκ φυγῆς πρόφασίν τινα ἑτέρας κακουργίας πορίσασθαι δυνηθῶσιν, ἐσκεψάμεθα κατὰ τὸν τῆς ἀληθείας λόγον τὰ παῤ ἐκείνων δραματουργηθέντα ἐξετάσαι. Καὶ τοῦτο προθέμενοι, εὑρήκαμεν αὐτοὺς ἐκ τῶν πραχθέντων συκοφάντας, καὶ μηδὲν ἕτερον ἢ ἐπιβουλὴν
1005-b
κατὰ συλλειτουργῶν ἡμῶν πεποιηκότας. Ὅν γάρ ἔλεγον παρὰ Ἀθανασίου πεφονεῦσθαι Ἀρσένιον, οὗτος ζῇ, καὶ ἐν τοῖς ζῶσιν ἐξετάζεται. Ἀπὸ δὲ τούτου καὶ τὰ περὶ τῶν ἄλλων θρυλληθέντων π̔??ʼῤ αὐτῶν φαίνεται πλάσματα. Ἐπειδὴ δὲ καὶ περὶ ποτηρίου ἐθρύλλουν, ὡς κλασθέντος παρὰ Μακαρίου τοῦ πρεσβυτέρου Ἀθανασίου, ἐμαρτύρησαν μὲν αὐτοῖς οἱ παραγενόμενοι ἀπὸ τῆς Ἀλεξανδρείας καὶ Μαρεώτου, καὶ τῶν λοιπῶν τόπων, ὅτι μηδὲν τούτων πέπρακται. Καὶ οἱ ἐπίσκοποι δὲ γράψαντες οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς Ἰούλιον τὸν συλλειτουργὸν ἡμῶν, ʽ??ʼκαν̔??ʼς διεβεβαιοῦντο, μηδὲ ὑπόνοιαν ὅλως τοιαύτην ἐκεῖ γεγενῆσθαι. Ἄλλως τε ἃ λέγουσιν ὑπομνήματα ἔχειν κατ̓ αὐτοῦ, κατὰ μονομέρειαν συνέστηκε γεγενῆσθαι. Καὶ ὅμως καὶ ἐν τοῖς ὑπομνήμασι τούτοις ἐθνικοὶ καὶ κατηχούμενοι ἠρωτῶντο:
1005-c
ἐξ ὧ??ʼ εἷς κατηχούμενος ἐρωτώμενος, ἔφασκεν ἔνδον ἑ??ʼναι, ὅτε Μακάριος ἐπέστη τῷ τόπῳ: καὶ ἕτερος ἐρωτώμενος ἔλεγε, τὸν θρυλλούμενον παῤαὐτῶν Ἰσχύραν νοσοῦντα τότε κατακεῖσθαι ἐν κελλίῳ: ὡς ἀπὸ τούτου φαίνεσθαι, μηδ ʼὅλως γεγενῆσθαί τι τῶν μυστηρίων, διὰ τὸ τοὺς κατηχουμένους ἔνδον εἶναι, καὶ τὸν Ἰσχύραν μὴ παρεῖναι, ἀλλὰ νοσοῦντα κατακεῖσθαι.
Καὶ γὰρ καὶ αὐτὸς ὁ παμπόνηρος Ἰσχύρας, ψευσάμενος ἐπὶ τῷ εἰρηκέναι κεκαυκέναι τὸν Ἀθανάσιόν τινα τῶν θείων̔??ʼβιβλίων, καὶ διηλέγχθαι, ὡμολόγησε κατ̓ ἐκεῖνο καιροῦ νοσεῖν, ὅτε Μακάριος παρῆν, καὶ κατακεῖσθαι, ὡς καὶ ἐκ τούτου συκοφάντην αὐτὸν δείκνυσθαι. Ἀμέλει τῆς συκοφαντίας αὐτῆς μισθὸν τῷ Ἰσχύρᾳ
78
δεδώκασιν ἐπισκοπῆς ὄνομα, τῷ μηδὲ πρεσβυτέρῳ τυγχάνοντι. Ἀπαντήσαντες γὰρ δύο πρεσβύτεροι, οἱ σὺν Μελιτίῳ παραγενόμενοι,
1005-d
ὕστερον δὲ παρὰ τοῦ Μακαρίου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας προσδεχθέντες, καὶ νῦν σὺν Ἀθανασίῳ ὄντες, ἐμαρτύρησαν
1008-a
μηδὲ πώποτε τοῦτον πρεσβύτερον γεγενῆσθαι, μηδὲ ὅλως ἐσχηκέναι Μελίτιον εἰς τὸν Μαρεώτην Ἐκκλησίαν ἢ λειτουργόν. Καὶ ὅμως τὸν μηδὲ πρεσβύτερον τυγχάνοντα νῦν ὡς ἐπίσκοπον ἤγαγον, ἵνα τῷ ὀνόματι τούτῳ δόξωσιν ἐπὶ τῆς συκοφαντίας καταπλήττειν τοὺς ἀκούοντας.
Ἀνεγνώσθη δὲ καὶ τὸ σύγγραμμα τοῦ συλλειτουργοῦ ἡμῶν Μαρκέλλου, καὶ εὑρέθη τῶν περὶ Εὐσέβιον ἡ κακοτεχνία. Ἅ γὰρ ὡς ζητῶν ὁ Μάρκελλος εἴρηκε, ταῦθ̓ ὡς ὡμολογημένα διαβεβλήκασιν. Ἀνεγνώσθη οὗν τὰ ἐξῆς καὶ τὰ πρὸ αὐτῶν τῶν ζητημάτων, καὶ ὀρθὴ ἡ πίστις τοῦ ἀνδρὸς εὑρέθη. Οὕτε γὰρ ἀπὸ τῆς ἁγίας Μαρίας, ὡς αὐτοὶ διεβεβαιώσαντο, ἀρχὴν ἐδίδου τῷ Θεῷ Λόγῳ, οὔτε τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ καὶ τὴν βασιλείαν ἄναρχον καὶ ἀκατάπαυστον εἷναι τὴν τούτου ἔγραψε. Ἀσκληπᾶς δὲ ὁ συλλειτουργὸς προσήνεγκεν ὑπομνήματα γεγενημένα ἐν Ἀντιοχείᾳ, παρόντων καὶ τῶν κατηγόρων, καὶ Εὐσεβίου
1008-b
τοῦ ἀπὸ Καισαρέων, καὶ ἐκ τῶν ἀποφάσεων τῶν δικασάντων ἐπισκόπων ἔδειξεν ἑαυτὸν ἀθῶον εἶναι.
Εἰκότως οὖν, ἀδελφοὶ ἀγαπητοὶ, καλούμενοι πολλάκις οὐχ ὑπακούουσιν, εἰκότως ἔφυγον. Ὑπὸ γὰρ τοῦ συνειδότος ἐλαυνόμενοι, φυγῇ τἀς ἑαυτῶν συκοφαντίας ἐβεβαίωσαν, καὶ πιστευθῆναι τὰ κατ̓ αὐτῶν πεποιήκασιν, ἅπερ παρόντες οἱ κατηγοροῦντες ἔλεγον καὶ ἐπεδείκνυντο. Ἔτι τοίνυν πρὸς τούτοις πᾶσι, καὶ τοὺς πάλαι κατηγορηθέντας καὶ ἐκβληθέντας διὰ τὴν Ἀρείου αἵρεσιν, οὐ μόνον ἐδέξαντο, ἀλλὰ καὶ εἰς μείζονα βαθμὸν προήγαγον, διακόνους μὲν εἰς πρεσβυτέριον, ἀπὸ δὲ πρεσβυτέρων εἰς ἐπισκοπὴν, δἰ οὐδὲν ἕτερον, ἢ ἵνα τὴν ἀσέβειαν διασπεῖραι καὶ πλατῦναι δυνηθῶσι, καὶ τὴν εὐσεβῆ διαφθείρωσι πίστιν.
Εἰσὶ δὲ τούτων μετὰ τοὺς περὶ Εὐσέβιον νῦν ἔξαρχοι, Θεόδωρος ἀπὸ Ἠρακλείας, Νάρκισσος ἀπὸ Νερωνιάδος
1008-c
τῆς Κιλικίας, Στέφανος ἀπὸ Ἀντιοχείας, Γεώργιος ἀπὸ Λαοδικείας, Ἀκάκιος ἀπὸ Καισαρείας τῆς Παλαιστίνης,
79
Μηνόφαντος ἀπὸ Ἐφέσου τῆς Ἀσίας, Οὐρσάκιος ἀπὸ Σιγγιδούνου τῆς Μυσίας, Οὐάλης ἀπὸ Μυρσῶν τῆς Παννονίας. Καὶ γὰρ οὗτοι τοῖς σὺν αὐτοῖς ἐλθοῦσιν ἀπὸ τῆς ἑῴας οὐκ ἐπέτρεπον, οὔτε εἰς τὴν ἁγίαν σύνοδον ἐλθεῖν, οὔτε ὅλως εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ παραβαλεῖν συνεχώρησαν.
Καὶ ἐρχόμενοι δὲ ἑ??ʼς τὴν Σαρδικὴν, κατὰ τόπους συνόδους ἐποιοῦντο πρὸς ἑαυτοὺς, καὶ συνθήκας μετὰ ἀπειλῶν, ὥστε ἐλθόντας αὐτοὺς εἰς τὴν Σαρδικὴν, μηδ̓ ὅλως εἰς τὴν κρίσιν ἐλθεῖν, μήτε ἐπὶ τὸ αὐτὸ συνελθεῖν τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἀλλὰ μόνον ἐλθόντας, καὶ ἐπὶ ἀφοσιώσει τὴν ἑαυτῶν ἐπιδημίαν ἐπιδειξαμένους, ταχέως φυγεῖν. Ταῦτα γὰρ γνῶναι δεδυνάμεθα παρὰ τῶν συλλειτουργῶν
1008-d
ἡμῶν Μακαρίου ἀπὸ Παλαιστίνης, καὶ Ἀστερίου ἀπὸ Ἀραβίας, τῶν ἐλθόντων σὺν αὐτοῖς, καὶ ἀναχωρησάντων ἀπὸ τῆς ἀπιστίας αὐτῶν. Οὗτοι γὰρ
1009-a
ἐλθόντες ʽ??ʼἰς τὴν ἁγίαν σύνοδον, τὴν μὲν βίαν ἥν ἔπαθον ἀπωδύροντο, οὐδὲν δὲ παῤαὐτῶν ὀρθὸν ἔλεγον πράττεσθαι, προστιθέντες καὶ τοῦτο, ὡς ἅρα εἷεν ἐκεῖ πολλοὶ τῆς ὀρθῆς ἀντιποιούμενοι δόξης, καὶ κωλυόμενοι ἐξ αὐτῶν ἐλθεῖν ἐνταῦθα, καὶ διὰ τὸ ἀπειλεῖν καὶ ἐπαγγέλλεσθαι κατὰ τῶν βουλομένων ἀναχωρεῖν ἀπ̓ αὐτῶν. Τούτου γοῦν ἕνεκα καὶ ἐν ἑνὶ οἴκῳ πάντας μεῖναι ἐσπούδασαν, μηδὲ τὸ βραχύτατον ἰδιάζειν αὐτοῖς ἐπιτρέψαντες.
Ἐπεὶ οὗν οὐκ ἕδει παρασιωπῆσαι, οὐδὲ ἀνεκοικήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμὰ, τοὺς φόνους, τὰς πληγὰς, τὰς ἐπὶ τῶν πλαστῶν ἐπιστολῶν συσκευὰς, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρθένων, τὰς ἐξορίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμοὺς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων
1009-b
τὴν κατὰ τῆς ὀρθῆς πίστεως νῦν ἐπαναστᾶσαν δυσώνυμον Ἀρειανὴν αἵρεσιν δἰ αὐτῶν: τούτου γοῦν ἕνεκεν, τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς, Ἀθανάσιον τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον, καὶ Μάρκελλον τὸν τῆς Ἀγκυρογαλατίας, καὶ Ἀσκληπᾶν τὸν Γάζης, καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ Κυρίῳ, ἀθώους καὶ καθαροὺς ἑ??ʼναι ἀπεφηνάμεθα, γράψαντες καὶ εἰς τὴν ἑκάστου παροικίαν, ὥστε γινώσκειν ἑκάστης Ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα: καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾷν: τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελθόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν, μηδὲ
80
Χριστιανοὺς, μηδὲ
1009-c
ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν, μηδὲ δέχεσθαί τινα παῤ αὐτῶν γράμματα, μήτε γράφειν πρὸς αὐτούς. Τοὺς δὲ περὶ Θεόδωρον τὸν ἀπὸ Ἡρακλείας τῆς Εὐρώπης, καὶ νάρκισσον τὸν ἀπὸ Νερωνιάδος τῆς Κιλικίας, Ἀκάκιον τὸν ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, καὶ Στέφανον ἀπὸ Ἀντιοχείας, καὶ Οὐρσάκιον ἀπὸ Σιγγιδούνου τῆς Μυσίαι, καὶ Ὁ??ʼάλεντα τὸν ἀπὸ Μυρσῶν τῆς Παννονίας, καὶ Μηνόφαντον ἀπὸ Ἐφέσου, καὶ Γεώργιον τὸν ἀπὸ Λαοδικείας, εἰ καὶ φοβηθεὶς μὴ παρεγένετο ἁπὸ τῆς
1012-a
Ἑῴας: ὅμως διὰ τὸ ἀπὸ τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας καθῃρῆσθαι αὐτὸν, καὶ διὰ τὸ καὶ τοῦτον σὺν αὐτοῖς τῆς Ἀρείου μανίας εἶναι, καὶ διὰ τὰ ἐπενεχθέντα αὐτοῖς ἐγκλήματα, τούτους παμψηφεὶ καθεῖλεν ἡ ἁγία σύνοδος ἀπὸ τῆς ἐπισκοπῆς: καὶ ἐκρίναμεν μὴ μόνον αὐτοὺς ἐπισκόπους μὴ εἷναι, ἀλλὰ μηδὲ κοινωνίας μετὰ τῶν πιστῶν αὐτοὺς καταξιοῦσθαι. Τοὺς γὰρ χωρίζοντας τῆς τοῦ Πατρὸς οὐσίας καὶ θεότητος τὸν Υἱὸν, καὶ ἀπαλλοτριοῦντας τὸν Λόγον ἀπὸ τοῦ Πατρὸς, χωρίζεσθαι ἀπὸ τῆς καθολικῆς Ἐκκλησίας προσήκει, καὶ ἀλλοτρίους εἶναι τῶν Χριστιανῶν ὀνόματος.
Ἔστωσαν τοίνυν ὑμῖν καὶ πᾶσιν ἀνάθεμα, διὰ τὸ κεκαπηλευκέναι αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.
Ἀποστολικὸν γάρ ἐστι παράγγελμα:
Εἰ τις ὑμᾶς εὐαγγελίζεται παῤ ὅ παρελάβετε, ἀνάθεμα
1012-b
ἔστω. Τούτοις μηδένα κοινωνεῖν παραγγείλατε οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Τούτους πάντας μακρὰν ποιεῖτε: οὐδεμία γὰρ συμφωνία Χριστῷ πρὸς Βελίαρ: καὶ φυλάξασθε ἀδελφοὶ ἀγαπητοὶ, μήτε γράφειν πρὸς αὐτοὺς, μήτε γράμματα παῤ αὐτῶν δέχεσθαι. Σπουδάσατε δὲ καὶ ὑμεῖς, ἀγαπητοὶ ἀδελφοὶ καὶ συλλειτουργοὶ, ὡς τῷ πνεύματι παρόντες, τῇ συνόδῳ ἡμῶν συναινέσαι, καὶ ψηφίσασθαι δἰ ὑπογραφῆς ὑμετέρας, ὑπὲρ τοῦ παρὰ πάντων τῶν ἀπανταχοῦ συλλειτουργῶν ἡμῶν ὀμοφωνίαν διασώζεσθαι. Ἀποκηρύττομεν δὲ ἐκείνους, καὶ ἐξορίζομεν τῆς καθολικῆς Ἐκκλησίας, τοὺς διαβεβαιουμένους, ὅτι Θεός ἐστιν ὁ Χριστὸς δηλονότι, ἀλλὰ μὴν ἀληθινὸς θεὸς οὐκ ἔστιν: ὅτι Υἱός ἐστι, ἀλλὰ ἀληθινὸς Υἱὸς οὐκ ἔστιν: ὅτι γεννητός ἐστιν ἅμα καὶ ἀγέννητος. Οὕτως ἑαυτοὺς νοεῖν τὸν γεγεννημένον ὁμολογοῦσιν, ὅτι οὕτως εἶπον: Τὸ γεγεννημένον ἐστί καὶ ὅτι τοῦ Χριστοῦ πρὸ αἰώνων
1012-c
ὄντος, διδόασιν αὐτῷ ἀρχὴν καὶ τέλος, ὅσπερ
81
οὐκ ἐν καιρῷ, ἀλλὰ πρὸ παντὸς χρόνου γένεσιν ἔχει.
1012-c
Καὶ ὑπόγυιον δὲ δύο ἔχεις ἀπὸ τῆς ἀσπίδος τῆς Ἀρειανῆς ἐγεννήθησαν, Οὐάλης καὶ Οὐρσάκιος, οἵτινες καυχῶνται καὶ οὐκ ἀμφιβάλλουσι λέγοντες ἑαυτοὺς Χριστιανοὺς εἶναι, καὶ ὅτι ὁ Λόγος, καὶ ὅτι τὸ Πνεῦμα καὶ ἐσταυρώθη, καὶ ἐσφάγη, καὶ ἀπέθανεν, καὶ ἀνέστη: καὶ ὅτιπερ τὸ τῶν αἱρετικῶν σύστημα φιλονεικεῖ, διαφόρους εἶναι τὰς ὑποστάσεις τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ εἶναι κεχωρισμένας. Ἡμεῖς δὲ ταύτην παρειλήφαμεν καὶ δεδιδάγμεθα, καὶ ταύτην ἔχομεν τὴν καθολικὴν παράδοσιν. καὶ πίστιν, καὶ ὁμολογίαν, μίαν εἶναι ὑπόστασιν, ἣν αὐτοὶ οἱ αἱρετικοὶ οὐσίαν προσαγορεύουσι, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ εἰ ζητοῖεν, τίς τοῦ Υἱοῦ ἡ ὑπόστασίς ἐστιν, ὁμολογοῦμεν ὡς αὕτη ἦν ἡ μόνη τοῦ Πατρὸς
1012-d
ὁμολογουμένη: μηδέ ποτε Πατέρα χωρὶς Υἱοῦ, μηδὲ Υἱὸν χωρὶς Πατρὸς γεγενῆσθαι, μηδὲ εἶναι δύνασθαι,
1013-a
ὅ ἐστι Λόγος, Πνεῦμα οὐκ ἔχων. Ἀτοπώτατον γάρ ἐστι λέγειν, ποτὲ Πατέρα γεγενῆσθαι χωρὶς Υἱοῦ, μήτε ὀνομάζεσθαι, μήτε εἶναι δύνασθαι: ἔστιν αὐτοῦ μαρτυρία τοῦ Υἱοῦ, λέγουσα:
Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί: καὶ,
Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Οὐδεὶς ἡμῶν ἀρνεῖται τὸν γεγεννημένον, ἀλλὰ γεγεννημένον πρὸ πάντων, ἅπερ ἀόρατα καὶ ὁρατὰ προσαγορεύεται, ποιητὴν καὶ τεχνίτην καὶ ἀρχαγγέλων καὶ ἀγγέλων, καὶ κόσμου, καὶ ἀνθρωπίνου γένους, ὅτι φησίν:
Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία: καὶ:
Πάντα δἰ αὐτοῦ ἐγένετο. Οὐ πάντοτε γὰρ εἶναι ἡδύνατο, εἰ ἀρχὴν ἔλαβεν, ὅτι ὁ πάντοτε ὣν ἀρχὴν οὐκ ἔχει Λόγος: Θεὸς δὲ οὐδέποτε ὑπομένει τέλος. Οὐ λέγομεν τὸν Πατέρα Υἱὸν εἶναι,
1013-b
οὐδὲ πάλιν τὸν Υἱὸν Πατέρα εἶναι: ἀλλ̓ ὁ Πατὴρ Πατήρ ἐστι, καὶ ὁ Υἱὸς Πατρὸς Υἱός. Ὁμολογοῦμεν δύναμιν εἶναι τοῦ Πατρὸς τὸν Υἱόν. Ὁμολογοῦμεν τὸν Λόγον Θεοῦ Πατρὸς εἶναι, παῤ ὅν ἕτερος οὐκ ἔστιν: καὶ τὸν Λόγον ἀληθῆ Θεὸν, καὶ σοφίαν, καὶ δύναμιν.
Ἀληθῆ δὲ Υἱὸν παραδιδόαμεν: ἀλλ̓ οὐχ ὥσπερ οἱ λοιποὶ υἱοὶ προσαγορεύονται, τὸν Υἱὸν λέγομεν: ὅτι ἐκ̔??ʼῖνοι ἢ διὰ τοῦτον θεοὶ εἶεν τοῦ ἀναγεννᾶσθαι χάριν, ἢ διὰ τὸ καταξιωθῆναι υἱοὶ προσαγορεύονται, οὐ διὰ τὴν μίαν ὑπόστασιν, ἥτις ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ὁμολογοῦμεν Μονογενῆ, καὶ Πρωτότοκον: ἀλλὰ μονογενῆ τὸν Λόγον, ὅς πάντοτε ἦν καὶ ἔστιν ἐν τῷ πατρί: τὸ πρωτότοκος δὲ, τῷ ἀνθρώπῳ. Διαφέρει δὲ τῇ κοινῇ κτίσει ,
82
ὅτι καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν. Ὁμολογοῦμεν εἶναι Θεόν: ὁμολογοῦμεν μίαν Πατρὸς καὶ Υἱοῦ Θεότητα. Οὐδέ τις ἀρνεῖται
1013-c
ποτὲ τὸν Πατέρα τοῦ Υἱοῦ μείζονα, οὐ δἰ ἄλλην ὑπόστασιν, οὐδὲ διὰ τὴν διαφορὰν, ἀλλ̓ ὅτι αὐτὸ τὸ ʽ??ʼομα τοῦ Πατρὸς μεῖζόν ἐστι τοῦ Υἱοῦ. Αὕτη δὲ αὐτῶν ἡ βλάσφημος καὶ διεφθαρμένη ἑρμηνεία: τούτου ἕνεκα εἰρηκέναι αὐτὸν φιλονεικοῦσιν:
Ἐγὼ καὶ ὁ
1016-a
Πατὴρ ἕν ἐσμεν, διὰ τὴν συμφωνίαν καὶ τὴν ὁμόνοιαν.
Κατέγνωμεν δὲ πάντες οἱ καθολικοὶ τῆς μωρᾶς καὶ οἰκτρᾶς αὐτῶν διανοίας. Καὶ ὥσπερ γὰρ οἱ ἁ̓??ʼθρωποι θνητοὶ, ἐπειδὴ διαφέρεσθαι ἤρξαντο, προσκεκρουκότες διχονοοῦσι, καὶ εἰς διαλλαγὴν ἐπάνεισιν, οὕτως διάστασις καὶ διχόνοια μεταξὺ Πατρὸς Θεοῦ παντοκράτορος καὶ τοῦ Υἱοῦ εἶναι δύναται λέγουσιν, ὅπερ ἀτοπώτατον καὶ ὑπονοῆσαι καὶ ὑπολαβεῖν.
Ἡμεῖς δὲ καὶ πιστεύομεν καὶ διαβεβαιούμεθα, καὶ οὕτω νοοῦμεν, ὅτι ἡ ἱερὰ φωνὴ ἐλάλησεν:
Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἔσμεν, καὶ διὰ τὴν τῆς ὑποστάσεως ἑνότητα, ἥτις ἐστὶ μία τοῦ Πατρὸς, καὶ μία τοῦ Υἱοῦ. Καὶ τοῦτο δὲ πιστεύομεν, πάντοτε, ἀνάρχως, καὶ ἀτελευτήτως τοῦτον μετὰ τοῦ Πατρὸς βασιλεύειν, καὶ μὴ ἔχειν μήτε χρόνον διορίζοντα, μήτε ἐκλείπειν αὐτοῦ τὴν βασιλείαν: ὅτι ὅ πάντοτέ ἐστιν, οὐδέ ποτε τοῦ εἶναι ἤρξατο, οὐδὲ ἐκλείπειν
1016-b
δύναται. Πιστεύομεν δὲ καὶ περιλαμβάνομεν τὸν παράκλητον τὸ ἄγιον Πνεῦμα, ὅπερ ἡμῖν αὐτὸς ὁ Κύριος καὶ ἐπηγγείλατο καὶ ἔπεμψε, καὶ τοῦτο πιστεύομεν πεμφθέν. Καὶ τοῦτο οὐ πέπονθεν, ἀλλ̓ ὁ ἄνθρωπος ὄν ἐνεδύσατο, ὄν ἀνέλαβεν ἐκ Μαρίας τῆς Παρθένου, τὸν ἄνθρωπον τὸν παθεῖν δυνάμενον, ὅτι ἄνθρωπος θνητὸς, Θεὸς δὲ ἀθάνατος. Πιστεύομεν, ὅτι τῇ τρίτη ἡμέρᾳ ἀνέστη, οὐχ ὁ Θεὸς ἐν τῷ ἀνθρώπῳ, ἀλλ̓ ὁ ἄνθρωπος ἐν τῷ Θεῷ ἀνέστη, ὅντινα καὶ προσήνεγκε τῷ Πατρὶ ἑαυτοῦ δῶρον, ὃν ἠλευθέρωσεν ἐκ τῆς ἁμαρτίας καὶ τῆς φθορᾶς. Πιστεύομεν δὲ ὅτι εὐθέτῳ καιρῷ καὶ ὡρισμένῳ πάντας καὶ περὶ πάντων αὐτὸς κρινεῖ. Τοσαύτη δὲ αὐτῶν ἐστιν ἡ ἄνοια, καὶ οὕτω παχεῖ σκότει ἡ διάνοια αὐτῶν ἐκτετύφλωται, ἵνα μὴ δυνηθῶσιν ἰδεῖν τὸ φῶς τῆς ἀληθείας.
Οὐ συνιᾶσιν ᾦ λόγῳ εἴρηται:
Ἵνα καὶ
1016-c
αὐτοὶ ἐν ἡμῖν ἔν ὧσι. Σαφές ἐστι διὰ τί ἔν: ὅτι οἱ ἀπόστολοι Πνεῦμα ἄγιον τοῦ Θεοῦ ἔλαβον, ἀλλ̓ ὅμως αὐτοὶ οὐκ ἦσαν Πνεῦμα, οὐδέ τις αὐτῶν ἤ Λόγος, ἤ σοφία, ἣ δύναμις ἦν, οὐδὲ Μονογενὴς
83
ἦν.
Ὥσπερ ἐγὼ, φησὶν, καὶ σὺ ἓν ἐσμεν, οὕτως καὶ αὐτοὶ ἐν ἡμῖν ἔν ὦσιν. Ἀλλὰ καὶ ἀκριβῶς διέστειλε ἡ θεία φωνή: Ἐν ἡμῖν ἕν ὧσι, φησίν. Οὐκ εἶπεν, Ὥσπερ ἡμεῖς ἔν ἐσμεν, ἐγὼ καὶ ὁ Πατήρ: ἀλλ̓ ἵνα οἱ μαθηταὶ ἐν αὐτοῖς σύζυγοι καὶ ἡνωμένοι ἔν ὧσι τῇ πίστει καὶ ὁμολογίᾳ, καὶ ἐν τῇ χάριτι καὶ εὐσεβείᾳ τῇ τοῦ Θεοῦ Πατρὸς, καὶ τῇ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν συγχωρήσει καὶ ἀγάπῃ ἓν εἶναι δυνηθῶσιν.
Ἐκ τῶνδε τῶν γραμμάτων ἔστι μαθεῖν, τῶν μὲν κατηγόρων τὴν συκοφαντίαν, τῶν δὲ πάλαι δικασάντων τὴν ἀδικίαν, καὶ πρὸς τούτοις, τῶν δογμάτων τὴν ὑγείαν, Οὐ γὰρ μόνον τὰ περὶ τῆς θείας ἡμᾶς ἐδίδαξαν φύσεως οἱ μακάριοι Πατέρες: ἀλλὰ καὶ τὴν περὶ τῆς οἰκονομίας διδασκαλίαν προσήνεγκαν. Ταῦτα
1016-d
ὁ Κώνστας μεμαθηκὼς, ἠθύμησε μὲν τοῦ ἀδελφοῦ
1016-d
1017-a
τὴν εὐκολίαν δρῶν ἐχαλέπηνε δὲ κατὰ τῶν ταῦτα τετυρευκότων, καὶ τὴν βασιλέως ἠπατηκότων εὐχέρειαν.
Δύο δὴ οὗν τῶν εἰς τὴν Σαρδικὴν συνεληλυθότων ἐκλεξάμενος ἐπισκόπους, πρὸς τὸν ἀδελφὸν μετὰ γραμμάτων ἀπέστειλε: συναπέστειλε δὲ αὐτοῖς καὶ στρατηγὸν, Σαλιανὸς δὲ τούτῳ ὄνομα ἦν, ὅς εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ διέλαμπε. Τὰ δὲ γράμματα οὐ παραίνεσιν μόνον εἶχε καὶ συμβουλὴν, ἀλλὰ καὶ ἀπειλὴν εὐσεβεῖ πρέπουσαν βασιλεῖ. Πρῶτον μὲν γὰρ ἐπέστειλε τῷ ἀδελφῷ, τοῖς ἐπισκόποις τὰς ἀκοὰς ὑποσχεῖν, καὶ τὰς ὑπὸ Στεφάνου καὶ τῶν ἅλλων τολμωμένας παρανομίας μαθεῖν: καὶ μέντοι καὶ Ἀθανάσιον ἀποδοῦναι τῇ ποίμνῃ, δήλης καὶ τῆς συκοφαντίας γεγενημένης, καὶ τῆς τῶν πάλαι δικασάντων παρανομίας καὶ δυσμενείας. Προστέθεικε δὲ, ὡς εἰ μὴ
1017-b
πεισθείη, καὶ τὰ δίκαια πράξοι, αὐτὸς τὴν Ἀλεξάνδρειαν καταλήψεται, καὶ τὸν Ἀθανάσιον ἀποδώσει τοῖς ποθοῦσι προβάτοις, καὶ τῶν δυσμενῶν ἐξελάσει τὸ στίφος. Ταύτην δεξάμενος ὁ Κωνστάντιος τὴν ἐπιστολὴν, ἐν Ἀντιοχείᾳ δὲ τηνικαῦτα ἐτύγχανεν ὤν,ὑπέσχετο δράσειν ὅπερ ὁ τῶν ὠδίνων ἐπήγγειλε κοινωνός.
84
Τὰ κατὰ Εὐφρατᾶν καὶ Βικέντιον τοὺς ἐπισκόπους καὶ τὴν ἐν Ἀντιοχείᾳ κατ̓αὐτῶν γεγενημένην συσκευήν.
Ἀλλ̓ ἐπὶ τούτοις ἀλγήσαντες οἱ τῇ ἀληθείᾳ πολεμεῖν εἰωθότες, τὸ παμμίαρον ἐκεῖνο καὶ δυσσεβὲς κατεσκεύασαν δρᾶμα. Κατήχθη μὲν γὰρ παρὰ τὴν ὑπώρειαν τῶν ἀρχιερέων ἡ ξυνωρὶς, ὁ δὲ στρατηγὸς καταγωγὴν ἑτέραν εἰλήφει.
Στέφανος δὲ, αὐτὸς γὰρ τῆς Ἀντιοχέων Ἐκκλησίας κατέχων τοὺς οἴακας ὑποβρύχιον ἐποίει τὸ
1017-c
σκάφος, εἶχε μὲν καὶ ἄλλους τῶν τυραννικῶν συνεργοὺς τολμημάτων, οἷς χρώμενος τοὺς τῶν ὀρθῶν ἀντεχομένους δογμάτων παντοδαπαῖς περιέβαλλε συμφοραῖς: ἡγεῖτο δὲ τούτων νέος τις, θρασύτητι μὲν συζῶν, τὸν δὲ παράνομον ἀσπαζόμενος βίον, ὅς οὐ μόνον τοὺς ἐκ τῆς ἀγορᾶς ἀπῆγε προπηλακίζων καὶ αἰκιζόμενος: ἀλλὰ καὶ ταῖς οἰκίαις ἐπιὼν, ἀνέδην καὶ ἄνδρας ἐξῆγε καὶ γυναῖκας σεμνότητι κοσμουμένας.
Καὶ ἴνα μὴ σφόδρα μηκύνω τὴν τούτου διηγούμενος πονηρίαν, τὸ κατὰ τῶν ἀρίστων ἀνδρῶν τολμηθὲν διηγήσομαι: ἀπόχρη γὰρ τεκμηριῶσαι τὰ κατὰ τῶν ἀστῶν%5 ὑπ̓ ἐκείνου παρανόμως πραχθέντα.
Οὗτος πρός τινα χαμαιτύπην παραγενόμενος, ἔφησε ξένους ἔναγχος ἐληλυθότας δεῖσθαι νύκτωρ αὐτῆς.
Εἶτα πεντεκαίδεκα στασιώτας λαβὼν, καὶ τούτους ἐν ταῖς κατὰ τὴν ὑπώρειαν αἱμασιαῖς κατακρύψας, ἧκεν ἄγων τὴν χαμαιτύπην, καὶ τὸ συγκείμενον ἐπιφθεγξάμενος σύνθημα, καὶ μαθὼν ὡς πάρεισι τοῦ δράματος
1017-d
οἱ συνίστορες, ἧκε παρὰ τὴν αὔλιον θύραν τῆς
1017-d
1020-a
τῶν ἀνδρῶν ἐκείνων καταγωγῆς: καὶ ταύτην ἀνεῳγυῖαν εὑρὼν, ἔνα γὰρ τῶν οἰκετῶν τοῦτο δρᾶσαι χρήμασιν ἐπεπείκει, εἰσήγαγε τὴν γυναῖκα, καὶ τοῦ οἴκου τὴν θύραν ἐπιδείξας, ἔνθα δὴ καθεύδειν θάτερον τῶν ἀρχιερέων συνέβαινεν, εἴσω γενέσθαι προσέταξεν: αὐτὸς δὲ τοὺς στασιώτας καλέσων ἐξῆλθε.
Συνέβη δὲ τὸν μὲν Εὐφρατᾶν, τοῦτο γὰρ ἦν ὄνομα τῷ πρεσβυτέρῳ, ἐν τῷ προδόμῳ καθεύδειν: ὁ δὲ Βικέντιος, οὕτως γὰρ ὁ ἕτερος ὠνομάζετο, ἐν τῷ ἐνδοτέρῳ θαλάμῳ%5 κατέμεινεν. Εἴσω δὲ τῶν θυρῶν τῆς χαμαιτύπης γενομένης, τοῦ κτύπου τῶν ποδῶν ὁ Εὐφρατᾶς αἰσθόμενος, σκότος δὲ ἦν, ἤρετο τίς ὁ βαδίζων.
Φθεγξαμένης δὲ ἐκείνης, θορύβου μεστὸς ὁ Εὐφρατᾶς ἐγένετο, δαίμονα τοπάσας εἶναι γυναικείαν φωνὴν μιμησάμενον: καὶ παραυτίκα τὸν Σωτῆρα Χριστὸν εἰς ἐπικουρίαν ἐκάλει. Ὁ δὲ Ὄναγρος, οὕτω
1020-b
γὰρ ὁ τοῦ πονηροῦ στίφους ἡγεμονεύων προσηγορεύετο, ἐπειδὴ πρὸς ταῖς χερσὶ καὶ τοῖς ποσὶν ὅπλοις
85
κατὰ τῶν εὐσεβούντων ἐκέχρητο, μετὰ τοῦ στίφους εἰσελήλυθε, παρανόμους ἀποκαλῶν τοὺς παρανομίας δικαστὰς ἔσεσθαι προσδοκῶντας.
Βοῆς δὲ πλείστης πλείστης γενομένης, συνέδραμον οἱ οἰκέται, ἐξανέστη δὲ καὶ ὁ Βικέντιος: καὶ τὴν αὔλιον ἀποκλείσαντες θύραν, ἑπτὰ μὲν τῶν στασιωτῶν συλλαβεῖν ἠδυνήθησαν: ὁ δέ γε Ὄναγρος σὺν τοῖς ἄλλοις ἀπέδρα. Ἐφρουρεῖτο δὲ σὺν ἐκείνοις καὶ ἡ γυνή. ʽΥπὸ δὲ τὴν ἔω τὸν σὺν αὐτοῖς ἀφικόμενον διαναστήσαντες στρατηγὸν, κατέλαβον τὰ βασίλεια, καὶ τῶν Στεφάνου τολμημάτων καταβοῶντες, ἔλεγον μὴ δεῖσθαι δίκης, μηδὲ βασάνου τὰ τούτου παρανομήματα.
Ὁ δέ γε στρατηγὸς διαφερόντως ἐβόα, ἀντιβολῶν κελεῦσαι τὸν βασιλέα μὴ συνοδικῶς, ἀλλὰ δικαστικῶς ἐξετασθῆναι τὸ παράνομον τόλμημα καὶ
1020-c
τοὺς τῶν ἐπισκόπων κληρικοὺς ὑπισχνεῖτο πρώτους εἰς αἰκίαν ἐκδώσειν: χρῆναι δὲ καὶ Στεφάνου τοὺς ὑπηρέτας ταῦτα παθεῖν. Ἐκείνου δὲ ἀνέδην ζυγομαχοῦντος, καὶ λέγοντος μὴ δεῖν κληρικοὺς ὑπομεῖναι πληγὰς, ἔδοξε καὶ βασιλεῖ καὶ τοῖς ἄρχουσιν, ἔνδον ἐν τοῖς βασιλείοις γενέσθαι τοῦ πράγματος τὴν βάσανον. Καὶ πρῶτον μὲν ἤροντο τὴν γυναῖκα, τίς αὐτὴν εἰς τὴν τῶν ἐπισκόπων ἀπήγαγε καταγωγήν.
Ἠ δὲ ἔφη, νέον τινὰ πρὸς αὑτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἐσπέρας ἀφικόμενος, ἀπήγαγέ τε εἰς τὴν καταγωγὴν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον , καὶ τοῦτον εὑρὼν, εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε, καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε. Προσετίθει δὲ καὶ τοῦ ἐπισκόπου τὴν πεῦσιν, καὶ τὸ γενόμενον δέος, καὶ τὴν εὐχὴν, καὶ τῶν ἐπεισελθόντων τὴν ἔφοδον.
1021-a
Περὶ Γεωργίου, καὶ τῶν ὑπ̓ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ τολμηθέντων κακῶν.
Οὕτω τούτου τὰς μιαιφόνους ἐκείνων διαφυγόντος χεῖρας, Γεώργιος μὲν λύκος ἕτερος τῶν προβάτων ἐκείνων ἐπιστεύθη τὴν ἐξουσίαν, ὠμοτέρως δὲ λύκου παντὸς, καὶ ἄρκτου, καὶ παρδάλεως, τοῖς προβάτοις ἐχρῆτο. Τὰς μὲν γὰρ διὰ βίου τὴν παρθενίαν ὑπεσχημένας, οὐ τὴν Ἀθανασίου μόνον ἀρνεῖσθαι κοινωνίαν, ἁλλὰ καὶ τῶν Πατέρων ἀναθεματίζειν τὴν πίστιν ἠνάγκαζε. Σύνεργον δὲ τῆς ὠμότητος εἶχε Σεβαστιανόν τινα τῶν στρατιωτικῶν καταλόγων ἡγούμενον, ὅς ὲν μέσῃ τῇ πόλει πυρὰν ἀνάψας, καὶ ταύτῃ τὰς παρθένους γυμνὰς περιστήσας, ἀρνεῖσθαι τὴν πίστιν ἐκέλευεν. Αἱ δὲ θέαμα δεινὸν καὶ ἐλεεινὸν
1025-c
πιστοῖς ὁμοῦ καὶ ἀπίστοις προκείμεναι, καὶ τὴν ἀτιμίαν μεγίστην τιμὴν ἐνόμιζον, καὶ τὰς ὑπὲρ τῆς πίστεως μάστιγας ἀσμένως ὑπέμενον. Καὶ ταῦτα δὲ σαφέστερον ὁ τούτων ποιμὴν διηγήσεται. Εἶτα ἐλθὼν τῇ
89
Τεσσαρακοστῇ ὁ παῤ αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκἰας Γεώργιος. ηὔξησεν ἃ παῤ αὐτῶν μεμάθηκε κακά. Μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα, παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο αἰ οἰκίαι, καὶ ἁρπαγαὶ καὶ ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο, καὶ νυκτὸς Χριστιανοὶ κατεφέροντο: ἐπεσφραγίσθησαν οἰκίαι, καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τετολμημένα.
Τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν, ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον
1025-d
εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς, παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν Μανιχαῖον ὄντα. Καὶ λοιπὸν αὐτὸς, μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ, καὶ τόξα καὶ βέλη
1028-a
φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχομένους, οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν, τοιαῦτα εἰργάσαντο, οἶα παῤ αὐτῶν ἔπρεπε ἀκούσαντα πρᾶξαι. Πυρκαϊὰν γὰρ ἀνάψας. καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, καὶ μὴ φροντιζούσας τοῦ πυρὸς, γυμνώσας λοιπὸν, οὕτω αὐτὰς κατέκοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον αὐτὰς μόλις ἐπιγνωσθῆναι.
Ἄνδρας δὲ κρατήσας τεσσαράκοντα καινοτέρῳ τρόπῳ κατέκοψε ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμὼν, ἐν αὐταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἐναποπαγέντας ὲν
1028-b
αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν.
1028-b
Πάντας μὲν οὖν τοὺς περιλειφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν: τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ̓ ἔκρυψαν ὡς ἠθέλησαν ἄταφα βαλόντες, ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ τοῦτο πεπλανημένοι τὴν διάνοιαν οἱ παράφρονες.
Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων, χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα. μείζων ἐξηχεῖτο κατ̓ αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν ἐπισκόπους μὲν, Ἀμμώνιον, Μούϊον,
90
Γάῖον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψινόσιριν, Νιλάμμωνα, Ἀγάπιον, Ἀνάγαμφον. Μάρκον, Ἀμμώνιον ἕτερον, καὶ Μάρκον ἕτερον, Δρακόντιον, Ἀδέλφιον, Ἀθηνόδωρον,
1028-c
πρεσβυτέρους δὲ, Ἱέρακα καὶ Διόσκορον: καὶ οὕτω πικρῶς ἤλασαν αὐτοὺς, ὡς τινὰς μὲν αὑτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν. Ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους ἢ τριάκοντα. Σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαὰβ, εἰ δυνατὸν, ἐξᾶραι τὴν ἀλήθειαν. Καὶ παραμυθητικοὺς δὲ λόγους ταῖς παρθένοις ἐκείναις, αἱ τὰ παγχάλεπα ἐκεῖνα ὑπέμειναν, γράφων, καὶ ταῦτα ἐντέθεικε.
Διὰ τοῦτο, φησὶ, μηδὲ γενέσθω τις ὑμῶν περίλυπος, εἰ καὶ θαπτομέναις ὑμῖν φθονοῦσιν οἱ δυσσεβεῖς, καὶ κωλύουσι τὰς ἐκφοράς: καὶ μέχρι γὰρ τούτων ἡ καταστροφὴ τῶν Ἀρειανῶν ἔφθασε: καὶ
1029-a
τὰς μὲν πύλας κλείουσι, περὶ δὲ τὰ μνήματα ὡς δαίμονες καθέζονται, ἵνα μή τις τῶν ἀπογενομένων ἀποτεθῇ. Ταῦτα μὲν οὖν καὶ τὰ προσόμοια τούτοις ὁ Γεώργιος ἐν Ἀλεξανδρείᾳ εἰργάζετο. Ὁ δὲ θεῖος Ἀθανάσιος οὐδὲν χωρίον ὀχυρὸν ἐνόμιζεν εἰς ἀσφάλειαν, τοῦ βασιλέως ἢ ζῶντα ἀχθῆναι προστεταχότος. ἢ τεθνεῶτος κομισθῆναι αὐτοῦ τὴν κεφαλὴν, καὶ μισθὸν τῷ τοῦτο δρῶντι ὑπισχνουμένου ὅτι μάλιστα πλεῖστον.
Διάλογος Κωνσταντίου βασιλέως καὶ Λιβερίου πάπα Ῥώμης: Κωνστάντιος βασιλεὺς εἶπεν: Ἡμεῖς, καὶ διὰ τὸ Χριστιανόν σε εἶναι, καὶ ἐπίσκοπον τῆς ἡμετέρας πόλεως, ἄξιον ἐκρίναμεν, καὶ τοῦτο μεταστειλάμενοι παραινοῦμέν σοι, τῆς ἀποῤῥήτου ἀπονοίας
1033-b
τοῦ ἀνοσίου Ἀθανασίου τὴν κοινωνίαν ἀρνήσασθαι.
Τοῦτο γὰρ ἡ οἰκουμένη εὖ ἔχειν ἐδοκίμασε, συνόδου τε ψηφίσματι ἀλλότριον τῆς ἐκκλησιαστικῆς κοινωνίας ἔκρινε. Λιβέριος ἐπίσκοπος εἶπε: Βασιλεῦ, τὰ ἐκκλησιαστικὰ κρίματα μετὰ πολλῆς δικαιοκρισίας γίνεσθαι ὀφείλει. Διόπερ εἴ σου δοκεῖ τῇ εὐσβείᾳ,
95
κριτήριον συσταθῆναι κέλευσον: καὶ εἰ ὀφθείη Ἀθανάσιος ἄξιος καταδίκης, τότε κατὰ τὸν τῆς ἐκκλησιαστικῆς ἀκολουθίας τύπον ἐξενεχθήσεται ἡ κατ̓ αὐτοῦ ψῆφος. Οὐδὲ γὰρ οἶόν τε καταψηφίσασθαι ἀνδρὸς, ὅν οὐκ ἐκρίναμεν. Κωνστάντιος βασιλεὺς εἶπε: Πᾶσα ἡ οἰκουμένη κατεψηφίσατο περὶ τῆς ἀνοσιότητος αὐτοῦ, καὶ ὡς ἐξ ἀρχῆς τὸν καιρὸν διαπαίζει. Λιβέριος ἐπίσκοπος εἶπεν: Ὅσοι ὑπέγραψαν, οὐκ αὐτόπται τῶν γεγενημένων ἦσαν,
1033-c
ἀλλὰ διὰ δόξαν, καὶ φόβον, καὶ ἀτιμίαν τὴν παρὰ σοῦ. Ὁ βασιλεύς: Τί ἐστι δόξα, καὶ φόβος, καὶ ἀτιμία; Λιβέριος: Ὅσοι τὴν δόξαν τοῦ Θεοῦ οὐκ ἀγαπῶσι, τὰς παρὰ σοῦ μᾶλλον δωρεὰς προτιμήσαντες, ὅν μὴ ταῖς ὄψεσιν εἶδον, οὐ κρίναντες κατεδίκασαν, ὅπερ ἐστὶν ἀλλότριον Χριστιανῶν.
Ὁ βασιλεύς: Καίτοι κέκριται κατὰ πρόσωπον ἐν τῇ γενομένῃ συνόδῳ ἐν Τύρῳ, καὶ ἐν τῇ συνόδῳ κατεψηφίσαντο πάντες οἱ ἐπίσκοποι τῆς οἰκουμένης.
Λιβέριος: Οὐδέποτε κατὰ πρόσωπον κέκριται ὁ ἄνθρωπος.
Ὅσοι γὰρ τότε συνελθόντες κατεψηφίσαντο αὐτοῦ, ἀναχωρήσαντος Ἀθανασίου ἐκ τοῦ κριτηρίου, κατεψηφίσαντο ἀλόγως. Εὐσέβιος ὁ εὐνοῦχος εἶπεν: Ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν
1036-a
ἀλλότριος τῆς καθολικῆς πίστεως ἀπεδείχθη. Λιβέριος: Πέντε μόνοι ἐπέκριναν τῶν συμπλευσάντων αὐτῷ ἐν τῷ Μαρεώτῃ, οὓς ἀπέστειλαν κατὰ τοῦ ἐγκαλουμένου συστήσασθαι κατ̓ αὐτοῦ ὑπομνήματα.
Ἀπὸ τούτων τοίνυν οἱ δύο τεθνήκασι, Θεογόνιος καὶ Θεόδωρος, οἱ δὲ λοιποὶ τρεῖς ζῶσι, Μάρης, καὶ Οὐάλης, καὶ Οὐρσάκιος. Ἀπὸ τούτων τῶν ἀποσταλέντων κατὰ Σαρδικὴν τοῦ πράγματος τούτου ἕνεκα συνεκροτεῖτο ψῆφος, οἵ ἐν τῇ συνόδῳ βιβλία ἐπιδεδώκασι, συγγνώμην αἰτοῦντες ἐφ̓ οἷς ἐν τῷ Μαρεώτῃ κατὰ συκοφαντίαν ἐκ μονομεροῦς συνεστήσαντο κατὰ Ἀθανασίου ὑπομνήματα: ἅτινα βιβλία αὐτῶν νῦν ἔχομεν μετὰ χεῖρας. Τίνι δεῖ τούτων πείθεσθαι ἡμᾶς, βασιλεῦ, κοινωνεῖν, τοῖς πρότερον καταψηφισαμένοις, καὶ ἐκ δευτέρου συγγνώμην αἰτήσασιν, ἤ
1036-b
τοῖς νῦν τούτων καταψηφισαμένοις; Ἐπίκτητος ἐπίσκοπος εἶπε: Βασιλεῦ, οὐ πίστεως ἕνεκεν σήμερον, οὐδὲ κριμάτων ἐκκλησιαστικῶν ἀντιποιούμενος Λιβέριος τὸν λόγον ποιεῖται, ἀλλ̓ ἴνα τοῖς ἐν Ῥώμῃ συγκλητικοῖς καυχήσηται, ὡς συλλογισάμενος τὸν βασιλέα. Ὁ βασιλεὺς εἶπε Λιβερίῳ:
9
Πόσον εἶ μέρος τῆς οἰκουμένης, ὅτι σὺ μόνος συναίρῃ ἀνθρώπῳ ἀνοσίῳ, καὶ τῆς οἰκουμένης τὴν εἰρήνην καὶ ὅλου τοῦ κόσμου λύεις; Λιβέριος: Οὐ διά τὸ ἐμὲ μόνον εἶναι ὁ τῆς πίστεως ἐλαττοῦται λόγος.
Καὶ γὰρ κατὰ τὸ παλαιὸν, τρεῖς μόνοι εὑρίσκονται ἀντιστάντες προστάξει. Εὐσέβιος ὁ εὐνοῦχος εἶπε: Τὸν βασιλέα ἡμῶν Ναβουχοδονόσορ ἐποίησας.
1037-a
Αιβέριος: Οὐχί: ἀλλ̓ οὕτως ἀλόγως καταδικάζεις ἄνθρωπον ὂν οὐκ ἐκρίναμεν. Ἀλλὰ καὶ ἐγὼ ἀξιῶ πρότερον οἰκουμενικὴν ὑπογραφὴν προχωρῆσαι, βεβαιοῦσαν τὴν πίστιν τὴν κατὰ Νίκαιαν ἐκτεθεῖσαν, ἵν̓ οὕτως, ἀνακληθέντων τῶν ἀδελφῶν ἡμῶν ἀπὸ τοῦ ἐξορισμοῦ, καὶ ἀποκατασταθέντων τοῖς ἰδίοις τόποις, εἰ ὀφθείησαν οἱ νῦν θορύβους ἐγγεννῶντες ταῖς Ἐκκλησίαις, συγκατατιθέμενοι τῆ ἀποστολικῇ πίστει, τότε ἐπὶ τῆς Ἀλεξανδρέων οἱ πάντες, ἀπαντήσαντες ἔνθα ὁ ἐγκαλούμενος καὶ οἱ ἐγκαλοῦντές εἰσι, καὶ ὁ ἀντιποιούμενος αὐτῶν, ἐξετάσαντες τὰ περὶ αὐτῶν, συμπεριενεχθῶμεν. Ἐπίκτητος ἐπίσκοπος εἶπεν: Ἀλλ̓ ὁ δρόμος τῶν δημοσίων οὐχ ὑποστήσεται τὴν χρείαν τῆς τῶν ἐπισκόπων παρόδου. Λιβέριος: Οὐ
1037-b
χρείαν ἔχει τὰ ἐκκλησιαστικὰ δημοσίου δρόμου: αἱ γὰρ ἐκκλησίαι ἱκαναί εἰσιν ἕως τῆς θαλάσσης διαπέμψασθαι τοὺς ἑαυτῶν ἐπισκόπους. Ὁ βασιλεύς: Τὰ ἤδη τύπον ἐσχηκότα ἀναλύεσθαι οὐ δυνατόν ἐστι.
Τῶν γὰρ πλειόνων ἐπισκόπων ἡ ψῆφος ἰσχύειν ὀφείλει.
Σὺ μόνος εἶ ὁ ἀντιποιούμενος τῆς φιλίας τοῦ ἀνοσίου ἐκείνου. Λιβέριος εἶπεν: Βασιλεῦ, οὐδέ ποτε ἠκούσαμεν, μὴ παρόντος τοῦ ἐγκαλουμένου, κριτοῦ ἀνοσιότητα καταγγέλλοντος, ὡς ἰδίαν ἔχθραν εἰσφέροντος τῷ ἀνθρώπῳ. Ὁ βασιλεύς: Πάντας μὲν κοινῶς ἠδίκησεν, οὐδένα δὲ οὕτως ὡς ἐμέ. Ὅστις μὴ ἀρκεσθεὶς ἐπὶ τῇ ἀπωλείᾳ τοῦ μειζοτέρου μου ἀδελφοῦ, οὐδὲ τὸν μακαρίτην Κώνσταντα ἐπαύσατο παροξύνων εἰς ἡμετέραν ἔχθραν, εἰ μὴ ἡμεῖς πλείονι ἡμερότητι ὑπηνέγκαμεν τὴν τοῦ παροξύνοντος καὶ τοῦ παροξυνομένου ῥοπήν. Οὐδὲν δέ μοι τοιοῦτον κατόρθωμα, οὐδὲ τὸ κατὰ Μαγνέντιον καὶ
1037-c
Σιλβανὸν, ὡς τοῦ μιαροῦ ἐκείνου περιαιρουμένου τῶν ἐκκλησιαστικῶν πραγμάτων. Λιβέριος: Μὴ διὰ τῶν ἐπισκόπων ἀμύνου τὴν ἔχθραν, βασιλεῦ. Αἱ γὰρ χεῖρες τῶν ἐκκλησιαστικῶν εἰς τὸ ἁγιάζειν εὐκαιρεῖν ὀφείλουσιν. Ὅθεν εἴ σοι δοκεῖ, κέλευσον ἀνακληθῆναι τοὺς ἐπισκόπους εἰς τοὺς ἰδίους τόπους: καὶ εἰ ὀφθείησαν ὁμόφρονες τοῦ σήμερον ἀντιποιουμένου ἐν τῇ κατὰ Νίκαιαν ἐκτεθείσῃ
95
ὀρθοδόξῳ πίστει, τότε συνελθόντες ἐπὶ τὸ αὐτὸ ἴδοιεν ὑπὲρ εἰρήνης τοῦ κόσμου, ἴνα μὴ τὸν μὴ ἁμαρτήσαντα ἅνδρα χαραχθῆναι δοκιμασθῇ. Ὁ βασιλεύς: Ἔν ἐστι τὸ ζητούμενον. Βούλομαι γάρ σε ἀσπασάμενον τὴν πρὸς τὰς Ἐκκλησίας κοινωνίαν, πάλιν εἰς τὴν Ῥώμην ἀποστεῖλαι. Διὰ τοῦτο πείσθητι τῇ εἰρήνῃ, καὶ ὑπογράψας ὑπόστρεψον εἰς τὴν Ῥώμην. Λιβέριος: Ἤδη
1037-d
τοῖς ἀδελφοῖς τοῖς ἐν: Ῥώμῃ ἀπεταξάμην. Μείζους γάρ εἰσιν οἱ ἐκκλησιαστικοὶ θεσμοὶ τῆς ἐν Ῥώμῃ διατριβῆς. Ὁ βασιλεύς: Οὐκοῦν τριῶν ἡμερῶν ἔχεις σκέψεως διάστημα, εἰ βούλει ὑπογράψας ὑποστρέψαι εἰς τὴν Ῥώμην, ἤ ἐννοῆσαι ἐν ποίῳ τόπῳ
1040-a
μετατεθῆναι βούλει. Λιβέριος: Τὸ τῶν τριῶν ἡμερῶν διάστημα οὐ μετατίθησι λογισμόν. Ὅθεν ὅπου βούλει ἀπόστειλόν με. Ὁ δὲ βασιλεὺς, μετὰ δύο ἡμέρας κριθέντος Λιβερίου, καὶ μὴ μετατεθέντος τοῦ λογισμοῦ, εἶπεν ἐξορισθῆναι εἰς τὴν Βέροιαν τῆς Θρᾴκης. Ἐκβάντος Λιβερίου, ὁ βασιλεὺς ἀπέστειλε πεντακοσίους χρυσίνους αὐτῷ εἰς δαπάνας. Λιβεροις εἶπε τῷ προσκομίσαντι: Ἄπελθε, δὸς αὐτὰ τῷ βασιλεῖ: χρείαν γὰρ ἔχει δοῦναι τοῖς στρατιώταις αὐτοῦ. Ὁμοίως ἡ βασίλισσα ἔπεμψεν αὐτῷ τὰ αὐτὰ. Λιβέριος εἶπεν: Ἀπόδος αὐτὰ τῷ βασιλεῖ: χρείαν γὰρ αὐτῶν ἔχει εἰς τὴν τῶν στρατιωτῶν ἐξοδίασιν. Ἐὰν δὲ μὴ χρείαν ἔχῃ ὁ βασιλεὺς, δότω αὐτὰ τῷ Αὐξεντίῳ καὶ Ἐπικτήτῳ: χρείαν γὰρ ἔχουσιν τούτων. Ὡς δὲ παῤ αὐτῶν οὐκ ἔλαβεν, Εὐσέβιος ὁ εὐνοῦχος προσφέρει αὐτῷ ἑτέρους. Λιβέριος δὲ εἶπεν αὐτῷ: Τὰς ἐκκλησίας τῆς οἰκουμένης ἠρήμωσας, καὶ ὡς καταδίκῳ ἐλεημοσύνην μοι προσφέρεις; Ἄπελθε, πρῶτον γενοῦ Χριστιανός. Καὶ μετὰ τρεῖς ἡμέρας, μηδὲν δεξάμενος ἐξορίσθη
1040-b
Περὶ τῆς ἐν Ἀριμίνῳ γενομένης συνόδου.
Τῶν γὰρ τῆς πίστεως προμάχων ἐξελαθέντων, νομίσαντες οἱ τὴν βασιλέως γνώμην μετατιθέντες εἰς ἅπερ ἐβούλοντο, εὐπετῶς μάλα καταλύσειν τὴν ἀντίπαλον
1041-b
αὐτοῖς πίστιν, καὶ τὴν Ἀρείου βεβαιώσειν διδασκαλίαν, ἔπεισαν τὸν Κωνστάντιον εἰς τὴν Ἀρίμινον καὶ τοὺς τῆς ἑῴας καὶ τοὺς τῆς ἑσπέρας συναγαγεῖν ἐπισκόπους, προστάξαι τὴν οὐσίαν καὶ τὸ ὁμοούσιον περιελεῖν ἐκ τῆς πίστεως, τὰ κατὰ τῆς Ἀρείου κακοτεχνίας ἐξευρεθέντα παρὰ τῶν Πατέρων μηχανήματα. Ταῦτα γὰρ ἔλεγον τὴν τῶν Ἐκκλησιῶν πεποιηκέναι διαίρεσιν. Ἐπειδὴ δὲ συνῆλθον, φενακίσαι μὲν ἐπειράθησαν οἱ τῆς Ἀρείου λώβης μετειληχότες τῶν συναθροισθέντων τὸ πλῆθος, καὶ διαφερόντως τοὺς ἑσπερίους ἁπλοῖς ἤθεσι κεχρημένους.
Ἔφασκον δὲ μὴ χρῆναι δυοῖν ἕνεκα λέξεων, καὶ τούτων ἀγράφων, διασπασθῆναι τῆς Ἐκκλησίας τὸ σῶμα: ἀλλ̓ εἰπεῖν μὲν ὅμοιον τῷ γεγεννηκότι τὸν Υἱὸν κατὰ πάντα, τὸ δὲ τῆς οὐσίας παραλιπεῖν ὡς ἄγραφον ὄνομα. Ἀλλὰ τῆς ἐξαπάτης αἰσθόμενοι,
1041-c
τοὺς μὲν ταῦτα λέγοντας ἀπεκήρυξαν: αὐτοὶ δὲ τῷ βασιλεῖ τὴν οἰκείαν γνώμην διὰ γραμμάτων ἐδήλωσαν.
Παῖδες γὰρ ἔφασαν εἶναι καὶ κληρονόμοι τῶν ἐν Νικαίᾳ συνεληλυθότων Πατέρων. Εἰ δέ τι τῶν παῤ ἐκείνων γραφέντων ἀφελεῖν, ἣ προσθεῖναί τι τοῖς ἄριστα κειμένοις τολμήσαιμεν, νόθους ἑαυτοὺς ἀποφανοῦμεν, κατήγοροι τῶν γεγεννηκότων γενόμενοι.
Σαφέστερον δὲ αὐτῶν τὸν ἀκριβῆ κανόνα τῆς πίστεως τὰ παῤ αὐτῶν γραφέντα πρὸς Κωνστάντιον ἐπιδείξει.
Ἐπιστολὴ γραφεῖσα Κωνσταντίῳ βασιλεῖ παρὰ τῆς ἐν Ἀριμίνῳ ἀθροισθείσης συνόδου.
Ἐκ τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος, τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. Εἰς γὰρ Ἀρίμινον ἐκ
1044-a
πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς ταυτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς Ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες
98
εὑρήκαμεν, ἄριστον ἐφάνη, τὴν πίστιν, τὴν ἔκπαλαι διαμένουσαν. ἣν καὶ οἱ προφῆται. καὶ τὰ Εὐαγγέλια, καὶ οἱ ἀπόστολοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐκήρυξαν, τοῦ καὶ τ̔??ʼς σῆς βασιλείας φρουροῦ. καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατέχοντες φυλάξωμεν, καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη, τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάξαι, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ
1044-b
βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοὰς καὶ διανοίας: ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε: δἰ ἧς οὐ μόνον αὐτὴ, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν. Ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει: ὡς εἴπερ θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται. Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ μέτοχοί τε καὶ σύμφωνοι τοῦ Ἀρειανικοῦ δόγματος ἦσαν καθεστηκότες, τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν. Ἧς ἵνα μετάσχωσιν, ἐφ̓ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ̓ ἐκείνων γεγενημένα μαρτυρεῖ,
1044-c
δἰ ὦν ἁπάντων φειδὼ γεγένηται, καὶ τῶν ἐγκλημάτων συγγνώμη. Ἦν δὲ ὁ καιρὸς καθ̓ ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὴ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων Ἐκκλησίας. Ἐγνωκότες δὲ ἅμα, καὶ τὸν μετὰ τὴν τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα: ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς, καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον ἐνομίσαμεν εἷναι μετ̓ ἐκεῖνόν τι καινοτομεῖν, καὶ τοσούτους ἀγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς Ἐκκλησίας δεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν: ὧν ὁ Θεὸς
1045-a
τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε, διὰ τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν, ὡς καὶ τῆς καθ̓ ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι, ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν, καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. Ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν. Ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρίας συναλισκομένους εὑρόντες, Γερμάνιόν τινα, καὶ Αὐξέντιον, καὶ Γάῖον, τοὺς
99
τὴν αἵρεσιν καὶ διχοστασίαν ἐμ̔??ʼιοῦντας,
1045-b
ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. Ὡς δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς προαιρέσεως ὄντας, οὕτε ὁμογνωμονοῦντας ἐφ̓ οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς, ὡς δοκεῖν ἕτερόν τι γράφειν. Ἦν δὲ ὁ καιρὸς βραχὺς, ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. Ἵν̓ οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς Ἐκκλησίας περιπίπτῃ. καὶ ταραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι: δἰ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας. Τοῖς δὲ πρέσβεσι πρό γε
1045-c
πάντων τοῦτο παρεκελευσάμεθα, τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους. Οἳ καὶ τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν, ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιός τε καὶ Οὐάλης, ἔσται εἰρήνη, εἵπερ τι τῶν δικαίων ἀνατραπείη: πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ Ῥωμαίων Ἐκκλησίᾳ γενήσεται. Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνῷ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας, μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας: ἀλλ̓ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὕς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως
1045-d
καὶ Πνεύματος ἀγίου πεποιηκέναι φήσαιμεν ἄν. Τά γὰρ νῦν παῤ ἐκείνων καινοτομούμενα τοῖς
1048-a
μὲν πιστεύσασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. Ἱκετεύομεν δὲ ἵνα κελεύσῃς τοὺς ἐν ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον, καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφῃρημένων αἱ ἐκκλησίαι μείνωσιν. Ἔτι δὲ καὶ πρὸς ἅπασι τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων, μήτε πλεονάζῃ. ἀλλὰ πάντα ἄῤῥηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα. μήτε λοιπὸν ἡμᾶς μοχθεῖν, καὶ τῶν ἰδίων παροικιῶν ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι: ἀλλ̓ ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ̓ εἰρήνης εὐχαῖς τε καὶ λατρείαις σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας τε καὶ σωτηρίας, καὶ εἰρήνης, ἣν ἡ Θειότης εἰς τὸ διηνεκές σοι χαριεῖται.
100
Οἱ δὲ ἡμέτεροι πρέσβεις τὰς ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων Γραφῶν τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν.
Τούτων γραφέντων, καὶ τῶν πρέσβεων ἀποσταλέντων, οἱ βασιλεῖ παραδυναστεύοντες τὴν μὲν
1048-b
ἐπιστολὴν λαβόντες ἀπέδοσαν τῷ βασιλεῖ, τοὺς δὲ πρέσβεις οὐκ εἰσήγαγον, περὶ τὰς κοινὰς εἱλεῖσθαι φροντίδας τὸν κρατοῦντα φήσαντες. Ταῦτα δὲ ἔδρων, ἡγούμενοι τοὺς ἐπισκόπους, δυσχεραίνοντας τοῦ χρόνου τὸ μῆκος, καὶ τὰς ἐγκεχειρισμένας πόλεις ποθοῦντας καταλαβεῖν, ἀναγκασθήσεσθαι διορύξαι καὶ καταλῦσαι τὸν κατὰ τῆς αἱρέσεως ἐξευρεθέντα περίβολον. Ἀλλ̓ οὐδὲν ὤνησε τὸ μηχάνημα. Πάλιν γὰρ οἱ γενναῖοι τῆς πίστεως πρόμαχοι ἑτέραν ἐπιστολὴν ἐξέπεμψαν τῷ βασιλεῖ, καὶ τοὺς πρέσβεις δεχθῆναι, καὶ σφᾶς ἀπολυθῆναι παρακαλοῦντες.
Ἐντίθημι δὲ καὶ ταύτην τῇ συγγραφῇ.
Ἑτέρμ συνόδου πρὸς Κωνστάντιον ἐπιστολή.
Νικητῇ Κωνσταντίῳ, εὐσεβεῖ βασιλεῖ, οἱ ἐν Ἀριμίνῳ ἐπίσκοποι.
Τὰ γράμματα τῆς σῆς εὐμενείας ἐδεξάμεθα, δέσποτα ἐνδοξότατε αὐτοκράτορ, ἅτινα περιέχει, ὅτι διὰ τὴν δημοσίαν ἀνάγκην τέως τοὺς ἡμετέρους πρέσβεις θεωρῆσαι οὐκ ἠδυνήθης: καὶ ἡμᾶς δὲ κελεύεις
1048-c
τὴν τούτων ἐπάνοδον ἐκδέξασθαι, ὅπως τὸν ἡμέτερον σκοπὸν καὶ τὰ δόγματα τῶν προγόνων ἡ σὴ εὐσέβεια ἐπιγνῷ. Ἀλλὰ μὴν ἐκεῖνο ὅ ἀπηγγέλμεθα, οὐδενὶ τρόπῳ ἑαυτοὺς ἀπὸ τῆς ἰδίας προθέσεως ἀναχωρήσαντας, καὶ νῦν δὲ τούτοις τοῖς γράμμασι τὴν σὴν εὐμένειαν ἀναδιδάσκομεν, καὶ παρακαλοῦμεν εὐμενεῖ προσόψει τὰ γράμματα τῆς ἡμετέρας ταπεινότητος, ἐν οἷς νῦν τῇ εὐσεβείᾳ σου ἀποκρινόμεθα. κἀκεῖνα ἅτινα διὰ τῶν ἡμετέρων πρέσβεων τῇ σῇ εὐλαβείᾳ ἀνενεχθῆναι ἐνετειλάμεθα, ἡδέως προσδέξῃ. Ὡς δὲ εἵη στυγνὸν καὶ ἀνακόλουθον, ἵνα ἐν τοῖς μακαριωτάτοις σου καιροῖς
1049-a
τοσαῦται Ἐκκλησίαι ἄνευ ἐπισκόπων δοκῶσιν εἷναι, ἡ σὴ εὐμένεια ὁμοίως ἡμῖν γινώσκει. Διὸ δὴ πάλιν, ἐνδοξότατε αὐτοκράτορ, δεόμεθα ἵνα πρὸ τῆς δεινότητος τοῦ χειμῶνος, εἰ ἀρέσκει τῇ σῇ φιλανθρωπίᾳ, εἰς τὰς Ἐκκλησίας τὰς ἡμετέρας ἐπανελθεῖν κελεύσῃς, ὅπως δυνηθῶμεν τῷ παντοκράτορι Θεῷ, καὶ
101
τῷ Χριστῷ τῷ Υἱῷ αὐτοῦ, τῷ Δεσπότῃ καὶ Σωτῆρι ἡμῶν, ὑπὲρ τῆς καταστάσεως τοῦ κράτους σου ἄμα μετὰ τῶν λαῶν, καθὼς ἐποιήσαμεν καὶ ποιοῦμεν, μεγίστας ἱκεσίας προσενεγκεῖν.
Περὶ τῶν ἐν Κωνσταντινουπόλει συμβεβηκότων τοῖς ὀρθοδόξοις ἐπισκόποις.
Κωνστάντιος γὰρ ἀπὸ τῆς ἐσπέρας ἐπανελθὼν, ἐν ταύτῃ διέτριβε. Πολλὰ δὲ τῶν συνεληλυθότων ἐπὶ τοῦ βασιλέως κατηγορήσας, καὶ σύστημα πονηρῶν ἀνθρώπων ἀποκαλέσας, ἐπ̓ ὀλέθρῳ καὶ λύμῃ τῶν Ἐκκλησιῶν συγκροτούμενον, τὸν βασιλέως ἀνῆψε θυμόν.
111
Οὐχ ἥκιστα δὲ αὐτὸν χαλεπῆναι πεποίηκεν ʽ??ʼ κατὰ τοῦ Κυρίλλου συντέθεικε. Τὴν γὰρ ἱερὰν στολὴν, ἥν ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς τὴν Ἱεροσολύμων Ἐκκλησίαν γεραίρων δέδωκε τῷ
1065-c
Μακαρίῳ τῷ τῆς πόλεως ἐκείνης ἀρχιερεῖ, ἴνα ταύτην περιβαλλόμενος, τὴν τοῦ θείου βαπτίσματος ἐπιτελῇ λειτουργίαν, ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων, πεπρακέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυγιζομένων πριάμενον, περιβαλέσθαι μὲν, ὀρχούμενον δὲ πεσεῖν, καὶ συντριβῆναι, καὶ θανάτῳ παραδοθῆναι. Τοῦτον, ἔφη, κοινωνὸν ἔχοντες, κρίνειν καὶ τοῖς ἄλλοις δικάζειν ἐπιχειροῦσι. Ταύτην λαβόντες τὴν ἀφορμὴν τῶν βασιλείων οἱ προστατεύοντες, πείθουσι τὸν βασιλέα, μὴ πᾶσαν ἀθροῖσαι τὴν σύνοδον, ἐδεδίεσαν γὰρ τοῦ πλήθους τὴν συμφωνίαν, ἀλλὰ δέκα τοὺς ἡγουμένους.
Ἐν τούτοις Εὐστάθιος ἦν ὁ τῆς Ἀρμενίας, καὶ Βασίλειος ὁ τῆς Γαλατίας, καὶ Σιλβανὸς ὁ Ταρσοῦ, καὶ Ἐλεύσιος ὁ Κυζίκου. Οὗτοι παραγενόμενοι παρεκάλουν τὸν βασιλέα, τὴν Εὐδοξίου βλασψημίαν τε
1065-d
καὶ παρανομίαν ἐξελεγχθῆναι. Ὁ δὲ παρὰ τῶν ἄλλων τἀναντία διδασκόμενος, ἔλεγε χρῆναι πρότερον τὰ κατὰ τὴν πίστιν διακριθῆναι, εἶθ̓ οὕτω τὰ κατ̓ ἐκεῖνον ἐξετασθῆναι. Τοῦ δὲ Βασιλείου τῇ προτέρᾳ συνηθείᾳ θαῤῥήσαντος, καὶ σὺν παῤῥησίᾳ τὸν
1068-a
βασιλέα διελέγξαντος, ὡς τοῖς ἀποστολικοῖς ἐπιβουλεύοντα δόγμασιν, ἐχαλέπηνε μὲν ὁ Κωνστάντιος, σιγῆσαι δὲ προσέταξε τὸν Βασίλειον, ὡς ζάλης αἴτιον ταῖς Ἐκκλησίαις γινόμενον. Παυσαμένου δὲ τοῦ Βασιλείου τῆς διαλέξεως: Ἐπειδὴ τὰ τῆς πίστεως διακριθῆναι βούλει, βασιλεῦ, ὁ Εὐστάθιος ἔφη, ὅρα τὰς κατὰ τοῦ Μονογενοῦς βλασφημίας ὑπ̓ Εὐδοξίου τετολμημένας. Καὶ ἅμα λέγων, ἐπέδωκεν ἔκθεσιν, ᾗ πρὸς ἄλλοις πολλοῖς δυσσεβέσι καὶ ταῦτα προσέκειτο: Τὰ ἀνομοίως προσφερόμενα, ἀνόμοια κατὰ τὴν οὐσίαν ἐστίν:
Εἶς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δἰ οὗ τὰ πάντα: ἀνόμοιον δὲ τὸ, ἐξ οὗ, τῷ, δἰ οὗ: ἀνόμοιος ἄρα ὁ Υἱὸς τῷ Θεῷ καὶ Πατρί. Ταύτην ἀναγνωσθῆναι
1068-b
κελεύσας τὴν ἔκθεσιν ὁ Κωνστάντιος, καὶ σφόδρα χαλεπήνας πρὸς τὴν ἐγκειμένην ἀσέβειαν, ἤρετο τὸν Εὐδόξιον εἰ αὐτὸς ταῦτα συνέγραψεν. Ὁ δὲ ἠρνήθη παραυτίκα, καὶ ταῦτα γεγραφέναι τὸν Ἀέτιον ἔφησεν.
Ἀέτιος δὲ οὗτος ἦν, ὅ??ʼ πάλαι μὲν Λεόντιος, τὰς Φλαβιανοῦ καὶ
112
Διοδώρου κατηγορίας δεδειξάμενος, τῆς διακονίας ἐγύμνωσε: Γεώργιος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίβουλος συνεργὸν εἶχε καὶ τῶν δυσσεβῶν ῥημάτων, καὶ τῶν ἀνοσίων ἐγχειρημάτων: τότε μέντοι μετ̓ Εὐνομίου τῷ Εὐδοξίῳ συνῆν. Λεοντίου γὰρ δὴ τετελευτηκότος, καὶ Εὐδοξίου τῆς Ἀντιοχέων Ἐκκλησίας ἡρπακότος τὴν προεδρίαν, ἐπανῆκεν ἀπὸ τῆς Αἰγύπτου τὸν Εὐνόμιον ἄγων, καὶ τὸν Εὐδόξιον εὑρὼν ὁμόφρονα, καὶ πρὸς τῇ δυσσεβείᾳ καὶ Συβαριτικῇ κεχρημένον χλιδῇ, πάντων προὐτίμησε τὴν ἐν Ἀντιοχείᾳ διατριβήν:
1068-c
καὶ σὺν Εὐνομίῳ ταῖς ἐκείνου προσηλώθη στιβάσι.
1068-c
Τὸν γὰρ τῶν κολάκων ἐζηλώκει βίον, καὶ νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παῤ ἐκεῖνον διετέλει φοιτῶν τε καὶ γαστριζόμενος. Τότε μέντοι ὁ βασιλεὺς τοῦτο μαθὼν, εἰσαχθῆναί τε προσέταξε τὸν Ἀέτιον, καὶ εἰσεληλυθότος, τὴν ἔκθεσιν ἐκείνην ἐπέδειξε, πυνθανόμενος εἰ αὐτὸς ἐκείνους τετοκὼς εἴη τοὺς λόγους.
Ὁ δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν, καὶ τὸν τῆς πεύσεως οὐκ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, ἔφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ. Ὁ δὲ βασιλεὺς, τὴν τῆς δυσσεβείας ὑπερβολὴν κατιδὼν, εὐθὺς αὐτὸν ἐξωστράκισεν, εἴς τι χωρίον τῆς Φρυγίας ἀπαχθῆναι κελεύσας. Καὶ ἐκεῖνος μὲν τὴν ἐκ τῆς βλασφημίας καρπωσάμενος ἀτιμίαν, ἐξεβλήθη τῶν βασιλείων. Εὐστάθιος δὲ καὶ τὸν Εὐδόξιον ἔφη ταῦτα φρονεῖν: σύνοικον γὰρ: αὐτοῦ καὶ σύσσιτον τὸν
1068-d
Ἀέτιον εἶναι, καὶ τῇ τούτου γνώμῃ διακονοῦντα ἐκεῖνον τὴν βλασφημίαν συγγεγραφέναι. Καὶ τεκμήριον ἔλεγεν εἶναι σαφὲς τοῦ συνειδέναι τοῖς γεγραμμένοις, τὸ μηδένα ἕτερον, ἀλλ̓ αὐτὸν εἰρηκέναι Ἀετίου εἷναι τὴν ἔκθεσιν. Ἀλλ̓ οὐ χρὴ τοπάζοντας τοὺς δικάζοντας κρίνειν, ὁ βασιλεὺς ἔφη, τὰ δὲ πεπραγμένα
1069-a
σὺν ἀκριβείᾳ ζητεῖν. Οὐκοῦν, ἔφη ὁ Εὐστάθιος, πεισάτω πάντας ἡμᾶς μὴ ταῦτα φρονεῖν ὁ Εὐδόξιος, ἀναθεματίζων τοῦ Ἀετίου τὸ σύγγραμμα. Τοῦ δὲ βασιλέως ἀσπαστῶς δεξαμένου τὴν αἴτησιν, καὶ τοῦτο γενέσθαι προστεταχότος, ἀνεδύετο μὲν ὁ Εὐδόξιος, καὶ πολλαῖς ἐκέχρητο μηχαναῖς, ἐκκλῖναι τὴν πρόκλησιν.
Ἐπειδὴ δὲ ἐχαλέπηνεν ὁ βασιλεὺς, καὶ σὺν Ἀετίῳ πέμψειν ἠπείλησεν, ὡς τοῦ δυσσεβοῦς φρονήματος κοινωνὸν, τὴν οἰκείαν ἠρνήθη διδασκαλίαν, ἢν καὶ τότε καὶ μετὰ ταῦτα
113
πρεσβεύων διατετέλεκεν.
Ἀντεπήγαγε μέντοι καὶ αὐτὸς τοῖς περὶ τὸν Εὐστάθιον, χρῆναι καὶ αὐτοὺς ἀναθεματίσαι λέγων ἄγραφον ὄν τοῦ ὁμοουσίου τὸ πρόσρημα. Ἀλλὰ καὶ τὸ ἐξ οὐκ ὄντων, ὁ Σιλβανὸς ἔφη, καὶ τὸ κτίσμα, καὶ τὸ ἑτεροούσιον ἄγραφα τυγχάνοντα, καὶ οὔτε προφητικοῖς, οὔτε ἀποστολικοῖς λογίοις προσκείμενα,
1069-b
δίκαιον αὐτοὺς ἀποκηρῦξαι, καὶ θείων ἐξελάσαι συλλόγων. Τούτοις καὶ βασιλεὺς ἐπεψήφισε, καὶ ἀναθεματίζειν ἐκείνους ἐκέλευσεν. Οἱ δὲ τὰ μὲν πρῶτα εἰς ἀντιλογίαν καθίσταντο: ὕστερον δὲ, τοῦ βασιλέως τὸν θυμὸν θεασάμενοι, δυσχεραίνοντες μὲν, ἀπεκήρυξαν δὲ ὅμως ἅπερ ὁ Σιλβανὸς αὐτοῖς προὔτεινεν.
Ἐπέκειντο δὲ λοιπὸν σφοδρότερον, τοῦ ὁμοουσίου τὸν ἀναθεματισμὸν εἰσπραττόμενοι. Ἀλλὰ συλλογιστικῶς τε καὶ ἀληθῶς ὁ Σιλβανὸς πρός τε αὐτοὺς καὶ τὸν βασιλέα ἔφη: Εἰ ἐξ οὐκ ὄντων οὐκ ἔστιν, οὔτε κτίσμα, οὔτε ἐξ ἑτέρας οὐσίας ὁ Θεὸς Λόγος, ὁμοούσιος ἄρα ἐστὶ τῷ γεγεννηκότι Θεῷ, ὡς Θεὸς ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ τὴν αὐτὴν ἔχει τῷ γεννήτορι φύσιν. Ἀλλὰ ταῦτα μὲν καὶ δυνατῶς καὶ ἀληθῶς εἰρήκει: ἐπείθετο δὲ τῶν παρόντων οὐδείς: ἀλλὰ βοῆ τε πολλὴ τῶν περὶ Ἀκάκιον καὶ Εὐδόξιον
1069-c
ἐγίνετο, καὶ ὁ βασιλεὺς ἐχαλέπηνε, καὶ τῶν Ἐκκλησιῶν ἐξελάσειν ἠπείλησεν. Ἐλεύσιος δὲ καὶ Σιλβανὸς, σὺν τοῖς ἄλλοις, καὶ αὐτὸν ἔφασαν ἐξουσίαν ἔχειν τῆς τιμωρίας, καὶ σφᾶς αὐτοὺς τῆς εὐσεβείας ἣ δυσσεβείας: οὐ μὴν προήσεσθαι τὴν πατρῴαν διδασκαλίαν.
Ὁ δὲ Κωνστάντιος, θαυμάζειν δέον καὶ τὴν σοφίαν, καὶ τὴν ἀνδρείαν, ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων παῤῥησίαν, τοὺς μὲν ἐξήλασε τῶν Ἐκκλησιῶν, ἑτέρους δὲ ἀντ̓ αὐτῶν καταστῆναι προσέταξε. Τότε τῆς μὲν Κωνσταντινουπόλεως Ἐκκλησίας ὁ Εὐδόξιος τυραννικῶς ἁρπάζει τὸν θρόνον: τῆς δὲ Κυζίκου τὸν Ἐλεύσιον ἐξελάσαντες, ἀντ̓ ἐκείνου κατέστησαν τὸν Εὐνόμιον.