Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας ἐπισιὁ??ʼὴ πρὸς Ἀλέξανδρον ἐπίσκοπον Κωνσταντινουπόλεως.
Τῷ τιμιωτάτῳ ἀδελφῷ καὶ ὁμοψύχῳ Ἀλεξάνδρῳ
888-c
Ἀλέξανδρος ὲν Κυρίῳ χαίρειν.
888-c
Ἡ φίλαρχος τῶν μοχθηρῶν ἀνθρώπων καὶ φιλάργυρος πρόθεσις ταῖς δοκούσαις ἀεὶ μείζοσι παροικίαις πέφυκεν ἐπιβουλεύειν, διὰ ποικίλων προφάσεων τῶν τοιούτων ἐπιτιθεμένων τῇ ἐκκλησιαστικῇ εὐσιβείᾳ.
Οἰστρηλατούμενοι γὰρ ὑπὸ τοῦ ἐνεργοῦντος ὲν
9
αὐτοῖς διαβόλου εἰς τὴν προκειμένην αὐτοῖς ἡδονὴν, πάσης εὐλαβείας ἀποσκιρτήσαντες, πατοῦσι τὸν τῆς κρίσεως τοῦ Θεοῦ φόβον. Περὶ ὧν ἀναγκαῖον.
889-a
ἦν μοι τῷ πάσχοντι δηλῶσαι τῇ ὑμετέρᾳ εὐλαβείᾳ, ʽ??ʼνα φυλάττησθε τοὺς τοιούτους, μή τις αὐτῶν τολμήσῃ καὶ ταῖς ὑμετέραις παροικίαις ἐπιβῆναι, ἤτοι δἰ ἑαυτῶν ʽἱκανοὶ γὰρ ὑποκρίνασθαι πρὸς ἀπάτην οἱ γόητεσ̓, ἣ διὰ γραμμάτων ψευδῶς κεκομψευμένων, καὶ δυναμένων ὑφαρπάσαι τὸν ἁπλῇ πίστει καὶ ἀκεραίῳ προσεσχηκότα. Ἄρειος γοῦν καὶ Ἀχιλλᾶς συνωμοσίαν ἔναγχος ποιησάμενοι, τὴν Κολλούθου φιλαρχίαν πολὺ χεῖρον ἣ ἐκεῖνος ἐζήλωσαν. Ὁ μὲν γὰρ αὐτοῖς τούτοις ἐγκαλῶν, τῆς ἑαυτοῦ μοχθηρᾶς προαιρέσεως εὗρε πρόφασιν. Οἱ δὲ τὴν ἐκείνου Χριστεμπορίαν θεωροῦντες, οὐκ ἔτι τῆς Ἐκκλησίας ὑποχείριοι μένειν ἐκαρτέρησαν: ἀλλ̓ ἑαυτοῖς σπήλαια λῃστῶν οἰκοδομήσαντες, ἀδιαλείπτως ἐν αὐτοῖς ποιοῦνται συνόδους, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν
889-b
ὲν ταῖς κατὰ Χριστοῦ καὶ ἡμῶν διαβολαῖς ἀσκούμενοι.
889-b
Οἴ πάσης τῆς εὐσεβοῦς ἀποστολικῆς δόξης κατηγοροῦντες, Ἰουδαϊκῷ προσχήματι Χριστομάχον συνεκρότησαν ἐργαστήριον, τὴν θεότητα τοῦ Σωτῆρος ἡμῶν ἀρνούμενοι, καὶ τοῖς πᾶσιν ἴσον εἷναι κηρύσσοντες.
Πᾶσαν τε αὐτοῦ τῆς σωτηρίου οἰκονομίας καὶ δἰ ἡμᾶς ταπεινώσεως φωνὴν ἐκλεξάμενοι, ἐξ αὐτῶν συναγείρειν πειρῶνται τῆς ἀσεβείας ἑαυτῶν τὸ κήρυγμα, τῆς ἀρχῆθεν θεότητος αὐτοῦ, καὶ παρὰ τῷ Πατρὶ δόξης ἀλέκτου τοὺς λόγους ἀποστρεφόμενοι.
Τὴν γοῦν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀσεβῆ περὶ Χριστοῦ δόξαν κρατύνοντες, τὸν παῤ αὐτῶν ἔπαινον ὡς ἔνι μάλιστα θηρῶνται, πάντα μὲν ὅσα καθ̓ ἡμῶν παῤ αὐτοῖς γελᾶται πραγματευόμενοι, στάσεις δὲ ἡμῖν καθ̓ ἡμέραν καὶ διωγμοὸς ἐπεγείροντες: καὶ τοῦτο μὲν δικαστήρια συγκροτοῦντες δἰ ἐντυχίας γυναικαρίων ἀτάκτων ʽ??ʼ ἠπάτησαν: τοῦτο δὲ τὸν Χριστιανισμὸν διασύροντες ἐκ τοῦ περιτροχάζειν
889-c
πᾶσαν ἀγυιὰν ἀσέμνως τὰς παῤ αὐτοῖς νεωτέρας. Ἀλλὰ καὶ τὸν ἄῤῥηκτον τοῦ Χριστοῦ χιτῶνα, ὃν οἱ δήμιοι διελεῖν οὐκ ἐβουλεύσαντο, αὐτοὶ σχίσαι ἐτόλμησαν.
Ἡμεῖς μὲν οὖν ἃ καὶ τῷ βίῳ αὐτῶν, καὶ τῇ ἀνοσίῳ ἐπιχειρήσει πρέπει, διὰ τὸ
10
λανθάνειν βραδέως ἐπιστήσαντες, παμψηφεὶ τῆς προσκυνούσης Χριστοῦ τὴν θεότητα αὐτοὺς Ἐκκλησίας ἐξηλάσαμεν.
Ἐπεχείρησαν δὲ, περιδρομαῖς χρώμενοι καθ̓ ἡμῶν, παρεκβαίνειν πρὸς τοὺς ὁμόφρονας συλλειτουργοὺς, σχήματι μὲν εἰρήνης καὶ ἑνώσεως ἀξίωσιν ὑποκρινόμενοι, τὸ δ̓ ἀληθὲς συναρπάσαι τινὰς αὐτῶν εἰς τὴν ἰδίαν νόσον διὰ χρηστολογίας σπουδάζοντες: καὶ στωμυλώτερα γράμματα παῤ αὐτῶν αἰτοῦντες, ἵνα παραναγινώσκοντες αὐτὰ τοῖς ὑπ̓ αὐτῶν
892-a
ἠπατημένοις, ἀμετανοήτους ἐφ̓ οἷς ἐσφάλησαν κατασκευάσωσιν, ἐπιτριβομένους εἰς ἀσέβειαν, ὡς ἂν συμψήφους αὐτοῖς καὶ ὁμόφρονας ἔχοντας ἐπισκόπους. Οὐχ ἅπερ γοῦν παῤ ἡμῖν πονηρῶς ἐδίδαξάν τε καὶ διεπράξαντο ὁμολογοῦσιν αὐτοῖς, δἰ ʽ??ʼ καὶ ἐξώσθησαν: ἀλλ̓ ἢ σιωπῇ ταῦτα παραδιδόασιν, ἢ πεπλασμένοις λόγοις καὶ ἐγγράφοις ἐπισκιάζοντες ἀπατῶσι. Πιθανωτέραις γοῦν καὶ βωμολόχοις ὁμιλίαις τὴν φθοροποιὸν αὐτῶν διδασκαλίαν ἐπικρύπτοντες, συναρπάζουσι τὸν εἰς ἀπάτην ἐκκείμενον, οὐκ ἀπεχόμενοι καὶ τοῦ παρὰ πᾶσι συκοφαντεῖν τὴν ἡμετέραν εὐσέβειαν, Ὅθεν καὶ συμβαίνει τινὰς τοῖς γράμμασιν αὐτῶν ὑπογράφοντας εἰς Ἐκκλησίαν εἰσδέχεσθαι: μεγίστης, ὡς οἶμαι, διαβολῆς
892-b
ἐπικειμένης τοῖς τοῦτο τολμῶσι συλλειτουργοῖς, τῷ μήτε τὸν ἀποστολικὸν κανόνα τοῦτο συγχωρεῖν, ἀλλὰ καὶ ὑπεκκαίειν τὴν ἐπ̓ αὐτοῖς διαβολικὴν κατὰ Χριστοῦ ἐνέργειαν. Δἰ ἃ δή καὶ οὐδὲν μελλήσας, ἀγαπητοὶ, δηλῶσαι ὑμῖν τὴν τῶν τοιούτων ἀπιστίαν ἐμαυτὸν διανέστησα, λεγόντων, ὅτι Ἥν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ γέγονεν ὕστερον ὁ πρότερον μὴ ὑπάρχων, τοιοῦτος γενόμενος ὅτε καί ποτε γέγονεν, οἷος καὶ πᾶς πέφυκεν ἄνθρωπος. Πάντα γὰρ, φασὶν, ὁ Θεὸς ἐξ οὐκ ὄντων ἐποίησε, συναναλαμβάνοντες τῇ τῶν ἁπάντων λογικῶν τε καὶ ἀλόγων κτίσει καὶ τὸν Υἱὸν τοῦ Θεοῦ. Οἷς ἀκολούθως καί φασιν αὐτὸν τρεπτῆς εἷναι φύσεως, ἀρετῆς τε καὶ κακίας ἐπιδεκτικόν: καὶ τῇ ἐξ οὐκ ὄντων ὑποθέσει, καὶ τὰς θείας τοῦ ἑ??ʼναι
892-c
αὐτὸν ἀεὶ συναναιροῦντες Γραφὰς, αἴ τὸ ἄτρεπτον τοῦ Λόγου, καὶ τὴν θεότητα τῆς σοφίας, τοῦ Λόγου, σημαίνουσιν, ἃ ἐστιν ὁ Χριστός.
Δυνάμεθα γοῦν καὶ ἡμεῖς, ὥς φασιν οἱ ἀλάστορες,
11
υἱοὶ γενέσθαι Θεοῦ, ὥσπερ κἀκεῖνος. Γέγραπται γάρ:
Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Ἐπιφερομένου δὲ αὐτοῖς τοῦ λέγοντος ἑξῆς τοῦ ῥητοῦ:
Αὐτοὶ δέ με ἠθέτησαν: ὅπερ οὐ φυσικόν ἐστι τῷ Σωτῆρι, ὄντι τῆς φύσεως ἀτρέπτου: πάσης εὐλαβείας ἑαυτοὺς ἐρημώσαντες, τοῦτό φασι, προγνώσει καὶ προθεωρίᾳ περὶ αὐτοῦ εἰδότα τὸν Θεὸν, ὅτι οὐκ ἀθετήσει, ἐξειλέχθαι αὐτὸν ἀπὸ πάντων. Οὐ γὰρ φύσει καὶ κατ̓ ἐξαίρετον τῶν ἄλλων υἱῶν ἔχοντά
893-a
τι ʽΟὔτε γὰρ φύσει υἱός τῖς ἐστι τοῦ Θεοῦ, φασὶν, οὔτε τινὰ ἔχων ἰδιότητα πρὸς αὐτὸν̓, ἀλλὰ καὶ αὐτὸν τρεπτῆς τυγχάνοντα φύσεως, διὰ τρόπων ἐπιμέλειαν καὶ ἄσκησιν μὴ τρεπόμενον ἐπὶ τὸ χεῖρον, ἐξελέξατο.
Ὡς εἰ καὶ Παῦλος τοῦτο βιάσαιτο καὶ Πέτρος, μηδὲν διαφέρειν τούτων τὴν ἐκείνου υἱότητα. Εἰς παράστασιν τῆς φρενοβλαβοῦς ταύτης διδασκαλίας καὶ ταῖς Γραφαῖς ἐμπαροινοῦντες, καὶ παρατιθέμενοι τὸ ὲν Ψαλμοῖς περὶ Χριστοῦ ῥητὸν, οὕτως ἔχον:
Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν: διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Περὶ μὲν οὖν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ οὕτε ἐξ οὐκ ὄντων γεγένηται, οὔτε ἦν ποτε ὅτε οὐκ ἦν, αὐτάρκης παιδεῦσαι Ἰωάννης ὁ εὐαγγελιστὴς γράφων οὕτως περὶ αὐτοῦ:
Ὁ μονογενὴς Υἱὸς, ὁ ὤν εἰς τὸν κόλπον
893-b
τοῦ Πατρός. Προνοούμενος γὰρ ὁ Θεῖος δεικνύναι διδάσκαλος ἀλλήλων ἀχώριστα πράγματα δύο, τὸν Πατέρα καὶ τὸν Υἱὸν, ὄντα αὐτὸν ὲν τοῖς κόλποις τοῦ Πατρὸς ὠνόμασεν. Ἀλλὰ γὰρ καὶ ὅτι τοῖς ἐξ οὐκ ὄντων γενομένοις ὁ Λόγος τοῦ Θεοῦ οὐ συναριθμεῖται, πάντα δἰ αὐτοῦ γεγονέναι ὁ αὐτός φησιν Ἰωάννης. Τὴν γὰρ ἰδιότροπον αὐτοῦ ὑπόστασιν ἐδήλωσεν εἰπών:
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος: πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Εἰ γὰρ πάντα δἰ αὐτοῦ ἐγένετο, πῶς ὁ τοῖς γενομένοις τὸ εἶναι χαρισάμενος, αὐτός ποτε οὐκ ἦν̔??ʼ Οὐ γάρ πως ὁ Λόγος, τὸ ποιοῦν, τοῖς γενομένοις τῆς αὐτῆς εἷναι φύσεως διορίζεται: εἴ γε αὐτὸς μὲν ἦν ἐν ἀρχῇ, πάντα δὲ δἰ αὐτοῦ ἐγένετο, καὶ
893-c
ἐξ οὐκ ὄντων ἐποίησεν. Ἐναντίον γὰρ δοκεῖ τοῖς ἐξ οὐκ ὄντων γενομένοις τὸ ὂν, καὶ ἀφεστηκὸς σφόδρα.
Τὸ μὲν
12
γὰρ, μεταξὺ Πατρὸς καὶ Υἱοῦ οὐδὲν δείκνυσιν εἷναι διάστημα, οὐδ̓ ἄχρι τινὸς ἐννοίας τοῦτο φαντασιῶσαι τῆς ψυχῆς δυναμένης: τὸ δὲ ἐξ οὐκ ὄντων δημιουργεῖσθαι τὸν κόσμον, νεωτέραν ἔχει τῆς ὑποστάσεως καὶ πρόσφατον τὴν γένεσιν, ὑπὸ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ πάντων εἰληφότων τὴν τοιαύτην οὐσίωσιν. Μακρὸν γοῦν θεωρήσας τοῦ Θεοῦ Λόγου τὸ ἦν, καὶ ὑπεραῖρον τῆς τῶν γεννητῶν διανοίας, ὁ εὐλαβέστατος Ἰωάννης, γένεσιν αὐτοῦ καὶ ποίησιν ἀπηξίωσεν εἰπεῖν, οὐδὲ ταῖς ὁμοστοίχοις συλλαβαῖς τὸ ποιοῦν τοῖς γιγνομένοις ὀνομάσαι τολμήσας: οὐχ ὅτι ἀγέννητος ἦν ʽἒν γὰρ ἀγέννητον, ὁ Πατὴῤ, ἀλλ̓ ὅτι διανοίας τῶν
896-a
εὐαγγελιστῶν, τάχα δὲ καὶ ἀγγέλων. καταλήψεως ὐπερεπέκεινά ἐστιν ἡ τοῦ Μονογενοῦς Θεοῦ ἀνεκδιήγητος ὑπόστασις.
Εἰς εὐσεβεῖς οὐκ οἶμαι λογιζομένους τοὺς μέχρι τούτων ἐπερωτᾷν τι τολμῶντας, διὰ τὸ ἀνήκοον τοῦ:
Χαλεπώτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ ἐξέταζε. Εἰ γὰρ ἑτέρων πολλῶν ἡ γνῶσις, καὶ τούτων ἀσυγκρίτως κολοβωτέρων, κέκρυπται τὴν ἀνθρωπίνην κατάληψιν ʽοἶά ἐστι παρὰ Παύλῳ:
Ἅ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ʽ??ʼ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὑτόν: ἀλλὰ καὶ τὰ ἄστρα φησὶν ὁ Θεὸς τῷ Ἀβραὰμ ἀριθμῆσαι μὴ δύνασθαι: καὶ ἔτι,
Ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ, φησὶ, τίς ἐξαριθμήσει;ʼ:ʼ πῶς ἂν περιεργάσαιτό τις τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, ἐκτὸς εἰ μὴ μελαγχολικῇ
896-b
διαθέσει ληφθεὶς τυγχάνοι, περὶ ἦς τὸ προφητικὸν Πνεῦμά φησι:
Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἢν καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν εὐεργετῶν τοὺς πάντων τῶν ὲν κόσμῳ κίονας, τοὺς θεηγόρους φημὶ ἀποστόλους, τὴν περὶ τούτων γνῶσιν αὐτῶν ἀποφορτίσασθαι ἐσπούδασε: πᾶσι μὲν οὖν αὐτοῖς οὐ φυσικὴν εἶναι λέγων τὴν κατάληψιν: μόνῳ δὲ τῷ Πατρὶ ἀνακεῖσθαι τὴν τοῦ θειοτάτου τούτου μυστηρίου ἑ??ʼησιν,
Οὐδεὶς γὰρ ἔγνω, τίς ἐστιν ὁ Υἱὸς, λέγων, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα οὐδεὶς ἔγνω, εἰ μή ὁ Υἱός. Περὶ οὖ καὶ τὸν Πατέρα οἶμαι λέγειν:
Τὸ μυστήριόν μου ἐμοί. Ὅτι δὲ μανιῶδες τὸ ἐξ οὐκ ὄντων τὸν Υἱὸν γεγονέναι φρονεῖν, χρονικὴν ἔχοντα τὴν προβολὴν, αὐτόθεν δείκνυται τὸ ἐξ οὐκ ὄντων, κἄν ἀγνοῶσιν οἱ ἀνόητοι τὴν τῆς φωνῆς αὐτῶν μανίαν.
13
Ἡ
896-c
γὰρ χρόνοις ἐμπολιτεύεσθαι δεῖ τὸ οὐκ ἦν, ἢ αἰῶνός τινι διαστήματι. Εἰ τοίνυν ἀληθὲς τὸ πάντα δἰ αὐτοῦ γεγονέναι, δῆλον ὅτι καὶ πᾶς αἰὼν, καὶ χρόνος, καὶ διαστήματα, καὶ τὸ πότε, ἐν οἷς τὸ οὐκ ἦν εὑρίσκεται, δἰ αὐτοῦ ἐγένετο. Καὶ πῶς οὐκ ἀπίθανον τὸν καὶ χρόνους, καὶ αἰῶνας, καὶ καιροὺς, ἐν οἶς τὸ οὐκ ἦν συμπέφυρται, ποιήσαντα, αὐτόν ποτε μὴ εἶναι λέγειν; Ἀδιανόητον γὰρ καὶ πάσης ἀμαθίας
897-a
ἀνάπλεων, τὸν αἴτιον γενόμενόν τινος, αὐτὸν μεταγενέστερον λέγειν τῆς ἐκείνου γενέσεως.
Προηγεῖται γὰρ κατ̓ αὐτοὺς τῆς τὰ ὅλα δημιουργουσης τοῦ Θεοῦ σοφίας ἐκεῖνο τὸ διάστημα, ἐν ᾧ φασι μὴ γεγενῆσθαι τὸν Υἱὸν ὑπὸ τοῦ Πατρός ψευδομένης κατ̓ αὐτοὺς καὶ τῆς πρωτότοκον αὐτὸν εἶναι πάσης κτίσεως ἀναγορευούσης Γραφῆς Σύμφωνα γοῦν τούτοις βοᾷ καὶ ὁ μεγαλοφωνότατος Παῦλος φάσκων περὶ αὐτοῦ:
Ὅν ἔθηκε κληρονόμον πάντων, δἰ ʽ??ʼ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ἀλλὰ καὶ,
Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, εἴτε Κυριότητες, εἴτε Θρόνοι, πάντα δἰ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων. Ἀσεβεστάτης οὖν φανείσης τῆς, ἐξ οὐκ ὄντων, ὑποδέσεως,
897-b
ἀνάγκη τὸν Πατέρα ἀεὶ ἑ??ʼναι Πατέρα. Ἔστι δὲ Πατὴρ ἀεὶ παρόντος τοῦ Υἱοῦ, δἰ ʽ??ʼν χρηματίζει Πατήρ. Ἀεὶ δὲ παρόντος αὐτῷ τοῦ Υἱοῦ, ἀεί ἐστιν ὁ Πατὴρ τέλειος, ἀνελλιπὴς τυγχάνων ἐν τῷ καλῷ: οὐ χρονικῶς, οὐδὲ ἐκ διαστήματος, οὐδὲ ἐξ οὐκ ὄντων γεννήσας τὸν μονογενῆ Υἱόν. Τί δέ; οὐκ ἀνόσιον τὸ λέγειν, ποτὲ μὴ εἷναι τὴν σοφίαν τοῦ Θεοῦ, τὴν λέγουσαν:
Ἐγὼ ἤμην παῤ αὐτῷ ἁρμόζουσα: ἐγὼ ἤμην ᾖ προσέχαιρεν; ἢ τὴν δύναμιν τοῦ Θεοῦ μὴ ὑπάρχειν ποτὲ, ἢ τὸν Λόγον αὐτοῦ ἠκρωτηριάσθαι ποτὲ, ἣ τὰ ἅλλα ἐξ ὦν ὁ Υἱὸς γνωρίζεται, καὶ ὁ Πατὴρ χαρακτηρίζεται; τὸ γὰρ ἀπαύγασμα τῆς δόξης μὴ εἶναι: λέγειν, συναναιρεῖ καὶ τὸ πρωτότυπον φῶς, οὗ ἐστιν ἀπαύγασμα.
Ει δὲ καὶ ἠ εἰκὼν τοῦ Θεοῦ οὐκ ἦν ἀεὶ, δῆλον ὅτι οὐδὲ οὖ ἐστὶν εἰκὼν ἔστιν ἀἑ??ʼ: ἀλλὰ καὶ τῷ μὴ εἶναι τὸν τῆς ὑποστάσεως τοῦ Θεοῦ χαρακτῆρα, συναναιρεῖται
897-c
κἀκεῖνος ὁ πάντως παῤ αὐτοῦ χαρακτηριζόμενος.
897-c
Ἐξ ἦς ἔστιν ἰδεῖν τὴν υἱότητα τοῦ Σωτῆρος ἡμῶν οὐδὲ μίαν ἔχουσαν κοινωνίαν πρὸς τὴν τῶν λοιπῶν υἱότητα.
14
Ὅν τρόπον γὰρ ἡ ἄῤῥητος αὐτοῦ ὑπόστασις ἀσυγκρίτῳ ὑπεροχῇ ἐδείχθη ὑπερκειμένη πάντων οἷς αὐτὸς τὸ εἷναι ἐχαρίσατο, οὕτως καὶ ἥ υἱότης αὐτοῦ, κατὰ φύσιν τυγχάνουσα τῆς πατρικῆς θεότητος, ἀλέκτῳ ὑπεροχῇ διαφέρει τῶν δἰ αὐτοῦ θέσει υἱοθετηθέντων, Ὁ μὲν γὰρ ἀτρέπτου φύσεως τυγχάνει, τέλειος ὢν καὶ διὰ πάντων ἀνενδεής: οἱ δὲ τῇ εἰς ἑκάτερα τροπῇ ὑποκείμενοι, τῆς παρὰ τούτου βοηθείας δέονται. Τί γὰρ ἂν καὶ προκόψαι ἔχοι ἡ τοῦ Θεοῦ σοφία, ἢ τί πρὁ??ʼλαβεῖν ἡ αὐτοαλήθεια, ἢ ὁ Θεὸς Λόγος; πῶς ἂν ἔχοι βελτιωθῆναι ἢ ἡ ζωὴ, ἢ τὸ ἀληθινὸν φῶς; Εἰ δὲ τοῦτο, πόσῳ πλεῖον τυγχάνει ἀφύσικον μωρίας ποτὲ δεκτικὴν γενέσθαι τὴν σοφίαν,
897-d
ἢ τὴν τοῦ Θεοῦ δύναμιν ἀσθὲν̔??ʼᾳ προσπλακῆναι,
897-d
900-a
ἢ ἀλογίᾳ τὸν λόγον ἀμαυρωθῆναι, ἢ τῷ ἀληθινῷ φωτὶ ἐπιμιχθῆναι σκότος; τοῦ μὲν Ἀποστόλου αὐτόθεν λέγοντος
Τίς κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; τοῦ δὲ Σσλομῶντος, ὅτι ἀδύνατον ἄν εἵη κἄν μέχρι πρὸς ἐννοίας εὑρεθῆναι
ὁδοὺς ὄφεως ἐπὶ πέτρας, ἥτις, κατὰ Παῦλον, ἐστὶν ὁ Χριστός. Οἱ δὲ κτίσματα αὑτοῦ τυγχάνοντες, ἄνθρωποί τε καὶ ἄγγελοι, καὶ εὐλογίας εἰλήφασι προκόπτειν ἀρεταῖς ἀσκούμενοι, καὶ νομίμους ἐντολὰς πρὸς τὸ μὴ ἁμαρτάνειν. Διὸ δὴ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, φύσει τοῦ Πατρὸς Υἱὸς τυγχάνων, ὑπὸ πάντων προσκυνεῖται. Οἱ δὲ ἀποθέμενοι τὸ πνεῦμα τῆς δουλείας, ἐξ ἀνδραγαθημάτων καὶ προκοπῆς τὸ τῆς υἱοθεσίας λαβόντες πνεῦμα, διὰ τοῦ
900-b
φύσει Υἱοῦ εὐεργετούμενοι, γίγνονται θέσει υἱοί.
900-b
Τὴν μὲν οὖν γνησίαν αὐτοῦ καὶ ἰδιότροπον, καὶ φυσικὴν, καὶ κατεξαίρετον υἰότητα ὁ Παῦλος οὕτως ἀπεφήνατο περὶ Θεοῦ εἰπών:
Ὅς γε τοῦ ἰδίον Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ̓ ὑπὲρ ἡμῶν, δηλονότι τῶν μὴ φύσει υἱῶν,
παρέδωκεν αὐτόν. Πρὸς γὰρ ἀντἱ??ʼ διαστολὴν τῶν οὐκ ἰδίων, Υἱὸν ἴδιον αὐτὸν ἔφησεν εἶναι. Ἐν δὲ τῷ Εὐαγγελίῳ:
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Ἐν δὲ Ψαλμοῖς ὁ Σωτήρ φησιν:
Κύριος εἶπε πρός με: Υἱός μου εἶ σύ. Γνησιότητα ἐμφανίζων, σημαίνει μὴ εἷναι αὐτοῦ γνησίους υἱοὺς ἄλλους τινὰς παῤ αὐτόν. Τί δὲ καὶ τό:
Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; οὐχὶ ἄντικρυς τῆς πατρικῆς μαιεύσεως φυσικήν ἐνδείκνυται υἱότητα, οὐ τρόπων ἐπιμελείᾳ, καὶ προκοπῆς ἀσκήσει,
15
ἀλλὰ φύσεως ἰδιώματι ταύτην
900-c
λαχόντος; Ὅθεν καὶ ἀμετάπτωτον ἔχει τὴν υἱότητα
900-c
ʽ?ʽ?ʼ μονογενὴς Υἱὸς τοῦ Πατρός: τὴν δὲ τῶν λογικῶν υἱοθεσίαν, οὐ κατὰ φύσιν ὑπάρχουσαν αὐτοῖς, ἀλλὰ τρόπων ἐπιτηδειότητι καὶ δωρεᾷ Θεοῦ, καὶ μεταπτωτὴν ὁ??ʼδεν ὁ λόγος.
Ἰδόντες γὰρ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας, καὶ τὰ ἑξῆς: καὶ,
Υἱοὺς ἐγέννησ̔??ʼ καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν, διὰ Ἡσαἱ̈́??ʼ εἰρηκέναι τὸν Θεὸν ἐδιδάχθημεν.
Πολλὰ λέγειν ἔχιον. ἀγαπητοὶ, παρέρχομαι, φορτικὸν εἶναι νομίσας διὰ πλειόνων διδασκάλους ὁμόφρονας ὑπομιμνήσκειν. Αὐτοὶ γὰρ θεδ̔??ʼδακτοί ἑστ̔??ʼ οὐκ ἀγνοοῦντες ὅ??ʼ ἡ ἔναγχ̔??ʼς ἐπαναστᾶσα τῇ ἐκκλησιαστικῇ εὐσεβείᾳ διδασκαλία, Ἑ̓??ʼίωνὀς ἐστι καὶ Ἀρτεμ̔??ʼ, καὶ ζῆλος τοῦ κατὰ Ἀντιόχειαν Παύλου τοῦ Σαμοσ̔??ʼως, συνόδῳ καὶ κρἱ??ʼι τῶν ἁπανταχοῦ ἐπισκόπων ἀποκηρυχθέντος τῆς Ἐκκλησίας: ἔν διαδεξάμενος
901-a
Λουκιανὸς, ἀποσυνάγωγος ἔμεινε τριῶν ἐπισκόπων πολυετεῖς χρόνους. Ὧν τῆς ἀσεβείας τὴν τρύγα ἐῤῥοφηκότες νῦν ἡμῖν οἱ ἐξ οὐκ ὄντων ἐπεφύησαν, τὰ ἐκείνων κεκρυμμένα μοσχεύματα, Ἄρειός τε καὶ Ἀχιλλᾶς, καὶ ἡ τῶν σὺν αὐτοῖς πονηρευομένων σύνοδος: καὶ οὐκ ὁ??ʼδ̓ ὅπως ἐν Συρίᾳ χειροτονηθέντες ἐπίσκοποι τρεῖς, διὰ τοῦ συναινεῖν αὐτοῖς ἐπὶ τὸ χεῖρον ὑπεκκαίουσι. Περὶ ὧν ἡ κρίσις ἐπανακείσθω τῇ ὑμετέρᾳ δοκιμασίᾳ. Οἵ τὰς μὲν τοῦ σωτηρίου πάθους, ταπεινώσεώς τε καὶ κενώσεως, καὶ τῆς καλουμένης αὐτοῦ πτωχείας, καὶ ὦν ἐπικτήτους ὁ Σωτὴρ δἰ ἡμᾶς ἀνεδέξατο φωνὰς, διὰ μνήμης ἔχοντες, παρατίθενται ἐπὶ παραγραφῇ τῆς ἀνωτάτω καὶ ἀρχῆθεν αὐτοῦ θεότητος: τῶν δὲ
901-b
τῆς φυσικῆς αὐτοῦ δόξης τε καὶ εὐγενείας καὶ παρὰ τῷ Πατρὶ μονῆς σημαντικῶν λόγων ἐπιλήσμονες γεγόνασιν: οἷόν ἐστι τὸ,
Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Ὅπερ φησὶν ὁ Κύριος, οὐ Πατέρα ἑαυτὸν ἀναγορεύων, οὐδὲ τὰς τῇ ὑποστάσει δύο φύσεις μίαν εἷναι σαφηνίζων: ἀλλ̓ ὅτι τὴν πατρικὴν ἐμφέρειαν ἀκριβῶς πέφυκε σώζειν ὁ Υἱὸς τοῦ Πατρὸς, τὴν κατὰ πάντα ὁμοιότητα αὐτοῦ ἐκ φύσεως ἀπομαξάμενος, καὶ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρὸς τυγχάνων, καὶ τοῦ πρωτοτύπου ἔκτυπος χαρακτήρ. Ὅθεν καὶ τῷ τηνικαῦτα ποθοῦντι ἰδεῖν Φιλίππῳ ἀφθόνως ὁ Κύριος ἐμφανίζει: πρὸς ὃν λέγοντα,
Δεῖξον
16
ἡμῖν τὸν Πατέρα, λέγει:
Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα: ὥσπερ δἰ ἐσόπτρου ἀκηλιδώτου καὶ ἐμψύχου θείας εἰκόνος αὐτοῦ θεωρουμένου τοῦ Πατρός;
901-c
ὅν ʽ??ʼμοιον ἐν Ψαλμοῖς οἱ ἁγιώτατοί φασιν:
Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Διὸ δὴ καὶ ὁ τιμῶν τὸν Υἱὸν, τιμᾷ τὸν Πατέρα: καὶ εἰκότως. Πᾶσα γὰρ ἀσεβὴς φωνὴ. εἰς τὸν Υἱὸν λέγεσθαι τολμωμένη, εἰς τὸν Πατέρα τὴν ἀναφορὰν ἔχει.
Καὶ τί λοιπὸν ἔτι θαυμαστὸν ὅ μέλλω γράφειν, ἀγαπητοὶ, εἰ τὰς κατ̓ ἐμοῦ ψευδεῖς διαβολὰς, καὶ τοῦ εὐσεβεστάτου ἡμῶν λαοῦ, ἐκθήσομαι; Οἱ γὰρ κατὰ τῆς θεότητος τοῦ Υἱοῦ τοῦ Θεοῦ παραταξάμενοι, οὐδὲ τὰς καθ̓ ἡμῶν ἀχαρίστους παροινίας παραιτοῦνται λέγειν: οἵ γε οὐδὲ τῶν ἀρχαίων τινὰς συγκρίνειν ἑαυτοῖς ἀξιοῦσιν, οὐδὲ οἷς ἡμεῖς ἐκ παίδων ὡμιλήσαμεν διδασκάλοις ἐξισοῦσθαι ἀνέχονται: ἀλλ̓ οὐδὲ τῶν νῦν πανταχοῦ συλλειτουργῶν τινα εἰς μέτρον σοφίας ἡγοῦνται, μόνοι σοφοὶ, καὶ ἀκτήμονες, καὶ δογμάτων εὑρεταὶ λέγοντες εἶναι, καὶ αὐτοῖς
901-d
ἀποκεκαλύφθαι μόνοις ἅπερ οὐδενὶ τῶν ὑπὸ τὸν ἥλιον ἑτέρῳ πέφυκεν ἐλθεῖν εἰς ἔννοιαν Ὥ ἀνοσίου τύφου, καὶ ἀμέτρου μανίας, καὶ μελαγχολικοῖς ἡρμοσμένης δόξης κενῆς, καὶ ʽ??ʼκοῦ φρονήματος εἰς
904-a
τὰς ἀνοσίους αὐτῶν ψυχὰς ἀποσκιρώσαντοσς3 Ὁ??ʼ κἁ??ʼῄδεσεν αὐτοὺς ἡ τῶν ἀρχαίων Γραφῶν φιλόθεος σαφήνεια, οὐδὲ ἡ τῶν συλλειτουργῶν σύμφωνος περὶ Χριστοῦ εὐλάβεια τὴν κατ̓ αὐτοῦ θρασύτητα αὐτῶν ἠμαύρωσεν. Ὧν οὐδὲ τὰ δαιμόνια τῆς ἀνοσιουργίας ἀνέξεται, φωνὴν βλάσφημον κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰπεῖν φυλαττόμενα.
Ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὴν παροῦσαν δύναμιν ἐπαπορείσθω πρὸς τοὺς ἀπαιδεύτῳ ὕλῃ κατὰ τοῦ Χριστοῦ κονισαμένους, καὶ τὴν εἰς αὐτὸν εὐσέβειαν ἡμῶν συκοφαντεῖν προθεμένους. Φασὶ γὰρ ἡμᾶς, οἱ φληνάφων ἐφευρεταὶ μύθων, ἀποστρεφομένους τὴν ἐξ οὐκ ὄντων ἀσεβῆ καὶ ἄγραφον κατὰ Χριστοῦ βλασφημίαν, ἀγέννητα διδάσκειν δύο, δυοῖν θάτερον λέγοντες δεῖν εἷναι οἱ ἀπαίδευτοι, ἢ ἐξ οὐκ ὄντων
904-b
αὐτὸν εἶναι φρονεῖν, ἣ πάντως ἀγέννητα λέγειν δύο: ἀγνοοῦντες, οἱ ἀνάσκητοι, ὧς μακρὸν ἂν εἴη μεταξὺ Πατρὸς ἀγεννήτου, καὶ τῶν
17
κτισθέντων ὑπ̓ αὐτοῦ ἐξ οὑκ ὄντων, λογικῶν τε καὶ ἀλόγων: ὧν μεσιτεύουσα φύσις μονογενής, δἰ ἦς τὰ ὅλα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Πατὴρ τοῦ Θεοῦ Λόγου, ἐξ αὐτοῦ τοῦ ὄντος Πατρὸς γεγέννηται: ὡς καὶ αὐτός που διεμαρτύρατο λέγων ὁ Κύριος:
Ὁ ἀγαπῶν τὸν Πατέρα, ἀγαπᾷ καὶ τὸν Υἱὸν τὸν ἐξ αὐτοῦ γεγεννημένον. Περὶ ὧν ἡμεῖς οὕτως πιστεύομεν, ὡς τῇ ἀποστολικῇ Ἐκκλησίᾳ δοκεῖ. Εἰς μόνον ἀγέννητον Πατέρα, οὐδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον ἔχοντα, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀεὶ κατὰ ταυτὰ καὶ ὡσαύτως ἔχοντα, οὔτε προκοπὴν, οὔτε μείωσιν ἐπιδεχόμενον, νόμου, καὶ
904-c
προφητῶν, καὶ Εὐαγγελίων δοτῆρα, πατριαρχῶν, καὶ ἀποστόλων, καὶ ἀπάντων ἁγίων Κύριον. Καὶ εἰς ʽ??ʼ Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ μονογενῆ, γεννηθέντα οὐκ ἐκ τοῦ μὴ ὄντος, ἀλλ̓ ἐκ τοῦ ὄντος Πατρὸς, οὐ κατὰ τὰς τῶν σωμάτων ὁμοιότητας, ταῖς τομαῖς, ἢ ταῖς ἐκ διαιρέσεων ἀποῤῥίαις, ὥσπερ Σαβελλίῳ καὶ Βαλεντίνῳ δοκεῖ: ἀλλ̓ ἀῤῥήτως καὶ ἀνεκδιηγήτως, κατὰ τὸν εἰπόντα, ὡς ἀνωτέρω παρεθήκαμεν:
Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; τῆς ὑποστάσεως αὐτοῦ πάσῃ τῇ γεννητῇ φύσει ἀπεριεργάστου τυγχανούσης, καθὼς καὶ αὐτὸς ὁ Πατὴρ ἀπεριέργαστός ἐστι, διὰ τὸ μὴ χωρεῖν τὴν τῶν λογικῶν φύσιν τῆς πατρικῆς θεογονίας τὴν εἴδησιν. Ἅπερ ʽ??ʼ παῤ ἐμοῦ δεῖ μαθεῖν ἄνδρας τῷ τῆς ἀληθείας πνεύματι κινουμένους, ὑπηχούσης ἡμᾶς καὶ τῆς φθασάσης Χριστοῦ περὶ τούτου φωνῆς, καὶ διδασκούσης:
Καὶ
904-d
οὐδεὶς οἶδε τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ οὐδεὶς οἶδε τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ. Ἄτρεπτον τοῦτον
905-a
καὶ ἀναλλοίωτον. ὠς τὸν Πατέρα, ἀπροσδεῆ, καὶ τέλειον Υἱὸν, ἐμφερῆ τε τῷ Πατρὶ μεμαθήκαμεν, μόνῳ τῷ ἀγεννήτῳ λειπόμενον ἐκείνου. Εἰκὼν γάρ ἐστιν ἀπηκριβωμένη καὶ ἀπαράλλακτος τοῦ Πατρός.
Πάντων γὰρ εἶναι τὴν εἰκόνα πλήρη, δἰ ὧν ἡ μείζων ἐμφέρεια, δῆλον: ὡς αὐτὸς ἐπαίδευσεν ὁ Κύριος,
Ὁ Πατήρ μου, λέγων, μείζων μού ἐστι. Καὶ κατὰ τοῦτο καὶ τὸ ἀεὶ εἶναι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς πιστεύομεν.
Ἀπαύγασμα γάρ ἐστι τῆς δόξης, καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως. Ἀλλὰ μή τις τὸ ἀεὶ πρὸς ὑπόνοιαν ἀγεννήτου λαμβανέτω, ὡς οἴονται οἱ τὰ τῆς ψυχῆς αἰσθητήρια πεπηρωμένοι.
Οὕτε γὰρ τὸ ἦν, οὔτε
18
τὸ ἀεὶ, οὔτε τὸ πρὸ αἰώνων ταὐτόν ἐστι τῷ ἀγεννήτῳ: ἀλλ̓ οὐδ̓ ὁτιοῦν ἀνθρώπων ἔννοια ὀνοματοποιῆσαι σπουδάσει, δηλοῖ τὸ ἀγέννητον.
Ὡς καὶ ὑμᾶς οὕτως ἐκδέχεσθαι πιστεύω, καὶ τεθάῤῥηκα τῇ περὶ πάντων ὑμῶν ὀρθῇ προθέσει, κατὰ μηδένα τρόπον τούτων τῶν ὀνομάτων τὸ ἀγέννητον
905-b
δηλούντων. Ἔοικε γὰρ οἱονεὶ χρόνων εἶναι παρέκτασις ταῦτα τὰ ὀνόματα, τὴν μέντοι κατ̓ ἀξίαν τοῦ Μονογενοῦς θεότητα, καὶ οἶον ἀρχαιότητα σημαίνειν μὴ δυνάμενα, τῶν δὲ ἁγίων ἀνδρῶν, ὡς δύναμις ἑκάστῳ, ἐμφανίσαι τὸ μυστήριον βιαζομένων, καὶ συγγνώμην αἰτούντων παρὰ τῶν ἀκροατῶν δἰ εὐλόγου ἀπολογίας, διὰ τοῦ λέγειν: Εἰς ἃ ἐφθάσαμεν. Εἰ δέ τι παρὰ τὸ ἀνθρώπινον διὰ χειλέων φθέγμα μεῖζόν τι προσδοκῶσιν οἱ ἄνδρες, τὰ ἐκ μέρους αὐτοῖς γνωρισθέντα καταργεῖσθαι λέγοντες, δῆλον ὅτι καὶ πολὺ τοῦ ἐλπιζομένου λείπεται τὸ ἦν, καὶ τὸ ἀεὶ, καὶ τὸ πρὸ αἰώνων, ἅπερ δ̓ ἂν ᾖ, οὐκ ἔστι ταὐτὰ τῷ ἀγεννήτῳ. Οὐκοῦν τῷ μὲν ἀγεννήτῳ Πατρὶ οἰκεῖον ἀξίωμα φυλακτέον, μηδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον λέγοντας: τῷ δὲ Υἱῷ
905-c
τὴν ἁρμόζουσαν τιμὴν ἀπονεμητέον, τὴν ἄναρχον αὐτῷ παρὰ τοῦ Πατρὸς γέννησιν ἀνατιθέντας: καὶ ὡς ἐφθάσαμεν αὐτῷ σέβας ἀπονέμοντες, μόνον εὐσεβῶς καὶ εὐφήμως τὸ ἦν, καὶ τὸ ἀεὶ, καὶ τὸ πρὸ αἰώνων λέγοντες ἐπ̓ αὐτοῦ: τὴν μέντοι θεότητα αὐτοῦ μὴ παραιτούμενοι, ἀλλὰ τῇ εἰκόνι καὶ τῷ χαρακτῆρι τοῦ Πατρὸς ἀπηκριβωμένην ἐμφέρειαν κατὰ πάντα ἀνατιθέντες: τὸ δὲ ἀγέννητον τῷ Πατρὶ μόνον ἰδίωμα παρεῖναι δοξάζοντες: ἄτε δὴ καὶ αὐτοῦ φάσκοντος τοῦ Σωτῆρος:
Ὁ Πατήρ μου μείζων μού ἐστι. Πρὸς δὲ τῇ εὐσεβεῖ ταύτῃ περὶ Πατρὸς καὶ Υἱοῦ δόξῃ, καθὼς ἡμᾶς αἱ θεῖαι Γραφαὶ διδάσκουσιν, ἓν Πνεῦμα ἄγιον ὁμολογοῦμεν, τὸ καινίσαν τούς τε
908-a
τῆς Παλαιᾶς Διαθήκης ἁγίους ἀνθρώπους, καὶ τοὺς τῆς χρηματιζούσης Καινῆς παιδευτὰς θείους. Μίαν καὶ μόνην καθολικὴν, τὴν ἀποστολικὴν Ἐκκλησίαν, ἀκαθαίρετον μὲν ἀεὶ, κἂν πᾶς ὁ κόσμος αὐτῇ πολεμεῖν βουλεύηται, νικηφόρον δὲ πάσης τῆς τῶν ἑτεροδόξων ἀσεβεστάτης ἐπαναστάσεως, εὐθαρσεῖς ἡμᾶς κατασκευάσαντος τοῦ οἰκοδεσπότου αὐτῆς, διὰ τοῦ βοᾷν:
Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Μετὰ τοῦτο τὴν ἐκ νεκρῶν ἀνάστασιν οἴδαμεν, ἧς ἀπαρχὴ γέγονεν ὁ Κύριος ἡμῶν
19
Ἰησοῦς Χριστὸς, σῶμα φορέσας ἀληθῶς, καὶ οὐ δοκήσει, ἐκ τῆς Θεοτόκου Μαρίας. Ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας ἐπιδημήσας τῷ γένει τῶν ἀνθρώπων, σταυρωθεὶς καὶ ἀποθανὼν, ἁλλ̓ οὐ διὰ ταῦτα τῆς
908-b
ἑαυτοῦ θεότητος ἥττων γεγενημένος. Ἀναστὰς ἐκ νεκρῶν, ἀναληφθεὶς ἐν οὐρανοῖς καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης.
Ταῦτα ἐκ μέρους ἐνεχάραξα τῇ ἐπιστολῇ, τὸ καθ̓ ἕκαστον ἐπ̓ ἀκριβείας γράφειν φορτικὸν, ὡς ἔφην, εἶναι νομίσας, διὰ τὸ μηδὲ τὴν ἱερὰν ὑμῶν ταῦτα λεληθέναι σπουδήν. Ταῦτα διδάσκομεν, ταῦτα κηρύττομεν, ταῦτα τῆς Ἐκκλησίας τὰ ἀποστολικὰ δόγματα, ὑπὲρ ὧν καὶ ἀποθνήσκομεν, τῶν ἐξόμνυσθαι αὐτὰ βιαζομένων ἧττον πεφροντικότες, εἰ καὶ διὰ βασάνων ἀναγκάζουσι, τὴν ὲν αὐτοῖς ἐλπίδα μὴ ἀποστρεφόμενοι.
Ὧν ἐναντίοι γενόμενοι οἱ ἀμφὶ τὸν Ἄρειον καὶ Ἀχιλλᾶν, καὶ οἱ τῆς ἀληθείας σὺν αὐτοῖς πολέμιοι, ἀπεώσθησαν τῆς Ἐκκλησίας, ἀλλότριοι γενόμενοι τῆς εὐσεβοῦς ἡμῶν διδασκαλίας, κατὰ τὸν μακάριον Παῦλον λέγοντα:
Εἱ τις ὑμᾶς εὐαγγελίζεται παῤ ὃ παρελάβετε, ἀνάθεμα ἔστω, κἂν ἄγγελος
908-c
ἐξ οὐρανοῦ εἱναι προσποιῆται. Ἀλλὰ καὶ:
Εἰ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ̓ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, καὶ τὰ ἑξῆς. Τούτους ἀναθεματισθέντας ἀπὸ τῆς ἀδελφότητος, μηδεὶς ὑμῶν δεχέσθω, μηδὲ ἀνεχέσθω τῶν λεγομένων ἢ γραφομένων ὑπ̓ αὐτῶν.
Πάντα γὰρ οἱ γόητες ψεύδονται, ἀλήθειαν οὐ μὴ λαλήσωσι.
Περιέρχονται γὰρ τὰς πόλεις, οὐδὲν ἕτερον σπουδάζοντες, ἢ τῷ τῆς φιλίας προσχήματι, καὶ τῷ τῆς εἰρήνης ὀνόματι, δἰ ὑποκρίσεως καὶ κολακείας γράμματα διδόναι καὶ λαμβάνειν, πρὸς τὸ πλανᾷν διὰ τούτων τὰ ὑπ̓ αὐτῶν ἠπατημένα ὀλίγα γυναικάρια σεσωρευμένα ἁμαρτίαις, καὶ τὰ ἑξῆς.
Τούτους οὖν τοὺς τὰ τοσαῦτα κατὰ Χριστοῦ τολμήσαντας, τοὺς τὸν Χριστιανισμὸν τοῦτο μὲν δημοσίᾳ διασύραντας, τοῦτο δὲ ἐπὶ δικαστηρίων ἐπιδεικτιᾷν φιλοτιμουμένους, τοὺς διωγμὸν ἡμῖν ἐν εἰρήνῃ τὸ
908-d
ὅσον ἐπ̓ αὐτοῖς ἐπεγείραντας, τοὺς τὸ ἅῤῥητον
908-d
909-a
μυστήριον τῆς Χριστοῦ γενέσεως ἐκνευρίσαντας, τούτους ἀποστραφέντες, ἀγαπητοὶ καὶ ὁμόψυχοι ἀδελφοὶ, σύμψηφοι γίνεσθε κατὰ τῆς μανιώδους αὐτῶν τόλμης, καθ̓ ὁμοιότητα τῶν ἀγανακτησάντων συλλειτουργῶν ἡμῶν, καὶ ἐπιστειλάντων μοι κατ̓ αὐτῶν, καὶ
20
τῷ τόμῳ συνυπογραψάντων, ʽ??ʼ καὶ διεπεμψάμην ὑμῖν διὰ τοῦ υἱοῦ μου τοῦδε Ἀπίωνος τοῦ διακόνου, τοῦτο μὲν πάσης Αἰγύπτου καὶ Θηβαΐδος, τοῦτο δὲ Λιβύης τε καὶ Πενταπόλεως, καὶ Συρίας, καὶ ἔτι Λυκίας καὶ Παμφυλίας, Ἀσίας, Καππαδοκίας, καὶ τῶν ἄλλων περιχώρων: ὧν καθ̓ ὁμοιότητα καὶ παῤ ὑμῶν δέξασθαι πέποιθα. Πολλῶν γάρ μοι βοηθημάτων πρὸς τοὺς βλαβέντας πεπορισμένων, καὶ τοῦτο εὕρηται λυσιφάρμακον τοῦ ὑπ̓ αὐτῶν
909-b
ἀπατηθέντος λαοῦ, πειθομένων καὶ ταῖς τῶν συλλειτουργῶν ἡμῶν συγκαταθέσεσιν εἰς μετάνοιαν διὰ τούτου ἔρχεσθαι σπουδαζόντων. Ἀσπάσασθε ἀλλήλους σὺν τῇ παῤ ὑμῶν ἀδελφότητι. Ἐῤῥῶσθαι ὑμᾶς ὲν Κυρίῳ εὔχομαι, ἀγαπητοί: ὀναίμην ὑμῶν τῆς φιλοχρίστου ψυχῆς.
Εἰσὶ δὲ οἱ ἀναθεματισθέντες αἱρεσιῶται, ἀπὸ πρεσβυτέρων, Ἄρειος: ἀπὸ διακόνων δὲ, Ἀχιλλᾶς, Εὐξώϊος, Ἀειθαλᾶς, Λούκιος, Σαρμάτης, Ἰούλιος, Μηνᾶς, Ἄρειος ἕτερος, Ἑλλάδιος.
Συνῳδὰ τούτοις ἐπέστειλε καὶ Φιλογονίῳ τῷ τῆς Ἀντιοχέων Ἐκκλησίας προέδρῳ, καὶ Εὐσταθίῳ τῷ τηνικαῦτα τὴν Βέῤῥοιαν ἰθύνειν πεπιστευμένῳ, καὶ τοῖς ἄλλοις ὅσοι τῶν ἀποστολικῶν δογμάτων ἦσαν συνήγοροι. Ἀλλ̓ οὐδὲ ὁ Ἄρειος ἡσυχίαν ἅγειν ἠνέσχετο: ἔγραψε δὲ καὶ αὐτὸς πρὸς ἐκείνους οὓς ὁμόφρονας ἔχειν ἡγεῖτο. Ὅτι δὲ οὐδὲν ψευδὲς κατ̓ αὐτοῦ
909-c
ἔγραψεν ὁ θεῖος Ἀλέξανδρος, αὐτὸς Ἄρειος ἐν τοῖς πρὸς Εὐσέβιον τὸν Νικομηδείας μεμαρτύρηκε γράμμασιν. Ἐνθήσω δὲ καὶ ταύτην τῇ συγγραφῇ, ἴνα καὶ τοὺς κοινωνοὺς τῆς ἀσεβείας δήλους τοῖς ἀγνοοῦσι ποιήσω.
Ἔλεγχος Ἀρειανιζόντων ἐκ τῶν Εὐσταθίου καὶ Ἀθανασίου συγγραμμάτων.
Ὑπούλως μέντοι καὶ οὐκ εἰλικρινῶς οἱ προῤῥηθέντες
920-d
τῇδε τῇ πίστει συνέθεντο: καὶ μαρτυρεῖ τά τε ὕστερον παῤ αὐτῶν τυρευθέντα κατὰ τῶν τῆς εὐσεβείας προμάχων, καὶ τὰ παῤ αὐτῶν ἐκείνων περὶ αὐτῶν συγγραφέντα. Εὐστάθιος μὲν γὰρ ἐκεῖνος, ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ταῦτα περὶ αὐτῶν ἔγραψε, τά τε γεγενημένα
921-a
διδάσκων, καὶ τὴν βλασφημίαν ἐλέγχων, καὶ τὴν παροιμιακὴν ἑρμηνεύων ῥῆσιν τὴν φάσκουσαν:
Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Βαδιοῦμαι δὲ ἐντεῦθεν. ἤδη καὶ ἐπὶ τὰ πεπραγμένα.
Τί οὖν, ἐπειδὴ διὰ ταῦτα σύνοδος εἰς τὴν Νικαέων ἀφικνεῖται μεγίστη, διακοσίων μήτι γε καὶ ἑβδομήκοντα τὸν ἀριθμὸν ὁμόσε συναχθέντων; τὸ γὰρ σαφὲς διὰ τὸν τῆς πολυανδρίας ὄχλον οὐχ οἷός τέ εἰμι γράφειν, ἐπειδὴ μὴ πάντη τοῦτο περισπουδάστως ἀνίχνευον. Ὡς δὲ ἐζητεῖτο τῆς πίστεως ὁ τρόπος, ἐναργὴς μὲν ἔλεγχος τὸ γράμμα τῆς Εὐσεβίου προὐβάλλετο βλασφημίας. Ἐπὶ πάντων δὲ ἀναγνωσθὲν, αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἔνεκα τοῖς αὐτηκόοις προὐξένει, αἰσχύνην δ̓ ἀνήκεστον τῷ γράψαντι παρεῖχεν. Ἐπειδὴ δὲ τὸ
921-b
ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ παρανόμου γράμματος διαῤῥαγέντος ὑπ̓ ὄψει πάντων, ὁμοῦ τινες ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγασαν μὲν ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας. Οἱ δ̓ Ἀρειομανῖται δείσαντες, μήπως ἄρα τοσαύτης ἐν ταὐτῷ συνόδου συγκεκροτημένης ἐξοστρακισθεῖεν, ἀπαγορεύουσι μὲν καὶ ἀναθεματίζουσι προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα, συμφώνοις γράμμασιν ὑπογράψαντες αὐτοχειρί. Τῶν δὲ προεδριῶν διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν λαμβάνειν, τοτὲ μὲν λεληθότως, τοτὲ δὲ προφανῶς τὰς ἀποψηφισθείσας πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ἐλέγχοις. Βουλόμενοι δὲ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι
921-c
τοὺς ἐπιγνώμονας, καὶ ἐκκλίνουσι τοὺς ἐφόρους: καὶ ταύτῃ τοὺς τῆς εὐσεβείας κήρυκας ἐκπολεμοῦσιν. Οὐχ οὕτω δὲ πιστεύομεν, ὡς ἀνθρώπους ἀθέους δύνασθαι κρατῆσαι πώποτε τοῦ Θείου.
Κἂν γὰρ πάλιν ἰσχύσωσι, καὶ πάλιν ἡττηθήσονται, κατὰ τὸν σεμνόφωνον προφήτην Ἡσαῒαν. Ταῦτα μὲν οὖν ὁ μέγας Εὐστάθιος.
Ὁ δὲ τούτου συναγωνιστὴς, καὶ τῆς ἀληθείας πρόβολος Ἀθανάσιος, ὁ τῆς Ἀλεξάνδρου τοῦ πανευφήμου προεδρίας διάδοχος, οἷς πρὸς τοὺς Ἄφρους ἐπιστέλλων γέγραφε, καὶ ταῦτα προστέθεικε. Τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων, τὰς μὲν παρὰ τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸ ἐξ οὐκ ὄντων, καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν Υἱὸν, καὶ τὸ ἦν ποτε ὅ??ʼε οὐκ ἦν, καὶ ὅτι τρεπτῆς ἐστι φύσεως, τὰς δὲ τῶν
924-a
Γραφῶν ὁμολὸγουμένας γράψαι, ὅτι τε ἐκ τοῦ Θεοῦ ὁ Υἱὸς φύσει μονογενής ἐστι, Λόγος, δύναμις, σοφία μόνη τοῦ Πατρὸς, Θεὸς ἀληθινὸς, ὡς εἶπεν ὁ Ἰωάννης, καὶ ὡς ἔγραψεν ὁ Παῦλος, ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως: οἱ περὶ Εὐσέβιον, ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι, διελάλουν ἀλλήλοις: Συνθώμεθα. Καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν.
Εἷς γὰρ Θεὸς ἐξ οὗ τὰ πάντα, καὶ,
Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν: Πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Ἀλλ̓ οἱ ἐπίσκοποι θεωρήσαντες τὴν
924-b
κακουργίαν ἐκείνων, καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ Θεοῦ, καὶ ἔγραψαν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἷναι τὸν Υἱόν: ἴνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ̓ ἑαυτῶν ἥ χωρὶς αἰτίου εἶναι, ἀλλ̓ ἀρχὴν ἔχειν τοῦ γίνεσθαι, λέγηται ἐκ τοῦ Θεοῦ, ὁ δὲ Υἱὸς μόνος ἰδίως ἐκ τῆς τοῦ Πατρὸς οὐσίας. Τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ Λόγου τοῦ Πατρός. Καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη. Πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους, εἰ λέγοιεν τὸν Υἱὸν οὐ, κτίσμα, ἀλλὰ δύναμιν, σοφίαν τε μόνην τοῦ Πατρὸς, καὶ εἰκόνα ὰΐδιόν τε καὶ ἀπαράλλακτον κατὰ πάντα τοῦ Πατρὸς, καὶ Θεὸν ἀληθινὸν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις, ὅτι καὶ ταῦτα φθάνει καὶ εἰς
924-c
ἡμᾶς. Καὶ γὰρ καὶ ἡμεῖς εἰκὼν καὶ δόξα Θεοῦ λεγόμεθα, καὶ περὶ ἡμῶν εἴρηται:
Ἀεὶ γὰρ καὶ ἡμεις οἱ ζῶντες: καὶ,
Δυνάμεις πολλαί εἰσιν. —
Ἐξῆλθε γὰρ, φησὶ, πᾶσα ἡ δύναμις τοῦ Θεοῦ ἐκ γῆς Αἰγύπτου. Η δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται δύναμις μεγάλη. Καί:
Κύριος τῶν δυνάμεων μεθ̓ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ἀλλὰ καὶ τὸ ἰδίους ἡμᾶς εἷναι τοῦ Θεοῦ, ἔχομεν οὐχ ἁπλῶς, ἀλλ̓ ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. Εἰ δὲ καὶ Θεὸν ἀληθινὸν λέγουσι τὸν Υἱὸν, οὐ λυπεῖ ἡμᾶς: γενόμενος γὰρ ἀληθινός ἐστιν. Αὕτη τῶν Ἀρειανῶν ἡ διεφθαρμένη διάνοια. Ἀλλὰ καὶ ἐνταῦθα οἱ ἐπίσκοποι, θεωρήσαντες ἐκείνων τὸ δόλιον, συνήγαγον ἐκ τῶν Γραφῶν τὸ ἀπαύγασμα, τήν τε πηγὴν καὶ ποταμὸν, καὶ χαρακτῆρα πρὸς τὴν ὑπόστασιν, καὶ τό:
Ἐν
925-a
τῷ φωτί σου ὀψόμεθα φῶς: καὶ τό:
Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ λευκότερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱόν. Τὰ γὰρ προειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν. Καὶ ὁ γογγυσμὸς δὲ αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγχεται παῤ αὐτῶν μάταιος. Ἐξ ἀγράφων γὰρ ἀσεβήσαντες, ἄγραφα δὲ τὸ, ἐξ οὐκ ὄντων, καὶ τὸ, ἦν ποτε ὅτε οὐκ ἦν, αἰτιῶνται ὅτι ἐξ ἀγράφων μετ̓ εὐσεβείας ἐννοουμένων λέξεων κατεκρίθησαν.
Αὐτοὶ μὲν γὰρ, ὥς ἐκ κοπρίας εὑρόντες, ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς: οἱ δὲ ἐπίσκοποι, οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις, ἀλλ̓ἐκ τῶν Πατέρων ἔχοντες τὴν μαρτυρίαν, οὕτως ἔγραψαν. Ἐπίσκοποι γὰρ ἦσαν ἀρχαῖοι, πρὸ ἐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα, τῆς τε μεγάλης Ῥώμης, καὶ τῆς ἡμετέρας πόλεως,
925-b
ὁ??ʼ ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν Υἱὸν, καὶ μὴ ὁμοούσιον τῷ Πατρί. Καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος, ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας τῇ ἐν Νικαίᾳ συνόδῳ, ἔγραψε καὶ τοῖς ἰδίοις, διαβεβαιούμενος ὅτι Καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους συγγραφέας εὕρομεν, ἐπὶ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότητος, τῷ τοῦ ὁμοουσίου χρησαμένους ὁνόματι.
Οὔτοι μὲν οὗν κατακρύψαντες τὴν νόσον ʽἔδεισαν γὰρ τῶν ἐπισκόπων τὸ πλῆθοσ̓, τοῖς ἐκτεθεῖσι συνέθεντο, τὴν προφητικὴν κατηγορίαν ἐπισπασάμενοι.
Βοᾷ γὰρ καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός:
Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ αὐτῶν πόῤῥω ἀπέχει ἀπ̓ ἐμοῦ. Θεωνᾶς δὲ καὶ Σεκοῦνδος, τοῦτο δρᾶσαι μὴ βουληθέντες, παρὰ πάντων συμφώνως ἀπεκηρύχθησαν, ὡς τὴν Ἀρείου βλασφημίαν
925-c
τῆς εὐαγγελικῆς προτεθεικότες διδασκαλίας.
925-c
Αὗθις δὲ συνελθόντες εἰς τὸ συνέδριον, περὶ τῆς ἐκκλησιαστικῆς πολιτείας νόμους ἔγραψαν εἵκοσι.
928-a
Τὰ κατὰ Μελετίου Αἰγυπτίου, ἐξ οὗ Μελετιανοὶ σχισματικοὶ μέχρι τοῦ παρόντος διέμειναν: καὶ συνοδικὴ περὶ τούτου ἐπιστολή.
Ἐπειδὴ δὲ καὶ Μελέτιος, τῆς ἐπισκοπικῆς χειροτονίας ἠξιωμένος οὐ πρὸ πολλοῦ τῆς Ἀρείου μανίας, εἶτα ἐπὶ τισι παρανομίαις διελεγχθεὶς, ὑπὸ τοῦ θειοτάτου πέτρου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, ὅς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, καθῃρέθη μὲν, οὐκ ἔστερξε δὲ τὴν τῆς καθαιρέσεως ψῆφον,τήν τε Θηβαΐδα καὶ τὴν πελάζουσαν Αἴγυπτον, θορύβου καὶ ζάλης ἐνεπίμπλα, τυραννίδι κατὰ τῆς Ἀλεξανδρέων χρώμενος προεδρίας, ἔγραψαν πρὸς τὴν Ἀλεξανδρέων Ἐκκλησίαν ἃ
928-b
περὶ τῆς τούτου νεωτεροποιῖας ἐνομοθέτησαν. Ἔστι δὲ ταῦτα: Συνοδικὴ ἐπιστολή.
Τῇ ἀγίᾳ καὶ μεγάλῃ, χάριτι τοῦ Θεοῦ, Ἀλεξανδρέων Ἐκκλησίᾳ, καὶ τοῖς κατὰ τὴν Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ὲν Νικαίᾳ συναχθέντες, καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι, ἐν Κυρίῳ χαίρειν. Ἐπειδὴ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς, ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἁπάσης τῆς ἱερᾶς συνόδου ἀναγκαῖον ἐφάνη καὶ πρὸς ὑμᾶς ἀποσταλῆναι γράμματα, ἵν̓ εἰδέναι ἔχοιτε, τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη.
Πρῶτον μὲν ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν Ἀρείου
928-c
ἐπὶ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως Κωνσταντίνου, καὶ παμψηφεὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν, καὶ τὰ ῥήματα καὶ τὰ νοήματα αὐτοῦ τὰ βλάσφημα, οἷς ἐχρῆτο βλασφημῶν, τὸν Υἱὸν τοῦ Θεοῦ λέγων ἐξ οὐκ ὄντων εἷναι, καὶ πρὶν γεννηθῆναι μὴ εἷναι, καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν εἷναι τὸν Υἱὸν τοῦ Θεοῦ. Ταῦτα πάντα ἀνεθεμάτισεν ἡ ἀγία σύνοδος, οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης, καὶ τῆς ἀπονοίας, καὶ τῶν βλασφήμων ῥημάτων ἀνασχομένη. Καὶ τὰ μὲν κατ̓ ἐκεῖνον οἵου τέλους τετύχηκεν, ἢ ἀκηκόατε, ἣ ἀκούσεσθε, ἵνα μὴ δόξωμεν ἐπεμβαίνειν ἀνδρὶ δἰ οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ. Τοσοῦτον δὲ ἴσχυσεν ἡ αὐτοῦ ἀσέβεια, ὡς καὶ παραπολαῦσαι Θεωνᾶν τὸν ἀπὸ
928-d
Μαρμαρικῆς, καὶ Σεκοῦνδον τὸν ἀπὸ Πτολεμαΐδος.
928-d
Τῶν γὰρ αὐτῶν κἀκεῖνοι τετυχήκασιν. Ἀλλ̓ ἐπειδὴ ἡ τοῦ Θεοῦ χάρις, τῆς μὲν κακοδοξίας ἐκείνης καὶ τῆς βλασφημίας, καὶ τῶν προσώπων τῶν τολμησάντων
929-a
διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομένου ἄνωθεν λαοῦ ἠλευθέρωσε τὴν Λ̔??ʼγυπτον, ἐλείπετο δὲ τὰ κατὰ τὴν προπέτειαν Μελετίου, καὶ τῶν ὑπ̓ αὐτοῦ χειροτονηθέντων: καὶ τὰ περὶ τούτου δόξαντα τῇ συνόδῳ ἐμφανίζομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί. Ἔδοξε μὲν οὗν, φιλανθρωπότερον κινηθείσης τῆς ἁγίας συνόδου
κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδὲ μιᾶς συγγνώμης ἦν ἄξιος, Μελέτιόν φσμεν μένειν
31
ἐν τῇ πόλει αὐτοῦ, καὶ μηδεμίαν ἐξουσίαν ἔχειν, μήτε προχειρίζεσθαι, μήτε χειροθετεῖν, μήτε ἐν χώρᾳ ἢ πόλει τινὶ φαίνεσθαι ταύτης τῆς προθέσεως ἕνεκεν: ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθαι. Τοὺς δὲ ὐπ̓ αὐτοῦ κατασταθέντας, μυστικωτέρᾳ χειροτονίᾳ βεβαιωθέντας,
929-b
κοινωνηθῆναι ἐπὶ τούτοις, ἐφ̓ ᾧ τε ἔχειν μὲν αὐτοὺς καὶ λειτουργεῖν, δευτέρους δὲ εἷναι ἐξάπαντος τῶν ἐν ἑκάστῃ παροικίᾳ καὶ ἐκκλησίᾳ ἐξεταζομένων ὑπὸ τὸν τιμιώτατον καὶ συλλειτουργὸν ἡμῶν Ἀλέξανδρον προκεχειροτονημένων: ὡς τούτοις μὲν μηδεμίαν ἐξουσίαν εἷναι τοὺς ἀρεσκομένους αὐτοῖς προχειρίζεσθαι, ἥ ὑποβάλλειν ὄνομα, ἥ ὅλως ποιεῖν τι χωρὶς τῆς γνώμης τῶν τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἐπισκόπων τῶν ὑπ̓ Ἀλέξανδρον.
Τοὺς δὲ χάριτι Θεοῦ, καὶ εὐχαῖς ὑμετέραις, ἐν μηδενὶ σχίσματι εὑρεθέντας, ἀλλ̓ ἀκηλιδώτους ἐν τῇ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ ὄντας, ἐξουσίαν ἔχειν, καὶ προχειρίζεσθαι, καὶ ὄνομα ἐπιλέγεσθαι τῶν ἀξίων τοῦ κλήρου, καὶ ὅλως πάντα ποιεῖν κατὰ νόμον καὶ θεσμὸν τὸν ἐκκλησιαστικόν.
Εἰ δέ τινά ποτε συμβαίη ἀναπαύσασθαι τῶν ἐν τῇ Ἐκκλησίᾳ, τηνικαῦτα συναναβαίνειν εἰς τὴν τιμὴν
929-c
τοῦ τετελευτηκότος τὁ??ʼς ἄρτι προσληφθέντας, μόνον εἰ ἄξιοι φαίνοιντο, καὶ ὁ λαὸς αἱροῖτο, συνεπιψηφίζοντος αὐτοῖς καὶ ἐπισφραγίζοντος τοῦ τῆς καθολικῆς Ἀλεξανδρείας ἐπισκόπου. Τοῦτο δὲ τοῖς μὲν ἄλλοις ἅπασι συνεχωρήθη: ἐπὶ δὲ τοῦ Μελετίου προσώπου οὐκέτι ταῦτα ἔδοξε, διὰ τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν, καὶ διὰ τὸ πρόχειρον καὶ προπετὲς τῆς γνώμης: ἵνα μηδεμία ἐξουσία αὐθεντίας αὐτῷ δοθῇ, ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς αὐτὰς ἀταξίας ποιῆσαι. Ταῦτά ἐστι τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ, καὶ τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ Ἀλεξανδρέων. Εἰ δέ τι ἄλλο ἐκανονίσθη, ἢ ἐδογματίσθη, συμπαρόντος τοῦ κυρίου καὶ τιμιωτάτου συλλειτουργοῦ καὶ ἀδελφοῦ ἡμῶν Ἀλεξάνδρου, αὐτὸς παρὼν ἀνοίσει, ἅτε δὴ καὶ κύριος καὶ κοινωνὸς
932-a
τῶν γεγενημένων τυγχάνων. Εὐαγγελιζόμεθα δὲ ὑμᾶς καὶ περὶ τῆς συμφωνίας τοῦ ἁγιωτάτου ἡμῶν Πάσχα, ὅτι ταῖς ὑμετέραις εὐχαῖς κατωρθώθη καὶ τοῦτο τὸ μέρος, ὥστε πάντας τοὺς τῆς Ἑῴας ἀδελφοὺς, τοὺς τὸ πρότερον μὴ ποιοῦντας σύμφωνα Ῥωμαίοις, καὶ ὑμῖν, καὶ πᾶσι τοῖς ἐξ ἀρχῆς φυλάττουσι, τὸ Πάσχα ἐκ τοῦ δεῦρο μεθ̓ ὑμῶν ἄγειν. Χαίροντες
32
οὗν ἐπὶ τοῖς κατορθώμασι, καὶ ἐπὶ τῇ κοινῇ εἰρήνῃ καὶ συμφωνίᾳ, καὶ ἐπὶ τῷ πᾶσαν αἵρεσιν ἐκκοπῆναι. ἀποδέξασθε μετὰ μείζονος τιμῆς καὶ πλείονος ἀγάπης τὸν συλλειτουργὸν ἡμῶν, ἐπίσκοπον δὲ ὑμῶν Ἀλέξανδρον, τὸν εὐφράναντα ἡμᾶς τῇ παρουσίᾳ, καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ τοσοῦτον πόνον ὑποστάντα, ὑπὲρ τοῦ εἰρηνεῦσαι
932-b
τὰ παῤ ὑμῖν Εὔχεσθε δὲ καὶ ὑπὲρ ἡμῶν ἁπάντων, ἵνα τὰ καλῶς ἔχειν δόξαντα βέβαια μένοι διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατ̓ εὐδοκίαν γεγενημένα, ὥς γε πεπιστεύκαμεν, τοῦ Θεοῦ καὶ Πατρὸς ἐν Πνεύματι ἁγίῳ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡ Τριὰς ὁμοούσιος καὶ ἀΐδιος.
Ὁ μὲν δὴ θεῖος ἐκεῖνος τῶν ἀρχιερέων ὅμιλος ταύτην τῇ νόσῳ Μελετίου τὴν θεραπείαν προσήνεγκε.
Μεμένηκε δὲ ὅμως μέχρι καὶ τήμερον τῆς ἐκείνου παραπληξίας τὰ λείψανα: καὶ ἔστιν ἐν ἐκείνοις γε τοῖς χωρίοις μοναχῶν τινα συστήματα, οὔτε τοῖς ὑγιαίνουσι πειθόμενα δόγμασι, καὶ κατὰ τὴν πολιτείαν κενοῖς τισιν ἐπιτηδεύμασι κεχρημένα, τῇ Σαμαρειτῶν καὶ Ἰουδαίων φρενοβλαβείᾳ συμβαίνουσιν.
Ἐπιστολὴ βασιλέως Κωνσταντίνου πρὸς τοὺς ἀπολειφθέντας ἐπισκόπους περὶ τῶν ἐν τῇ
932-c
συνόδῳ τυπωθέντων.
Ἐπέστειλε δὲ καὶ βασιλεὺς ὁ μέγας, τοὺς ἀφικέσθαι μὴ δυνηθέντας τῶν ἐπισκόπων τὰ πεπραγμένα διδάσκων. Καὶ πρὁ??ʼργον νενόμικα καὶ ταύτην ἐνθεῖναι τῇ συγγραφῇ τὴν ἐπιστολὴν, τῆς τοῦ γεγραφότος ψυχῆς τὸ θεοφιλὲς σαφῶς ἐκδιδάσκουσαν.
Κωνσταντῖνος Σεβαστὸς ταῖς Ἐκκλησίαις.
Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας, ὅση τῆς θείας δυνάμεως πέφυκε χάρις, τοῦτον πρὸ πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπὸν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς Ἐκκλησίας πλήθεσι, πίστις μία, καὶ εἰλικρινὴς ἀγάπη, ὁμογνώμων τε περὶ τὸν παγκρατῆ Θεὸν εὐσέβεια τηρῆται.
Ἀλλ̓ ἐπειδὴ τοῦτο ἑτέρως οὐχ οἶόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μὴ εἰς ταυτὸν πάντων
933-a
ὁμοῦ, ἤγουν τῶν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τε τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο: τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων
33
, καὶ αὐτὸς δὲ, καθάπερ εἷς ἐξ ὑμῶν ἐτύγχανον συμπαρών: οὐ γὰρ ἀρνησαίμην ἂν ἐφ̓ ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι: ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ Θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι. Ἔνθα καὶ περὶ τῆς ἀγιωτάτης τοῦ Πάσχα ἡμέρας γενομένης ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν, ἐπὶ μιᾶς ἡμέρας πάντας τοὺς
933-b
ἀπαταχοῦ ἐπιτελεῖν. Τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται , τοῦ τὴν ἑορτὴν ταύτην, παῤ ἧς τὴν τῆς ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; Καὶ πρῶτον μὲν ἀνάξιον ἔδοξεν εἶναι, τὴν ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροῦν, οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες, εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν. Ἔξεστι γὰρ, τοῦ ἐκείνων ἔθους ἀποβληθέντος, ἀληθεστέρᾳ τάξει ἤν ἐν καιρῷ τῆς τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν, καὶ ἐπὶ τοὺς μέλλοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐγγίνεσθαι. Μηδὲν τοίνυν ἔστω ἡμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου. Εἰλήφαμεν γὰρ
933-c
παρὰ τοῦ Σωτῆρος ἑτέραν ὁδόν. Πρόκειται δρόμος τῇ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ πρέπων, καὶ νόμιμος: τούτου συμφώνως ἀντιλαμβανόμενοι, τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν, ἀδελφοὶ τιμιώτατοι. Ἔστι γὰρ ὡς ἀληθῶς ἀτοπώτατον, ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα φυλάττειν οὐκ εἴημεν ἱκανοί.
Τί δὲ φρονεῖν ὀρθὸν ἐκεῖνοι δυνήσονται, οἳ μετὰ τὴν Κυριοκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν, ἄγονται οὐ λογισμῷ τινι, ἀλλ̓ ὁρμῇ ἀκατασχέτῳ, ὅπου ἂν αὐτοὺς ἡ ἔμφυτος αὐτῶν ἀπάγῃ μανία; Ἐκεῖθεν τοίνυν κὰν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς ἀεὶ κατὰ τὸ πλεῖστον αὐτοὺς πλανωμένους, ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως, ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ Πάσχα ἐπιτελεῖν. Τίνος οὗν χάριν τούτοις ἑπόμεθα, οἳ δεινὴν πλάνην νοσεῖν ὡμολόγηνται;
933-d
Δεύτερον γὰρ τὸ Πάσχα ὲν ἐνιαυτῷ οὐκ
933-d
ʽ?ʽ?ʼν ποιεῖν ποτε ἀνεξοίμεθα. Ἀλλ̓ εἰ καὶ ταῦτα
933-d
936-a
μὴ προὔκειτο, τὴν ὑμετέραν ἀγχίνοιαν ἐχρῆν, καὶ διὰ σπουδῆς καὶ
34
εὐχῆς ἔχειν πάντοτε, ἐν μηδενὸς ὁμοιώματι τὸ καθαρὸν τῆς ὑμετέρας ψυχῆς κοινωνεῖν ἀνθρώπων ἔθεσι παγκάκων. Πρὸς τούτοις, κἀκεῖνο πάρεστι συνορᾷν, ὡς ἐν τηλικούτῳ πράγματι, καὶ τοιαύτης θρησκείας ἑορτῇ, διαφωνίαν ὑπάρχειν ἐστὶν ἀθέμιτον. Μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν, τουτέστι τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε Σωτήρ: μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ Ἐκκλησίαν βεβούληται: ἧς εἰ καὶ τὰ μάλιστα εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ̓ ὅμως ἑνὶ πνεύματι, τουτέστι τῷ θείῳ βουλήματι θάλπεται. Λογισάσθω δὲ ἡ τῆς ὑμετέρας ὁσιότητος
936-b
ἀγχίνοια, ὅπως ἐστὶ δεινόν τε καὶ ἀπρεπὲς, κατὰ τὰς αὐτὰς ἡμέρας, ἑτέρους μὲν ταῖς νηστείαις σχολάζειν, ἑτέρους δὲ συμπόσια συντελεῖν: καὶ μετὰ τὰς τοῦ Πάσχα ἡμέρας, ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. Διὰ τοῦτο γοῦν, τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν, καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο ἡ θεία Πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾷν. Ὅθεν, ἐπειδή τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν μετὰ τῶν πατροκτόνων τε καὶ Κυριοκτόνων ἐκείνων εἶναι ἡμῖν κοινὸν, ἔστι τε τάξις εὐπρεπὴς ἣν ἅπασαι αἱ τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν, παραφυλάττουσιν Ἐκκλησίαι, καί τινες τῶν κατὰ τὴν Ἑῴαν τόπων: ὦν
936-c
ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἄπαντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσκειν ὑπεσχόμην, ἵν̓ ὅπερ ἂν κατὰ τὴν Ῥωμαίων πόλιν, Ἰταλίαν τε καὶ Ἀφρικὴν ἅπασαν, Αἴγυπτον, Σπανίας, Γαλλίας, Βρεττανίας, Λιβύαν, ὅλην Ἐλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν, καὶ Κιλικίαν, μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις, λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους Ἐκκλησιῶν ἀριθμὸς, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λογισμὸς ἀπαιτεῖν δοκεῖ, καὶ οὐδὲ μίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχει κοινωνίαν. Ἵνα δὲ τὸ κεφαλαιωδέστατον συντόμως εἵπω, κοινῇ πάντων ἤρεσε κρίσει, τὴν
936-d
ἁγιωτάτην τοῦ Πάσχα ἑορτὴν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. Οὐδὲ γὰρ πρέπει ἐν τοσαύτῃ ἁγιότητι εἶναί τινα διαφορὰν, καὶ κάλλιον ἕπεσθαι τῇ γνώμῃ ταύτῃ, ἐν ᾗ οὐδὲ μία
55
ἐστὶν ἀλλοτρίας πλάνης
937-a
καὶ ἁμαρτήματος ἐπιμιξία. Τούτων οὕτω στοιχούντων, ἀσμένως δέχεσθε τὴν οὐράνιον χάριν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν. Πᾶν γὰρ ὅ τι ἂν ὲν τοῖς ἀγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται, τοῦτο πρὸς τὴν θείαν βούλησιν ἔχει τὴν ἀναφοράν. Διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον λόγον, καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας, ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε: ἵνα ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὴν ἁγίαν μεθ̓ ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ, καὶ πάντων ἕνεκεν μεθ̓ ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαβολικήν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην, ἀκμαζούσης πανταχοῦ τῆς ἡμετέρας πίστεως, καὶ εἰρήνης, καὶ ὁμονοίας. Ὁ Θεὸς ὑμᾶς διαφυλάξειεν, ἀγαπητοὶ ἀδελφοί.
Ἐπιστολὴ Εὐσεβίου Καισαρείας ἐπισκόπου περὶ τῆς ἐπιτεθείσης ἐν Νικαίᾳ πίστεως.
Ἐγὼ δὲ τῆς τῶν Ἀρειανῶν ἕνεκα βδελυρίας, οἶ οὐ μόνον τῶν κοινῶν καταφρονοῦσι Πατέρων, ἀλλὰ καὶ τοὺς σφετέρους ἀρνοῦνται, τὴν Εὐσεβίου τοῦ Καισαρέως ἐπιστολὴν, ἤν περὶ τῆς πίστεως ἔγραψεν, ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ τῆς τούτων λύττης ἄλεγχον ἔχουσαν ἐναργῆ. Τοῦτον γὰρ γεραίροντες ὡς ὁμόφρονα, τοῖς ὑπὸ τούτου γραφεῖσιν ἄντικρυς
940-b
ἀντιλέγουσιν. Γέγραφε δὲ τ̔??ʼν ἐπιστολήν πρός τινας τὰ Ἀρείου φρονοῦντας, προδοσίαν ὡς εἰκὸς ἐγκαλοῦντας αὐτῷ. Δηλοῖ δὲ ἄμεινον τὰ γεγραμμένα τὸν τοῦ γεγραφότος σκοπόν.
Εὐσεβίου τοῦ Καισαρείας τῆς Παλαιστίνης ἐπισπόπου ἐπιστολὴ, ἢν ἀπὸ τῆς Νικαίας ἀπέστειλεν, ὅτε ἡ μεγάλη σύνοδος συνεκροτήθη.
Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν, εἰκὸς μὲν ὑμᾶς καὶ ἄλλοθεν μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον. Ἀλλ̓ ἵνα μὴ ἐκ τοιαύτης ἀκοῆς τὸ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται
37
, ἀναγκαίως διεπεμψάμεθα ὑμῖν, πρῶτον μὲν τὴν ὑφ̓ ἡμῶν προτεθεῖσαν περὶ τῆς πίστεως γραφὴν, ἔπειτα δὲ τὴν δευτέραν, ἥν ταῖς
940-c
ἡμετέραις φωναῖς προσθήκας ἐπιβαλόντες ἐκδεδώκασι.
940-c
Τὸ παῤ ἡμῶν μὲν οὖν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου βασιλέως ἡμῶν ἀναγνωσθὲν, εὖ τε ἔχειν καὶ δοκίμως ἀποφανθὲν, τοῦτον ἔχει τὸν τρόπον.
Ἡ ὑφ̓ ἡμῶν ἐκτεθεῖσα πίστις.
Καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων ἐν τῇ πρώτῃ κατηχήσει, καὶ ὅτε τὸ λουτρὸν ἐλαμβάνομεν, καθὼς καὶ ἀπὸ τῶν θείων Γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν αὐτῷ τῷ πρεσβυτερίῳ, καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύομέν τε καὶ ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες τὴν ἡμετέραν πίστιν προσαναφέρομεν. Ἔστι δὲ αὕτη. ΠΙΣΤΕΥΟΜΕΝ εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τὸν τῶν ἀπάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν: καὶ εἰς ἔνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν τοῦ Θεοῦ Λόγον, Θεὸν ἐκ τοῦ
941-a
Θεοῦ, φῶς ἐκ φωτὸς. ζωὴν ἐκ ζωῆς. Υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως. πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγενημένον: δἰ οὗ καὶ ἐγένετο πάντα: τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα, καὶ ὲν ἀνθρώποις πολιτευσάμενον, καὶ παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ: καὶ ἀνελθόντα πρὸς τὸν Πατέρα: καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα ἅγιον. Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, Πατέρα ἀληθινῶς Πατέρα, καὶ Υἱὸν ἀληθινῶς Υἱὸν, Πνεῦμά τε ἅγιον ἀληθινῶς Πνεῦμα ἅγιον, καθὰ καὶ ὁ Κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς, εἶπε:
Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ
941-b
ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως ἔχειν καὶ οὕτως φρονεῖν, καὶ πάλαι οὕτως ἐσχηκέναι, καὶ μέχρι θανάτου ὑπὲρ ταύτης συνίστασθαι τῆς πίστεως, ἀναθεματίζοντες πᾶσαν ἄθεον αἵρεσιν. Ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πεφρονηκέναι, ἐξ οὗπερ ἴσμεν ἑαυτοὺς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας, ἐπὶ τοῦ Θεοῦ τοῦ παντοκράτορος καὶ τοῦ: Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρούμεθα, δεικνύναι ἔχοντες καὶ δἰ ἀποδείξεως, καὶ πείθειν ὑμᾶς, ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους οὕτως ἐπιστεύομέν τε καὶ ἐκηρύσσομεν.
Ταύτης ὑφ̓ ἡμῶν ἐκτεθείσης τῆς πίστεως, οὐδεὶς παρῆν ἀντιλογίας τόπος. Ἀλλ̓ αὐτός τε πρῶτος ὁ Θεοφιλέστατος ἡμῶν βασιλεὺς,
38
ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν. Οὕτω τε καὶ ἑαυτὸν φρονεῖν
941-c
συνωμολόγησε: καὶ ταύτῃ τοὺς πάντας συγκατατίθεσθαι, ὑπογράφειν τε τοῖς δόγμασι. καὶ συμφωνεῖν τούτοις αὐτοῖς παρεκελεύετο. ἑνὸς μόνου προσεγγραφέντος ῥήματος τοῦ ὁμοουσίου, ὅ καὶ αὐτὸ ἡρμήνευσε λέγων, ὅτι μὴ κατὰ σωμάτων πάθη λέγοιτο ὁμοούσιος, οὔτε κατὰ διαίρεσιν, οὕτε κατά τινα ἀποτομὴν ἐκ τοῦ Πατρὸς ὑποστῆναι: μηδὲ γὰρ δύνασθαι τὴν ἄῦλον, καὶ νοερὰν, καὶ ἀσώματον φύσιν, σωματικόν τι πάθος ὑφίστασθαι: θείοις δὲ καὶ ἀποῤῥήτοις λόγοις προσήκει τὰ τοιαῦτα νοεῖν. Καὶ ὁ μὲν σοφώτατος ἡμῶν καὶ εὐσεβέστατος βασιλεὺς τὰ τοιαῦτα διεφιλοσόφει. Οἱ δὲ προφάσει τῆς τοῦ ὁμοουσίου προσθήκης τήνδε τὴν γραφὴν πεποιήκασιν.
Ἡ ἐν τῇ συνόδῳ ὑπαγορευθεῖσα πίστις.
Πιστεύομεν εἰς ἔνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν: καὶ εἰς ἔνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα
941-d
ἐκ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δἰ οὗ τά πάντα
944-a
ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τά ἐν τῇ γῇ: τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα: παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ: ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα.
Τοὺς δὲ λέγοντας: Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ, Πρὶν γεννηθῆναι, οὐκ ἦν, καὶ, Ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ, ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας. φάσκοντας εἶναι τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ̓ αὐτῶν ὐπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ ἐκ τῇς οὐσίας τοῦ Πατρὸς, καὶ τὸ τῷ Πατρὶ ὁμοούσιον, οὐκ ἀνεξέταστον αὗθις καταλιμπάνομεν. Ἐρωτήσεις τοιγαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο, ἐβασανίζετο ὁ
944-b
λόγος τῆς διανοίας τῶν εἰρημένων. Καὶ δὴ τὸ ἐκ τῆς οὐσίας ὡμολόγητο πρὸς αὐτῶν δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ Πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ Πατρός. Ταύτῃ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ, τῆς εὐσεβοῦς διδασκαλίας
39
ὑπαγορευούσης ἐκ τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, οὐ μὴν μέρος τῆς οὐσίας αὐτοῦ τυγχάνειν.
Διόπερ ταύτῃ τῇ διανοίᾳ καὶ αὐτοὶ συντιθέμεθα, οὐδὲ τὴν φωνὴν παραιτούμεθα, τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῶν κειμένου, καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν διανοίας. Κατὰ ταῦτα δὲ καὶ τὸ, γεννηθέντα, οὐ ποιηθέντα, κατεδεξάμεθα: ἐπειδὴ τὸ ποιηθέντα κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν λοιπῶν κτισμάτων, τῶν διὰ τοῦ Υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν Υἱὸν. Διὸ μηδὲ εἶναι αὐτὸν ποίημα τοῖς δἰ αὐτοῦ γενομένοις ἐμφερὲς, κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας. Ἥν ἐκ τοῦ
944-c
Πατρὸς γεγενῆσθαι διδάσκει τὰ θεῖα Αόγια, τοῦ τρόπου τῆς γεννήσεως καὶ ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γεννητῇ φύσει τυγχάνοντος. Οὕτω δὲ καὶ τὸ, ὁμοούσιον εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, ἐξεταζόμενος ὁ λόγος συνίστησιν, οὐ κατὰ σωμάτων τρόπον, οὐδὲ τοῖς θνητοῖς ζώοις παραπλησίως. Οὕτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας, οὕτε κατὰ ἀποτομὴν, ἀλλ̓ οὐδὲ κατά τι πάθος, ἢ τροπὴν, ἢ ἀλλοίωσιν τῆς τοῦ Πατρὸς δυνάμεως: τούτων γὰρ ἁπάντων ἀλλότριον εἶναι τὴν τοῦ ἀγεννήτου Πατρὸς φύσιν. Παραστατικὸν δ̓ εἶναι τὸ ὁμοούσιον τῷ Πατρὶ, τοῦ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γεννητὰ κτίσματα τὸν Υἱὸν τοῦ Θεοῦ φέρειν, μόνῳ δὲ τῷ Πατρὶ τῷ
945-a
γεγεννηκότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι καὶ μὴ εἶναι ἐξ ἑτέρας τινὸς ὑποστάσεως καὶ οὐσίας, ἀλλ̓ ἐκ τῆς τοῦ Πατρός. ᾯ καὶ αὐτῷ τοῦτον ἐρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν ἐφάνη συγκατατίθεσθαι: ἐπεὶ καὶ τῶν παλαιῶν λογίους τινὰς καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεολογίας τῷ τοῦ ὁμοουσίου συγχρησαμένους ὀνόματι. Ταῦτα μὲν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως, ᾗ συνεφωνήσαμεν οἱ πάντες, οὐκ ἀνεξετάστως, ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας ἐπ̓ αὐτοῦ τοῦ θεοφιλεστάτου βασιλέως ἐξετασθείσας, καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας. Καὶ τὸν%5 ἀναθεματισμὸν δὲ, τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν τεθέντα,
945-b
δεκτὸν εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρήσασθαι φωναῖς, δἰ ʽ??ʼς σχεδὸν ἡ πᾶσα ἐγεγόνει σύγχυσις καὶ ἀκαταστασία τῆς Ἐκκλησίας.
Μηδεμιᾶς γοῦν θεοπνεύστου
40
Γραφῆς, τῷ, Ἐξ οὐκ ὄντων, καὶ τῷ, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης, οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν. ᾯ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ τούτοις εἰώθειμεν συγχρῆσθαι τοῖς ῥήμασιν.
Ἔτι μὴν τὸ ἀναθεματίζεσθαι τὸ, Πρὸ τοῦ γεννηθῆναι οὐκ ἦν, οὐκ ἄτοπον ἐνομίσθη, τῷ παρὰ πᾶσιν ὁμολογεῖσθαι, εἶναι αὐτὸν Υἱὸν τοῦ Θεοῦ καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως. Ἤδη δὲ ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς τῷ λόγῳ κατεσκεύαζε, καὶ κατὰ τὴν ἔνθεον αὐτοῦ γέννησιν τὸ πρὸ πάντων αἰώνων εἶναι αὐτόν: ἐπεὶ καὶ πρὶν ἐνεργεία γεννηθῆναι. δυνάμει ἦν ἐν τῷ Πατρὶ ἀγεννήτως, ὄντος
945-c
τοῦ Πατρὸς ἀεὶ Πατρὸς, ὡς καὶ βασιλέως ἀεὶ, καὶ Σωτῆρος, καὶ δυνάμει πάντα ὄντος ἀεί τε καὶ κατὰ τὰ αὐτὰ, καὶ ὡσαύτως ἔχοντος. Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοὶ, τὰ κεκριμένα τῆς ἡμετέρας ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὰ καθιστάντες, ὡς εὐλόγως τότε μὲν καὶ μέχρις ὑστάτης ὥρας ἱστάμεθα, ὄθ̓ ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτε: τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα, ὄθ̓ ἡμῖν εὐγνωμόνως τῶν λόγων ἐξετάζουσι τὴν διάνοιαν, ἐμφανῆ σύμπραξιν ἔχειν ἔδοξε τοῖς ὐφ̓ ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολογημένοις.
Ἐπιστολὴ Κωνσταντίνου βασιλέως πρὸς Σαπώρην τὸν Περσῶν βασιλέα, περὶ τῆς τοῦ λαοῦ τοῦ Θεοῦ προνοίας.
Τὴν θείαν πίστιν φυλάσσων, τοῦ τῆς ἀληθείας φωτὸς
973-d
μεταλαγχάνω: τῷ ἀληθείας φωτὶ ὁδηγούμενος, τὴν θείαν πίστιν ἐπιγινώσκω. Τοιγάρτοι τούτοις, ὡς τὰ πράγματα βεβαιοῖ, τὴν ἁγιωτάτην θρησκείαν γνωρίζω
976-a
διδάσκαλον τῆς ἐπιγνώσεως τοῦ ἁγιωτάτου Θεοῦ. Ταύτην τὴν λατρείαν ἔχειν ὁμολογῶ. Τούτου τοῦ Θεοῦ τὴν δύναμιν σύμμαχον ἔχων, ἐκ τῶν περάτων τοῦ ὠκεανοῦ ἀρξάμενος, πᾶσαν ἐφεξῆς τὴν οἰκουμένην βεβαίαις ἐλπίσι διήγειρα, ὡς ἅπαντα ὅσα ὑπὸ τοσούτοις τυράννοις δεδουλωμένα, ταῖς καθημεριναῖς συμφοραῖς ἐνδόντα, ἐξίτηλα ἐγεγόνει, ταῦτα προσλαβόντα τὴν τῶν κοινῶν ἐκδικίαν, ὥσπερ ἔκ τινος θεραπείας ἀναζωπυρηθῆναι. Τοῦτον τὸν Θεὸν πρεσβεύω, οὗ τὸ σημεῖον ὁ τῷ Θεῷ ἀνακείμενός μου στρατὸς ὑπὲρ ὤμων φέρει, καὶ ἐφ̓ ἅπερ ὁ τοῦ δικαίου λόγος παρακαλεῖ, κατευθύνεται, ἐξ αὐτῶν δὲ ἐκείνων περιφανέσι τροπαίοις αὐτίκα τὴν χάριν ἀντιλαμβάνω . Τοῦτον τὸν Θεὸν ἀθανάτῳ
976-b
μνήμῃ τιμᾷν ὁμολογῶ: τοῦτον ἀκραιφνεῖ καὶ καθαρᾷ διανοίᾳ ἐν τοῖς ἀνωτάτω τυγχάνειν ὑπεραυγάζομαι: τοῦτον ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν αἷμα βδελυκτὸν, καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους ἐκκλίνων, πᾶσάν τε γεώδη λαμπηδόνα: οἷς πᾶσιν ἡ ἀθέμιτος καὶ ʽ??ʼῤῥητος πλάνη χραινομένη, πολλοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη κατέῤῥιψε, τοῖς κάτω μέρεσι παραδοῦσα. Ἅ γὰρ τῶν ὅλων Θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται. Καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος. Ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται, πράους φιλῶν,
976-c
μισῶν τοὺς
58
ταραχώδεις: ἀγαπῶν τὴν πίστιν, ἀπιστίαν κολάζων: πᾶσαν μετ̓ ἀλαζονείας δυναστείαν καταῤῥηγνὺς, ὕβριν ὑπερηφάνων τιμωρεῖται: τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων ἀναιρεῖ, ταπεινόφροσι καὶ ἀνεξικάκοις τὰ πρὸς ἀξίαν νέμων.
Οὕτω καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος, ταῖς παῤ ἑαυτοῦ ἐπικουρίαις κρατύνει, σύνεσίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει.
Οὔ μοι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον εἷναι Θεὸν ὁμολογῶν, πάντων ἀρχηγὸν καὶ Πατέρα, ὅν πολλοὶ τῶν τῇδε βασιλευσάντων, μανιώδεσι πλάναις ὑπαχθέντες, ἐπεχείρησαν ἀρνήσασθαι. Ἀλλ̓ ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ̓ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ̓ ἄλλου παραδείγματος ἐπαράτους τοῖς τὰ ὅμοια ζηλοῦσι τίθεσθαι. Τούτων
977-a
ἐκείνων ἔνα ἡγοῦμαι γεγονέναι, ὅν καθάπερ τις σκηπτὸς ἡ θεία μῆνις τῶν τῇδε ἀπελάσασα, τοῖς ὑμετέροις μέρεσι παραδέδωκε, τῆς ἐπ̓ αὐτῷ αἰσχύνης πολυθρύλλητον τὸ παῤ ὑμῖν τρόπαιον ἀποφήναντα.
Ἀλλὰ γὰρ ἔοικεν εἰς καλὸν προκεχωρηκέναι, τὸ καὶ ἐν τῷ καθ̓ ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι. Ἐπεῖδον γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη, τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι τὸν τῷ Θεῷ ἀνακείμενον λαὸν ἐκταραξάντων.
Διὸ δὴ καὶ πολλὴ χάρις τῷ Θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον, τὸ θεραπεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτῷ τῆς θείας εἰρήνης ἀγάλλεται καὶ γαυριᾷ. Ἐντεῦθεν καὶ ἡμῖν αὐτοῖς πεπίστευται, ὅτι κάλλιστα καὶ ἀσφαλέστατα ἔχει ἅπαντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε καὶ δοκίμου θρησκείας, ἐκ τῆς περὶ τὸ Θεῖον συμφωνίας,
977-b
πάντα εἰς αὐτὸν ἀγείρειν ἀξιοῖ. Τούτῳ τῷ καταλόγῳ τῶν ἀνθρώπων, λέγω δὴ τῶν Χριστιανῶν, ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος, πῶς οἴει με ἥδεσθαι ἀκούοντα ὅτι καὶ τῆς Περσίδος τά κράτιστα ἐπὶ πλεῖστον ὥσπερ ἐστί μοι βουλομένῳ κοσμεῖται, σοί τε οὖν ὡς ὅτι κάλλιστα, ἐκείνοις τε ὡσαύτως ὑπάρχει τὰ κάλλιστα: ὅτι ἐστί σοι κἀκείνοις.
Οὕτως γοῦν ἕξεις τὸν τῶν ὅλων Δεσπότην πρᾶον ἵλεώ τε καὶ εὐμενῆ. Τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἷ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζω.
59
Τούτους ἀγάπα ἁρμοδίως τῆς αὐτοῦ φιλανθρωπίας. Σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν. Τοσαύτην ὁ πάντα ἄριστος βασιλεὺς τῶν εὐσεβείᾳ κοσμουμένων ἐποιεῖτο φροντίδα, οὐ μόνων τῶν ὑπηκόων ἐπιμελούμενος, ἀλλὰ καὶ τῶν ὑφ̓ ἕτερα σκῆπτρα τελούντων
977-c
εἰς δύναμιν προμηθούμενος. Διά τοι τοῦτο καὶ αὐτὸς τῆς θείας κηδεμονίας ἀπήλαυε, καὶ τῆς τε Εὐρώπης ἀπάσης, καὶ τῆς Λιβύης, πρὸς δὲ ταύταις καὶ τοῦ πλείστου τῆς Ἀσίας κατέχων τὰς ἡνίας, εὔνους εἶχεν τοὺς ἀρχομένους, καὶ τῷ χαλινῷ μεθ̓ ἡδονῆς πειθομένους. Καὶ μὲν δὴ καὶ τῶν βαρβάρων, οἱ μὲν ἑκόντες ἐδούλευον, οἰ δὲ πολέμῳ κρατούμενοι. Καὶ πανταχοῦ τρόπαια ἵστατο, καὶ νικηφόρος ὁ βασιλεὺς ἀνεδείκνυτο. Ἀλλὰ ταῦτα μὲν καὶ ἕτεροι διὰ πλειόνων εὐφήμησαν: ἡμεῖς δὲ τῆς προκειμένης ἱστορίας ἐχώμεθα. Ὁ μὲν οὖν πανεύφημος βασιλεὺς τὰς
980-a
ἀποστολικὰς φροντίδας ἐν τῇ ψυχῇ περιέφερεν. Οἱ δέ γε τῆς ἱερωσύνης ἠξιωμένοι, οὐ μόνον οἰκοδομεῖν οὐκ ἐβούλοντο, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς Ἐκκλησίας ἀνορύττειν ἐπεχείρουν θεμέλια. Τοὺς γὰρ δὴ τούτων μετὰ τῶν ἀποστολικῶν ἡγουμένους δογμάτων, παντοδαπὰς συκοφαντίας ὑφαίνοντες, καθαιροῦντες ἐξήλαυνον. Οὐ γὰρ δὴ ἔλαβον κόρον τοῦ φθόνου, τὸ πολυθρύλλητον ἐκεῖνο κατὰ Εὐσταθίου τοῦ μεγάλου δρᾶμα συντεθεικότες: ἀλλὰ καὶ ἄλλον πύργον μέγιστον τῆς εὐσεβείας ὑπορύττειν ἐπεχείρουν, καὶ τὰς παντοδαπὰς προσέφερον μηχανάς. Ἐν συντόμῳ δὲ καὶ τήνδε τὴν τραγῳδίαν ὡς ἔνι μάλιστα διηγήσομαι.