Περὶ τοῦ ἅμα.
γένεσις. |
δὲ ἀντίκειται τῷ δευτέρῳ τρόπῳ καὶ πέμπτῳ τοῦ προτέρου· καὶ γὰρ ἀντι- στρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν καὶ οὐκ ἔστιν τῷ ἑτέρῳ τὸ 3 ἕτερον αἴτιον τοῦ εἶναι, οἷον τὸ πεζὸν ζῷον καὶ τὸ πτηνὸν καὶ τὸ ἕνυδρον· τοῦ γὰρ ζῴου τὸ μέν ἐστι πτηνὸν τὸ δὲ πεζὸν τὸ δὲ ἔνυδρον· ταῦτα οὖν ἅμα λέγεται εἶναι, ἐπείπερ ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσίν ἐστιν, ὥς φησιν. ἐὰν δὲ τὸ πτηνὸν διαιρεθῇ εἰς ὄρνιθας, εἰ τύχοι, καὶ
ἀκρίδας, οὐκέτι ὄρνις καὶ πτηνὸν ἅμα λέγεται, ἀλλὰ πρότερον τὸ πτηνόν, διότι ἐκ τῆς πρώτης διαιρέσεως τοῦ ζῴου διῄρηται. |
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.