Περὶ προτέρου.
1αὐτὰ εἶναί φησιν,. ὕστερον δὲ καὶ πέμπτον προστίθησι. καί φησι, πρῶτον μὲν πρότερον λέγεται τᾷ χρόνῳ, καθ’ ὃ καὶ τὸν πρεσβύτερον τοῦ νέου λέγομεν πρότερον εἶναι (εἰδέναι δὲ χρὴ ὅτι τὸ μὲν πρεσβύτερον ἐπὶ ἐμψύχων τὸ δὲ παλαιότερον ἐπὶ ἀψύχων λέγεται), δεύτερον δὲ σημαινόμενον τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ἤγουν τὸ
συνεισφερόμενον μὴ συνεισφέρον δέ· τοῦτο γάρ ἐστι τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν· οἷον δυοῖν ὄντοιν ἐξ ἀνάγκης ἓν ἔσται (συνεισφέρεται γὰρ τὸ ἕν), ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἔσονται δύο (οὐ γὰρ συνεισφέρεται τῷ ἑνί), ὥστε πρότερον τὸ ἓν τοῖν δυοῖν. πάλιν ἀνθρώ- που μὲν ὄντος ἐξ ἀνάγκης ἔσται ζῷον (συνεισφέρεται γὰρ τὸ ζῷον τῷ
ἀνθρώπῳ), ζῴου δὲ ὄντος οὐ πάντως ἔσται ἄνθρωπος· οὐ γὰρ συνεισφέρεται αὐτῷ ὁ ἄνθρωπος· πολλὰ γάρ εἰσι ζῷα, ἃ οὐκ εἰσὶν ἄνθρωποι· οὐκοῦν τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου. τῇ φύσει δὲ τοῦτο καὶ οὐ τῷ χρόνῳ λέγεται. τρίτον δὲ τῇ τάξει ἐστίν, ὡς τὸ προοίμιον πρότερον τῆς διηγήσεως. | τέταρτον τῷ ἀξιώματι ὡς ὁ ἄρχων τῶν ἀρχομένων. πέμπτον 4
ὃ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, αἴτιον δὲ τῷ ἑτέρῳ τοῦ εἶναι γίνεται.
αἴτιος τοῦ εἶναι τῷ υἱῷ, εἰκότως πρότερον τῇ φύσει τοῦ υἱοῦ λέγοιτο ἄν.
ταῦτα ὑπάρχει, ἐπεὶ καὶ τῶν πρός τί ἐστιν· τὸ γὰρ πρότερον ὑστέρου λέγεται πρότερον· κατὰ τοσούτους γὰρ τρόπους λέγεται τὸ ὕστερον, ὅσους καὶ τὸ πρότερον.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.