Περὶ κινήσεως.
1προλαβοῦσιν. ἡ οὖν κίνησις μεταβολή ἐστι, τὸ δὲ μεταβάλλον ἢ κατ’ οὐσίαν μεταβάλλει ἢ κατὰ συμβεβηκός. καὶ εἰ μὲν κατ’ οὐσίαν, γίνεται γένεσις καὶ φθορά (εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἔσται γένεσις, εἰ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, γίνεται φθορά), εἰ δὲ κατὰ συμβεβηκός, 3 ἢ ἐν αὐτῷ ἐστιν ἡ μεταβολὴ ἢ ἐπ’ αὐτῷ ἢ περὶ αὐτό. καὶ εἰ μὲν
ἐν αὐτῷ, καλεῖται αὔξησις καὶ μείωσις, εἰ δὲ ἐπ’ αὐτῷ, ἀλλοίωσις, εἰ δὲ περὶ αὐτό, καλεῖται ἡ κατὰ τόπον μεταβολή, ὥστε γίνεσθαι τὴν κίνησιν ἐν τέτρασι κατηγορίαις, ἐν μὲν τῇ οὐσίᾳ γένεσιν καὶ φθοράν, ἐν δὲ τῷ ποσῷ αὔξησιν καὶ μείωσιν, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσιν, ἐν δὲ τῇ ποῦ τὴν κατὰ τόπον μεταβολήν. ὅπερ δὲ ἐπὶ τῶν ἀντικειμένων ἐποίησε, καὶ νῦν ποιεῖ·
διακρίνει γὰρ τὰ εἴδη τῆς κινήσεως ἀπ’ ἀλλήλων.
γνώμονος αὐτῷ περιτεθέντος αὔξεται μὲν ἀλλοιοῦται δὲ οὐδαμῶς· μένει γὰρ πάλιν τὸ τετράγωνον. γνώμων δέ ἐστιν ἡ περὶ τὴν διάμετρον περι- φέρεια μετὰ τῶν δύο παραπληρωμάτων. 5 ζ θ ε α δ ι β γ η τὸ ᾱ γ τετράγωνον περιτεθέντος τοῦ ᾱ ζ ε η γ γνώμονος ηὔξηται μὲν οὐκ ἠλλοίωται δέ· καὶ γὰρ τετράγωνον καὶ τὸ η ζ ἐστί. καὶ αὖθις τὸ δ τετράγωνον περιτεθέντος τοῦ θ ζ β η ι γνώμονος ηὔξηται καὶ οὐκ ἠλλοίωται· τετράγωνον γὰρ καὶ τὸ ε β ἐστίν. ἔστιν οὖν ὁ γνώμων τετράγωνον
μετὰ τῶν περὶ τὴν διάμετρον αὐτοῦ δύο παραπληρωμάτων.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.