γνώμονος αὐτῷ περιτεθέντος αὔξεται μὲν ἀλλοιοῦται δὲ οὐδαμῶς· μένει γὰρ πάλιν τὸ τετράγωνον. γνώμων δέ ἐστιν ἡ περὶ τὴν διάμετρον περι- φέρεια μετὰ τῶν δύο παραπληρωμάτων. 2 ζ θ ε α δ ι β γ η τὸ ᾱ γ τετράγωνον περιτεθέντος τοῦ ᾱ ζ ε η γ γνώμονος ηὔξηται μὲν οὐκ ἠλλοίωται δέ· καὶ γὰρ τετράγωνον καὶ τὸ η ζ ἐστί. καὶ αὖθις τὸ δ τετράγωνον περιτεθέντος τοῦ θ ζ β η ι γνώμονος ηὔξηται καὶ οὐκ ἠλλοίωται· τετράγωνον γὰρ καὶ τὸ ε β ἐστίν. ἔστιν οὖν ὁ γνώμων τετράγωνον
μετὰ τῶν περὶ τὴν διάμετρον αὐτοῦ δύο παραπληρωμάτων.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.