προλαβοῦσιν. ἡ οὖν κίνησις μεταβολή ἐστι, τὸ δὲ μεταβάλλον ἢ κατ’ οὐσίαν μεταβάλλει ἢ κατὰ συμβεβηκός. καὶ εἰ μὲν κατ’ οὐσίαν, γίνεται γένεσις καὶ φθορά (εἰ μὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἔσται γένεσις, εἰ δὲ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν, γίνεται φθορά), εἰ δὲ κατὰ συμβεβηκός, 2 ἢ ἐν αὐτῷ ἐστιν ἡ μεταβολὴ ἢ ἐπ’ αὐτῷ ἢ περὶ αὐτό. καὶ εἰ μὲν
ἐν αὐτῷ, καλεῖται αὔξησις καὶ μείωσις, εἰ δὲ ἐπ’ αὐτῷ, ἀλλοίωσις, εἰ δὲ περὶ αὐτό, καλεῖται ἡ κατὰ τόπον μεταβολή, ὥστε γίνεσθαι τὴν κίνησιν ἐν τέτρασι κατηγορίαις, ἐν μὲν τῇ οὐσίᾳ γένεσιν καὶ φθοράν, ἐν δὲ τῷ ποσῷ αὔξησιν καὶ μείωσιν, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσιν, ἐν δὲ τῇ ποῦ τὴν κατὰ τόπον μεταβολήν. ὅπερ δὲ ἐπὶ τῶν ἀντικειμένων ἐποίησε, καὶ νῦν ποιεῖ·
διακρίνει γὰρ τὰ εἴδη τῆς κινήσεως ἀπ’ ἀλλήλων.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.