περιπατεῖ᾿ , εἰ μὲν τύχοι περιπατῶν, ἠλήθευσα, εἰ δὲ οὔ, ἐψευσάμην, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως· ἐὰν δὲ μυριάκις εἴπω ῾ ἄνθρωπος᾿ , οὔτε ἀληθεύω οὔτε ψεύδομαι, ὁμοίως δὲ καὶ ῾ περιπατεῖ᾿ . εἰ δέ τις εἴποι ὅτι ἐὰν εἴπῃ τις ῾ περιπατῶ᾿ , ἀληθεύει ἢ ψεύδεται εἰ γὰρ τύχοι περιπατῶν, ἀληθεύει, εἰ δὲ μή, ψεύδεται), ἐροῦμεν ὅτι ἀλλ’ ὁ εἰρηκὼς ῾ περιπατῶ᾿
δυνάμει συμπεριέλαβε τὸ ἐγώ, ὡς ἄν εἰ ἔλεγε ῾ περιπατῶ ἐγώ᾿ , ὥστε πάλιν ἡ ἀντωνυμία τῷ ῥήματι συμπαρελήφθη πρὸς γένεσιν ἀληθείας ἢ ψεύδους, ἐπεὶ οὐκ ἠδύνατο μία κατηγορία αὐτὴ καθ’ αὑτὴν τοῦτο ποιῆσαι· δῆλον γὰρ ὅτι ἑκάστη τῶν κατηγοριῶν αὐτὴ καθ’ ἑαυτὴν οὔτε κατάφασις οὔτε ἀπόφασίς ἐστι, συμπλεκόμεναι δὲ πρὸς ἀλλήλας τοῦτο ποιοῦσιν, οἷον
ἄνθρωπος περιπατεῖ· ἔκ τε οὐσίας καὶ τοῦ ποιεῖν γέγονε κατάφασις· προσλαβοῦσα δὲ μέσον τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις, οἷον ἄνθρωπος οὐ περιπατεῖ.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.