κεῖσθαι ἀναχθῆναι τοῦτο δύναται τὸ ἔχεσθαι, τὸ δὲ ἔχειν ὑπ’ οὐδεμίαν τῶν ἄλλων, καὶ διὰ τοῦτο ἠναγκάσθη κατηγορίαν αὐτῷ ἀφορίσαι.
διαλέγεται περὶ πραγμάτων τῇ τε αἰσθήσει γνωρίμων καὶ τοῖς πολλοῖς, τὸ 2 δέ γε σημεῖον αὐτὸ μέν τι πρᾶγμα ὑφεστηκὸς οὐκ έστιν, ἀρχὴ δέ ἐστιν τοῦ εἴδους, ἀλλ’ ὡς ἔφαμεν οὔτε περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συν- θέτου οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου, ἀλλὰ περὶ τῆς
συνθέτου οὐσίας αὐτῷ νῦν ὁ λόγος. τὴν δὲ στέρησίν τινες ἔφασαν ὑπ’ 3 ἐκείνην τὴν κατηγορίαν αὐτὴν ἀνάγεσθαι, ὑφ’ ἣν καὶ ἡ ἕξις ἀνάγεται· τὰ γὰρ ἀντικείμενα ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. ἡμεῖς δέ φαμεν οὐδὲ ἀνάγεσθαι αὐτὴν ὅλως ὑπό τινα τῶν κατηγοριῶν· αἱ μὲν γὰρ κατηγορίαι τῶν ὄντων εἰσίν, ἡ δὲ στέρησις ὂν μὲν οὐκ ἔστι, στέρησις δὲ
ὄντος.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.