ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
1τινὰ δέκα τὸν ἀριθμὸν εἰς ταύτην ἡμῖν συμβαλλόμενα ζητήσωμεν, πρῶτον
πόθεν τὰ ὀνόματα τῶν φιλοσόφων αἱρέσεων, δεύτερον τίς ἡ διαίρεσις τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τρίτον πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν
συγγραμμάτων, τέταρτον τί τὸ ἀναφαινόμενον ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσο|φίας, πέμπτον τίνα τὰ ἄγοντα ἐπὶ ταύτην, ἕκτον πῶς δεῖ 2 παρασκευάσασθαι τὸν ἀκροασόμενὸν φιλοσόφων λόγων, ἕβδομον τί τὸ εἶδος
τῆς ἀπαγγελίας, ὄγδοον διὰ τί φαίνεται ὁ φιλόσοφος ἀσάφειαν ἐπιτηδεύσας, ἔννατον ποῖα δεῖ καὶ πόσα προλαμβάνεσθαι ἑκάστου τῶν Ἀριστοτελικῶν
συγγραμμάτων, δέκατον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον αὐτά.
τε καὶ Δημοκρίτειοι Πυθαγόρου καὶ Δημοκρίτου καὶ Ἐπικούρου τὴν ἀρχὴν τῶν αἱρέσεων ἑκάστης συστησαμένων, ἢ ἀπὸ τῆς πατρίδος τῶν προκαταρξαμένων 3 ὥσπερ ἡ Κυρηναικὴ φιλοσοφία λέγεται, ἢ ἀπὸ τοῦ τόπου ἔνθα ἐπαίδευον, ὥσπερ οἱ Στωικοί, ἐπειδὴ ἐν τῇ στοᾷ ἐπαίδευον τῇ ποικίλῃ, 4 καὶ οἱ Λύκειοι καὶ οἱ Ἀκαδημαϊκοί, οἵτινες ἀπὸ τοῦ τόπου τὴν προσηγορίαν ἔλαβον, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς, ὥσπερ οἱ Κυνικοὶ φιλόσοφοι,
οἵτινες διὰ τὸ παρρησιαστικόν τε καὶ ἐλεγκτικὸν κύνες ὠνομάζοντο· ὥσπερ γὰρ ὁ κύων ἔχει τὸ διακριτικὸν τῶν οἰκείων ἀπὸ τῶν ἀλλοτρίων, οὕτω καὶ
οὗτοι ἐποίουν καὶ τοὺς μὲν ἀξίους φιλοσοφίας ἐδέχοντο τοὺς δὲ ἀναξίους καὶ μὴ δυναμένους ἐντὸς γενέσθαι φιλοσόφων λόγων ἐδίωκον, καὶ τούτου
ἕνεκεν Κυνικοὶ ὠνομάζοντο, ὅθεν καὶ ὁ Πλατῶν ἔφη· ‘ἔχει δέ τι καὶ ὁ κύων φιλόσοφον᾿. λέγονται δὲ καὶ ἀπὸ τοῦ τρόπου τῆς ἐν τῷ φιλοσοφεῖν
διακρίσεως, ὥσπερ οἱ ἐφεκτικοὶ φιλόσοφοι, οἳ τοῦ τῶν φιλοσόφων οὐδ’
ὅλως ὀνόματος ἠξιώθησαν ὡς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητήσαντες, οὐ μὴν κατωρθωκότες· ἔλεγον γὰρ οὗτοι παντελῶς ἀκαταληψίαν εἶναι καὶ μηδένα μηδὲν γινώσκειν. οὓς ἐλέγχει μὲν καὶ δι’ ἄλλων ἰσχυρῶν τε καὶ
ἀποδεικτικῶν ὁ Πλάτων, κέχρηται δὲ καὶ τῷ τοιούτῳ τινὶ ἐλέγχῳ ἐκ τοῦ αὐτῶν δόγματος ὁρμώμενος· φησὶ γὰρ ὅτι ‘ὑμεῖς ἐγνωκότες ἀποφαίνεσθε
παντελῆ εἶναι ἀκαταληψίαν ἢ οὐκ ἐγνωκότες; εἰ μὲν οὐκ ἐγνωκότες, οὐ δήπου πιστεύσομεν ὑμῖν ἀπὸ γνάθων ἀποφαινομένοις· εἰ δὲ ἐγνωκότες, ἔστιν ἄρα κατάληψις.’ ἔλεγον γὰρ ἐκεῖνοι μὴ εἶναι κατάληψιν τῷ λόγῳ τούτῳ χριόμενοι·
εἰ μέλλοι εἶναι κατάληψις, δεῖ τὸ γινῶσκον ἐφαρμόζειν τῷ γινωσκομένῳ· εἰ δὲ μέλλοι ἐφαρμόζειν, δεῖ τὸ γινωσκόμενον ἑστάναι τε καὶ ἀεὶ ὡσαύτως
ἔχειν, ἢ εἰ κινοῖτο τὸ γινωσκόμενον, συγκινεῖσθαι τὸ γινῶσκον καὶ παρα- κολουθεῖν αὐτῷ. εἰ τοίνυν τὰ πράγματα οὐχ ἕστηκεν ἀλλ’ ἀεὶ κινεῖται καὶ
κινουμένοις αὐτοῖς οὐ δύναται συγκινεῖσθαί τε καὶ συνακολουθεῖν ἡ ἡμετέρα ψυχή, ἀνάγκη ἀκαταληψίαν εἶναι. ὅτι μὲν οὖν κινεῖται τὰ πράγματα καὶ ἀεὶ ἐν ῥοῇ καὶ ἀπορροῇ ἐστι, τοῦτ’ ἔστιν ἐν ῥύσει καὶ μεταβολῇ, ὀρθῶς
ἔφασκον, ὅθεν καί τινος τῶν ἀρχαίων εἰρηκότος ὅτι εἰς τὸν αὐτὸν ποταμὸν 5 οὐκ ἔστι δὶς ἐμβῆναι κατὰ τὸν αὐτὸν τόπον, ἔφη πρὸς αὐτὸν ἕτερος τῷ
ὄντι ὀξείᾳ τῇ διανοίᾳ, ὡς οὐδ’ ἅπαξ· ἅμα γὰρ τῷ καθεῖναι τὸν πόδα ἐρρύη αὐτὸ τὸ ὕδωρ πρὶν εἰς αὐτὸ τὸ λοιπὸν ἐμβῆναι σῶμα. τοῦτο μὲν οὖν, ὡς εἶπον, ὀρθῶς ἔφησαν, ὅτι δὲ ἡ ψυχὴ ἡ ἡμετέρα οὐ δύναται τούτοις
παρακολουθεῖν, τοῦτο ψεύδονται· ἀπέδειξε γὰρ ὁ Πλατῶν ὅτι αἱ σπουδαῖαι τῶν ψυχῶν οὐ μόνον οὐ κατόπιν αὐτῶν ἔρχονται, ἀλλὰ καὶ τῷ τάχει ὢ τῆς κινήσεως αὐτὰ φθάνουσαι προαπαντῶσι καὶ οὕτως αὐτῶν ἀντιλαμβάνονται. ὀνομάζονται δὲ καὶ ἀπό τινος συμβεβηκότος, ὡς οἱ ἀπὸ τοὐ Περιπάτου· ἐπειδὴ γὰρ ὁ Πλατῶν ἐξηγούμενος ἐβάδιζε θέλων τὸ ἑαυτοῦ σῶμα
γυμνάζειν, ὡς ἂν μὴ ἀσθενέστερον γεγονὸς ἐμποδὼν γένοιτο ταῖς ψυχικαῖς ἐνεργείαις, οἱ διαδεξάμενοι αὐτόν, ἤγουν ὁ Ξενοκράτης καὶ ὁ Ἀριστοτέλης, 6 ὠνομάσθησαν οὕτως, οἱ ἀπὸ τοῦ Περιπάτου, ὧν ὁ μὲν Ἀριστοτέλης ἐν Λυκείῳ ἐπαίδευεν, ὁ δὲ Ξενοκράτης ἐν Ἀκαδημίᾳ· ὕστερον δὲ τοῖς μὲν ὁ τόπος ἐξέλιπε καὶ ὠνομάσθησαν ἀπὸ τῆς ἐνεργείας τοῦ διδασκάλου Περιπαπατητικοί,
τοῖς δὲ ἡ ἐνέργεια καὶ ὠνομάσθησαν ἀπὸ τοῦ τόπου Ἀκαδημαϊκοί. ἢ ἀπὸ τοῦ τέλους τῆς φιλοσοφίας, ὡς οἱ Ἡδονικοί· οὗτοι γὰρ ἔλεγον τέλος εἶναι τοὐ βίου τὴν ἡδονήν, οὐχ ἡδονὴν δὲ ταύτην ἣν ὑπολαμβάνουσιν οἱ πολλοί, λέγω δὴ τὴν παθητικήν, ἀλλὰ τὴν παντελῆ τῆς ψυχῆς ἀπάθειαν.
αἱρέσεις ὠνομάσθησαν, φέρε δεύτερον καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων ποιησώμεθα τούτων οὖν τὰ μέν ἐστι μερικὰ τὰ δὲ καθόλου τὰ δὲ ἐν τῷ μεταξὺ τῶν καθόλου καὶ τῶν μερικῶν. καὶ ἔστι μερικὰ μὲν ὅσα πρός τινας ἰδία γέγραφεν, ἢ ἐπιστολὰς ἢ ἕτερα τοιαῦτα,
καθόλου δὲ ἐν οἷς περὶ τῆς τῶν πραγμάτων φύσεως ζητεῖ, ὡς ἔστι τὸ Περὶ τῆς ψυχῆς τὸ Περὶ γενέσεως καὶ φθορᾶς τὸ Περὶ οὐρανοῦ, μεταξὺ δὲ ὁπόσα περὶ ἱστορίας γέγραφεν, ὡς αἱ γεγραμμέναι αὐτῷ Πολιτεῖαι ἀμφὶ τὰς πεντήκοντα καὶ διακοσίας οὖσαι, ἃς οὔτε πρός τινας ἰδίᾳ γέγραφεν,
οὔτε καθόλου εἰσίν ἡ γὰρ Ἀθηναίων πολιτεία ἢ τῶν δείνων, εἰ τύχοι, 7 καθόλου οὐκ ἄν εἴη), ἔγραψε δὲ ἵνα οἱ ἐντυγχάνοντες μετ’ αὐτὸν ἄνθρωποι καὶ κρίνοντες, κατὰ τί μὲν ὀρθῶς ἐπολιτεύοντο κτὰ τί δὲ οὐχ οὕτως, τὰ μὲν ἕλωνται τὰ δὲ φύγωσι, καὶ ταύτῃ ὠφελῶνται. τὰ μὲν οὖν μερικὰ καὶ μεταξὺ χαιρέτω, τῶν δὲ καθόλου τὰ μέν ἐστι συνταγματικὰ τὰ δὲ
ὑπομνηματικά. ὑπομνηματικὰ δὲ καλοῦνται ἐν οἷς τὰ κεφάλαια μόνα ἀπογράφονται· ἰστέον γὰρ ὅτι τὸ παλαιὸν εἴ τις προῄρητο συγγράψασθαι, τὰ εὑρισκόμενα κατὰ μέρος αὐτοῖς εἰς τὴν τοῦ προκειμένου ἀπόδειξιν συμβαλλόμενα κεφαλαιωδῶς ἀπεγράφοντο, πολλὰ δὲ ἐξ ἀρχαιοτέρων βιβλίων
νοήματα ἐλάμβανον, ἵνα τὰ μὲν ὀρθῶς ἔχοντα κρατύνωσι τὰ δὲ μὴ οὕτως
ἐξελέγξωσιν· ὕστερον μέντοι τάξιν τέ τινα αὐτοῖς ἐπιπροσθέντες καὶ κάλλει λόγων καὶ ἀπαγγελίας ἀσκήσει φαιδρύναντες ὕφαινον τὰ συγγράμματα. καὶ ταύτῃ διενήνοχε τὰ ὑπομνηματικὰ τῶν συνταγματικῶν τάξει τε καὶ ἑρμηνείας κάλλει. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ, ὡς ὅταν περὶ ἑνός
τινος ποιῆται τὴν ζήτησιν, τὰ δὲ ποικίλα, ὅταν περὶ πολλῶν. καὶ πάλιν τῶν
συνταγματικῶν τὰ μέν ἐστι διαλογικά, ὡς ὅσα δραματικῶς διεσκεύασται κατὰ πεῦσιν καὶ ἀπόκρισιν πλειόνων προσώπων, τὰ δὲ αὐτοπρόσωπα ὡς
ὅσα γέγραφεν ὡς ἀφ’ ἑαυτοῦ.
ὠνομάσθησαν. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὰ διαλογικὰ καὶ ἐξωτερικὰ ἐκάλεσαν, ἐπειδὴ τὸν ἴδιον σκοπὸν οὐκ ἐκτίθεται ἐν αὐτοῖς ἀλλ’ ὡς ἐξ ἄλλων προσώπων ἀναπλάττει τὰ τυχόντα. τοῦτο δὲ ψευδές ἐστιν· ἐξωτερικὰ 8 γὰρ ὠνόμασται, ἐπειδὴ πρὸς τοὺς ἐπιπολαίως συνιέντας γέγραπται ἐπιτηδεύσαντος τοῦ φιλοσόφου ἐν αὐτοῖς φράσιν τε σαφεστέραν καὶ τὰς
ἀποδείξεις οὐκ ἀποδεικτικὰς ἀλλὰ μᾶλλον πιθανὰς ἐξ ἐνδόξων, τὰ δὲ
ἀκροαματικὰ ὡς ἂν δέον αὐτῶν ἀκροάσασθαι τὸν σπουδαῖόν τε καὶ τῷ ὄντι γνήσιον ἐραστὴν τῆς φιλοσοφίας.
τοῦ ψευδοῦς, πρακτικὰ δὲ ὅσα περὶ τὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ 9 ἐπειδὴ τὸ θεωρητικὸν ὑποδύεταί τινα ὡς ἀληθῆ μὲν δοκοῦντα μὴ ὄντα
δὲ ἀληθῆ, καὶ τὸ πρακτικὸν ὁμοίως τινὰ τῷ τοῦ ἀγαθοῦ κεχρωσμένα ὀνόματι μὴ ὄντα ἀγαθά, δεῖ ἡμῖν ὀργάνου τινὸς τοῦ διακρίνοντος τὰ τοιαῦτα. τί δέ ἐστι τοῦτο; ἡ ἀπόδειξις. πάλιν δὲ τῶν θεωρητικῶν τὸ μὲν θεολογικὸν
τὸ δὲ μαθηματικὸν τὸ δὲ φυσιολογικόν, καὶ τῶν πρακτικῶν τὸ μὲν ἠθικὸν
τὸ δὲ οἰκονομικὸν τὸ δὲ πολιτικόν, καὶ τῶν ὀργανικῶν τὰ μὲν εἰς τὰ περὶ τῶν ἀρχῶν τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ αὐτῆς τῆς μεθόδου τὰ δὲ εἰς τὰ περὶ τῶν ἄλλως εἰς τὴν μέθοδόν συντελούντων, τὴν ἀποδεικτικὴν λέγω· ἐπειδὴ γὰρ ἡ ἀπόδειξις συλλογισμός ἐστιν ἐπιστημονικός, δεῖ πρὸ τούτου
εἰδέναι τὸν καθόλου συλλογισμόν. ἀλλ’ ἐπεὶ τοῦτο τὸ τοῦ συλλογισμοῦ ὄνομα οὐχ ἁπλοῦν τι δηλοῖ ἀλλὰ σύνθετον (συλλογὴν γάρ τινα λόγων
σημαίνει), οὐκοῦν πρὸ ἐκείνου δεῖ μαθεῖν τὰ ἁπλᾶ ἐξ ὧν συντίθεται, ταῦτα δέ εἰσιν αἱ προτάσεις. ἀλλὰ καὶ αὗται σύγκεινται ἐξ ὀνομάτων καὶ ῥημάτων, ἃ διδάξουσιν αἱ Κατηγορίαι, τὰς δὲ προτάσεις τὸ Περὶ ἑρμηνείας, τὸν
δὲ καθόλου συλλογισμὸν τὰ Πρότερα ἀναλυτικά. ταῦτα τοίνυν εἰσὶν αἱ
ἀρχαὶ τῆς μεθόδου· τὰ δὲ Δεύτερα ἀναλυτικὰ αὐτὴν ἡμᾶς διδάξει τὴν μέθοδον, τοῦτ’ ἔστι τὸν ἀποδεικτικὸν συλλογισμόν. ἀλλὰ πάλιν ὥσπερ οἱ ἰατροὶ τὰ ἰατρικὰ παραδοδόντες τοῖς νέοις μαθήματα μέμνηνται σὺν τοῖς ὠφελοῦσι καὶ τῶν δηλητηρίων ὑπὲρ τοῦ τὰ μὲν ἑλεῖν τὰ δὲ φυγεῖν, οὕτω
κἀνταῦθα, ἐπειδὴ οἱ σοφισταὶ πράγματα παρέχουσι τοῖς τῆς ἀληθείας εὑρεταῖς σοφιστικοῖς τισι συλλογισμοῖς αὐτοὺς ἐθέλοντες παρακρούεσθαι, γράφει καὶ τούτους ὁ φιλόσοφος, ἵνα φεύγωμεν αὐτούς, καὶ λέγονται οὗτοι ἄλλως συμβάλλεσθαι τῇ μεθόδῳ, ὥσπερ εἴ τις θελήσας διδάξαι πῶς δεῖ λόγον συντάξαι, πρότερον διέλθοι περὶ ὀνομάτων καὶ ῥημάτων καὶ πρὸ ἐκείνων
περὶ τῶν συλλαβῶν καὶ ἔτι πρὸ ἐκείνων περὶ τῶν στοιχείων, καὶ λέγεται τὰ μὲν στοιχεῖα καὶ αἱ συλλαβαὶ καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα ἀρχαὶ τῆς μεθόδου τῆς ὅπως δεῖ λογοποιεῖν, τὰ δὲ περὶ αὐτῆς τῆς λογοποιίας περὶ αὐτῆς τῆς μεθόδου· εἰ δ’ ἀπαριθμήσαιτο καὶ τὰς τοῦ λόγου κακίας,
λέγοιτ’ ἄν οὗτος διειλέχθαι καὶ περὶ τῶν ἄλλως συμβαλλομένων τῇ μεθόδῳ.
καὶ αὕτη ἡ τῶν Ἀριστοτελικῶν συγγραμμάτων διαίρεσις.
οὕτω τῶν ἄλλων ἐντὸς γενώμεθα λόγων. ἀλλ’ ἐπειδὴ | καὶ ἐν ἐκείνῃ 11 κέχρηται ἀποδείξεσι καὶ συλλογισμοῖς, ἐμέλλομεν δὲ αὐτοὺς ἀγνοεῖν ἀνήκοοι τῶν τοιούτων ὑπάρχοντες λόγων, διὰ τοῦτο ἄρα ἀπὸ τῆς λογικῆς ἀρκτέον,
προκοσμήσαντας μέντοι τὰ ἑαυτῶν ἤθη καὶ δίχα τῆς ἠθικῆς πραγματείας. μετὰ δὲ τὴν λογικὴν ἰτέον ἐπὶ τὴν ἠθικήν, καὶ οὕτως ἀντιληπτέον τῶν
φυσικῶν, καὶ μετ’ ἐκεῖνα τῶν μαθηματικῶν, καὶ οὕτως ἐσχάτων τῶν θεολογικῶν.
ἡμῖν χρήσιμον ἐκ τῆς Ἀριστοτελικῆς φιλοσοφίας. καὶ λέγομεν ὅτι τὸ ἀνενεχθῆναι ἐπὶ τὴν κοινὴν ἁπάντων ἀρχὴν καὶ γνῶναι ὅτι μία ἐστὶν αὕτη ἀσώματος ἀμερὴς ἀπερίληπτος ἀπεριόριστος ἀπειροδύναμος αὐτοαγαθότης·
οὐ γὰρ μόνον ἀγαθόν· ἰστέον γὰρ ὅτι ὥσπερ λευκὸν λέγομεν τὸ δεδεγμένον σῶμα τὴν λευκότητα, λευκότητα δὲ αὐτὴν τὴν ποιότητα, οὕτως ἀγαθὸν
μὲν λέγεται τὸ δεδεγμένον σῶμα τὴν ἀγαθότητα καὶ μετέχον αὐτῆς, ἀγαθότης δὲ οἷον οὐσία καὶ ὕπαρξίς τις οὖσα.
ἐσχάτης ἐπὶ τούτοις ἀντιληψόμεθα τῆς θεολογίας.
τῶν Ἀριστοτελικῶν συγγραμμάτων. καὶ λέγομεν ὅτι δεῖ πεπαιδευμένον τὰ ἤθη εἶναι καὶ τὴν ψυχὴν κεκαθαρμένον· ‘μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐχὶ θεμιτόν,’ ὁ Πλατῶν ἔφησεν.
ἀκροαματικοῖς κατὰ μὲν τὰ νοήματα πυκνός ἐστι καὶ συνεστραμμένος καὶ ἀπορητικός, κατὰ δὲ τὴν φράσιν ἀπέριττος διὰ τὴν τῆς ἀληθείας εὕρεσίν τε καὶ σαφήνειαν, ἔστι δὲ ὅπῃ καὶ ὀνοματοθετῶν, εἰ δέοι· ἐν δέ γε τοῖς 12 διαλογικοῖς, ἃ πρὸς τοὺς πολλοὺς αὐτῷ γέγραπται, καὶ ὄγκου φροντίζει τινὸς καὶ περιεργίας λέξεων καὶ μεταφοράς, καὶ πρὸς τὰ τῶν λεγόντων
πρόσωπα μετασχηματίζει τὸ εἶδος τῆς λέξεως, καὶ ἀπλῶς ὅσα λόγου καλλωπίζειν οἶδεν ἰδέαν. ἐν δέ γε ταῖς ἐπιστολαῖς φαίνεται κατωρθωκὼς τὸν
ἐπιστολιμαῖον χαρακτῆρα, ὃν καὶ σύντομον εἶναι δεῖ καὶ σαφῆ καὶ ἀπηλλαγμένον πάσης περισκελοῦς συνθέσεως τε καὶ φράσεως.
ὁ φιλόσοφος. καὶ λέγομεν ὅτι καθάπερ ἐν τοῖς ἱεροῖς κέχρηνται παραπετάσμασί τισιν ὑπὲρ τοῦ μὴ πάντας ἤδη καὶ τοὺς βεβήλους ἐντυγχάνειν
τοῖς ὧν οὐκ εἰσὶν ἄξιοι τυχεῖν, οὕτω καὶ ὁ Ἀριστοτέλης προκαλύμματι τῆς αὑτοῦ φιλοσοφίας κέχρηται τῇ ἀσαφείᾳ, ἵνα οἱ μὲν σπουδαῖοι δι’
αὐτὸ τοῦτο ἔτι μᾶλλον τἀς ἑαυτῶν συντείνωσι ψυχάς, οἱ δὲ κατερρᾳθυμημένοι τε καὶ χαῦνοι τοῖς τοιούτοις προσιόντες λόγοις ὑπὸ τῆς ἀσαφείας διώκωνται.
ποτέ ἐστι), δεύτερον ἐπὶ τούτῳ τί χρήσιμον ἕξομεν ἐκ τοῦ συγγράμματος, εἰ μὴ συναναφαίνοιτο τῷ σκοπῷ (ἐτὶ πολλῶν γὰρ τοῦτο συμβαίνει),
τρίτον τίς ἡ τάξις, τέταρτον τίς ἡ αἰτία τῆς ἐπιγραφῆς, εἰ μὴ καὶ αὕτη 14 πρόδηλος εἴη, ὡς ἐν τῷ Περὶ οὐρανοῦ ἢ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς, πέμπτον εἰ νόθον ἢ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον πολλοὶ γὰρ
αὑτῶν συντιθέντες ἐπέγραφον τῷ Ἀριστοτέλους ὀνόματι, οὓς ἐλεγκτέον ἔκ τε τοῦ εἴδους καὶ τῆς ὕλης· εἶδος μὲν οὖν ἐστιν ἡ ποικιλία τῶν νοημάτων
καὶ ἡ ἐπανθοῦσα τοῖς λόγοις ἀλήθεια, ὕλη δὲ ἡ φράσις καὶ ἡ τῆς ἀπαγγελίας διδασκαλία), ἕκτον δεῖ ζητεῖν τίς ἡ εἰς τὰ κεφάλαια διαίρεσις· ὥσπερ γὰρ ὁ ἐπεσκεμμένος ἕκαστον τῶν τοῦ ἀνθρώπου μελῶν τε καὶ
ἄρθρων οὗτος ἄριστα ἄν εἰδείη καὶ τὸ ἐξ αὐτῶν συντεθειμένον ὅλον τὸν ἄνθρωπον, οὕτω καὶ ὁ τὰ κεφάλαια τοῦ λόγου διελθὼν εἰς ἃ διῄρηται ἄριστα
καὶ αὐτὸν εἴσεται τὸν λόγον.
τὴν τοῦ φιλοσόφου διάνοιαν τὸ δὲ τὴν ἐν τοῖς λεγομένοις ἀλήθειαν ἐξετάζειν·
οὐδὲ γὰρ δεῖ ὥσπερ ἐκμεμισθωκέναι πάντως ἑαυτὸν καὶ ἀνέχεσθαι ὅ τι ἄν λέγηται καὶ σπουδάζειν πάντως ἐκεῖνα κρατῦναι ἃ ἐξηγεῖται ὡς ἀληθῆ πάντα, κἂν μὴ οὕτως ἔχῃ, ἀλλὰ δεῖ ἕκαστον κρίνοντα βασανίζειν
ἐπίπροσθεν Ἀριστοτέλους θέμενον, εἰ τύχοι, τὴν ἀλήθειαν. οὕτως οὖν ἐξηγεῖσθαι χρὴ τὸν ἐξηγούμενον.
15 κότες τὸν φιλόσοφον διαλαβεῖν οἱ δὲ περὶ πραγμάτων οἱ δὲ περὶ νοημάτων. καὶ κρατύνουσιν ἕκαστοι τὰ ὑφ’ ἑαυτῶν λεγόμενα ἔκ τινων τοῦ βιβλίου λέξεων, οἱ μὲν περὶ φωνῶν λέγοντες ὅτι φαίνεται διαιρῶν τὰς φωνάς, ὅταν λέγῃ ὅτι “τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται τὰ δὲ ἄνευ συμπλοκῆς”,
οἱ δὲ περὶ πραγμάτων, ὅτι ταῦτα φαίνεται διαιρῶν, ὅταν λέγῃ ὅτι
“τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν”, οἱ δὲ περὶ νοημάτων, ὅτι μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν δέκα κατηγοριῶν λόγον φησὶ ‘περὶ τῶν γενῶν ἱκανὰ καὶ ταῦτα·’ γένη δὲ δηλονότι φησὶ τὰ ὑστερο|γενῆ καὶ ἐννοηματικά, ὅθεν καὶ ὁ Πορφύριος 16
εἶπεν “οὐδὲν ἄρα περιττὸν οὐδὲ ἐλλεῖπον περιέχει ἡ τοὐ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας·” ὥστε καὶ ὁ σκοπὸς αὐτῷ περὶ μόνων νοημάτων. καὶ ταῦτα μὲν ἕκαστοι λέγοντες δοκοῦσι διαφωνεῖν, τῷ ὄντι δὲ πάντες
ἀληθεύουσιν, εἰ καὶ οὐ τελείως ἀλλ’ ἐκ μέρους· ὥσπερ εἴ τις ὁριζόμενος τὸν ἄνθρωπον λέξῃ ὅτι ἄνθρωπός ἐστι ζῷον, ἄλλος δέ τις λέξῃ ὅτι λογικὸν
μόνον ἀρκεῖ, καὶ ἄλλος πάλιν ὅτι θνητόν, οἱ τρεῖς ἀληθεύουσιν, ἀλλ’ οὐ τέλειον ἕκαστος εἶπεν ὅρον.
δύο, ταύτῃ δείξομεν· ὅτε γὰρ περὶ φωνῶν λέγων περὶ σημαντικῶν λέγει καὶ γὰρ περὶ ἀσήμων οὐδὲ εἷς παρὰ τοῖς φιλοσόφοις λόγος), αὗται δὲ
αἱ σημαντικαὶ σημαίνουσι πράγματα διὰ μέσων δηλονότι νοημάτων ὁ γὰρ λέγων τι πρᾶγμα τὴν περὶ αὐτοῦ· πρῶτον ἔννοιαν ἔχων τότε αὐτό φησιν), ὥστε περὶ τῶν τριῶν ἐξ ἀνάγκης πάντως διαλέξεται. ἀλλὰ δὴ καὶ οἱ περὶ
πραγμάτων λέγοντες εἰς μέσον ἀγέσθωσαν. ἐπειδὴ τοίνυν καὶ τούτων τὰ
μὲν ἐν ψιλῇ ἐπινοίᾳ ἐστίν, ὡς τὸ τραγέλαφος καὶ ὅσα τοιαῦτα, τὰ δὲ καὶ ὄντως ὑφεστῶτά ἐστιν, οὐ δήπου περὶ τῶν ἐν ψιλὴ ἐπινοίᾳ κειμένων ἐροῦσι 18 διαλαβεῖν τὸν φιλόσοφον, ἀλλὰ περὶ τῶν ὄντως ὄντων καὶ ὑφεστηκότων· ταῦτα δὲ ἡμᾶς διδάξει οὐ τῷ δακτύλῳ ἐπιδεικνύς, ἀλλὰ διὰ φωνῶν τινων
σημαινουσῶν αὐτὰ διὰ μέσων νοημάτων. ἀλλὰ μὴν καὶ πρὸς τοὺς λέγοντας περὶ νοημάτων μόνον εἶναι τὸν σκοπὸν ἐροῦμεν ὅτι τὰ νοήματα πραγμάτων
ἐστὶ νοήματα καὶ ὁ διδάσκων αὐτὰ ταῖς σημαινούσαις αὐτὰ διδάξει φωναῖς· ὥστε ὅ τι ἄν τις εἴπῃ τῶν τριῶν, ἐξ ἀνάγκης ὁμολογήσει καὶ τὰ ἄλλα
δύο. καλῶς τοίνυν ἡμεῖς ἐλέγομεν ὅτι σκοπός ἐστι τῷ φιλοσόφῳ διαλεχθῆναι περὶ φωνῶν σημαινουσῶν πράγματα διὰ μέσων νοημάτων. καὶ τοῦτο εἰκότως· τὸ γὰρ προκείμενον βιβλίον καὶ τῆς λογικῆς πραγματείας καὶ
πάσης τῆς Ἀριστοτελικῆς φιλοσοφίας ἐστὶ πρῶτον. ὡς μὲν οὖν πρῶτον τῆς
λογικῆς πραγματείας περὶ φωνῶν διδάσκει, ὡς δὲ προηγούμενον καὶ τῆς ἄλλης Ἀριστοτελικῆς φιλοσοφίας τῶν ὄντων, τοῦτ’ ἔστι τῶν πραγμάτων, ποιεῖται διαίρεσιν. ἐκ δὲ τούτου δῆλον ὅτι διὰ μέσων νοημάτων· τὰ γὰρ ἄκρα διδασκόμενα καὶ τὸ μέσον ἐξ ἀνάγκης συνδιδάσκει.
τό τε θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ ὅτι τὸ μὲν θεωρητικὸν ἔχει περὶ τὴν κατάληψιν τοῦ ψευδοῦς καὶ τοῦ ἀληθοῦς, τὸ δὲ πρακτικὸν περὶ τὴν διάκρισιν τοὐ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ. ἀλλ’ ἐπειδὴ τούτων ἑκάτερον ὑποδύεταί τινα μὲν ὡς ἀληθῆ μὴ ὄντα ἀληθῆ, τινὰ δὲ ὡς ἀγαθὰ μὴ ὄντα
ἀγαθά, ἵνα μὴ ἀπατῶνται ἀπ’ αὐτῶν οἱ ἄνθρωποι, δεῖ αὐτοῖς τινος ὀργάνου διακρίνοντος αὐτοῖς τὰ τοιαῦτα, ἵνα ὥσπερ γνώμονί τινι καὶ κανόνι χρώμενοι τὰ μὴ έφαρμόζοντα ἀπωθῶνται· τοῦτο δέ ἐστιν ἡ ἀπόδειξις. | 19 ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστι ὁ δὲ συλλογισμός, ὡς ἤδη εἴρηται, οὐχ 20 ἁπλοῦν πρᾶγμα ἀλλὰ συλλογή ἐστι λόγων καὶ συντίθεται ἐξ ὀνομάτων καὶ
ῥημάτων, αἵπερ εἰσὶ προτάσεις. καὶ ὅτι ὑπόκειται τὰ ὀνόματα κατηγορεῖται δὲ τὰ ῥήματα, καὶ ταῦτα σύγκεινται ἐκ τῶν συλλαβῶν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ
οὐδὲν σημαίνουσιν, ὅθεν οὐδεὶς περὶ τούτων τῷ φιλοσόφῳ λόγος, οὐδὲ ἐπὶ
τῶν ὀνομάτων καὶ ῥημάτων στησόμεθα, οὐδὲ ἐπὶ τῶν συλλαβῶν αἵπερ εἰσὶν ἐπέκεινα. τοιγαροῦν ἀνάγκη εἶναι ἐν μέσῳ αὐτῶν τι. λέγομεν τοίνυν
ὅτι ἔστι πρὸ τούτων ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν· εἰδέναι γὰρ δεῖ ὅτι ἡ φύσις γινώσκουσα ὅτι κοινωνικὸν ἔμελλε γενέσθαι τὸ ζῷον τοῦτο,
ἔδωκεν αὐτῷ φωνήν, ἵνα διὰ ταύτης ἀλλήλοις σημαίνωσι τὰ ἑαυτῶν νοήματα. καὶ συνελθόντες οἱ ἄνθρωποι συνέθεντο πρὸς ἀλλήλους τόδε μέν,
εἰ τύχοι, ξύλον ὀνομάζεσθαι τόδε δὲ λίθον καὶ τὴν μὲν Σωκράτης φωνὴν τῆσδέ τινος οὐσίας εἶναι σημαντικὴν τὴν δὲ περιπατεῖν τῆσδέ τινος ἐνεργείας. κατὰ τοῦτο μὲν οὖν τὸ σημαινόμενον ἅπασαι φωναὶ ὀνομάζονται.
κατὰ δευτέραν δὲ ἐπιβολὴν ἐπεσκέψαντο ὅτι ταῖς μὲν τῶν φωνῶν δύναται
συντάττεσθαι ἄρθρα, χρόνοι δὲ οὐχί, ἅπερ ἐκάλεσαν ὀνόματα, ταῖς δὲ χρόνοι μὲν συντάττονται, ἄρθρα δὲ οὔ, ἅπερ εἰσὶ ῥήματα. σκοπὸς τοίνυν ἐστὶ τῷ Ἀριστοτέλει διαλαβεῖν οὐ περὶ ὀνομάτων ἁπλῶς καὶ ῥημάτων, ἀλλὰ
περὶ τῆς πρώτης θέσεως τῶν ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα 21 διὰ μέσων άπλῶν νοημάτων. | ἆρ᾿ οὖν περὶ πασῶν τῶν φωνῶν διαλέγεται 22 ἐν ταῖς Κατηγορίαις; οὐ δήπου· ἄπειροι γάρ εἰσι, τὰ δ’ ἄπειρα πρὸς ἐπιστήμην οὐ παραλαμβάνεται. ἀλλ’ εἰς καθόλου τινὰς ἀνάγει φωνάς, οὐκ ἀορίστους δέ, ἀλλὰ τῷ τῆς δεκάδος ἀριθμῷ περικεκλεισμένας·
5 ὑπὸ δὲ ταύτας ἀνάγονται πᾶσαι αἱ φωναί, αἴ εἰσιν οὐσία ποσὸν ποιὸν
23 πρός τι ποῦ ποτὲ ποιεῖν πάσχειν κεῖσθαι ἔχειν. καὶ ὁ μὲν σκοπὸς οὖτος.
διακρίνει τὸ ἀληθὲς ἀπὸ τοῦ ψεύδους καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ, συμβάλλεται ἄρα ἡμῖν τὸ προκείμενον βιβλίον. ἀλλὰ μὴν καὶ ἡ τάξις αὐτόθεν ἡμῖν ἀναφαίνεται, εἰρηκότων ἡμῶν ὅτι ἡ μὲν πρώτη θέσις τῶν ἁπλῶν
φωνῶν προηγεῖται τῶν ὀνομάτων καὶ ῥημάτων, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα τῶν ἁπλῶν λόγων, οὗτοι δὲ τῶν συλλογισμῶν τῶν καθόλου, οὗτοι
δὲ τῶν ἀποδεικτικῶν συλλογισμῶν· πρὸς τοίνυν τὴν τάξιν τούτων καὶ τὰ βιβλία πεποίηνται.
εἴδη τοῖς αὑτῶν γένεσιν ὑπόκειται, τὰ δὲ γένη κατηγορεῖται τῶν εἰδῶν
ἑαυτῶν, ὥστε τὰ μὲν ἄτομα μόνως ὑπόκειται, τὰ δὲ ὑπάλληλα τοῖς μὲν
πρὸ αὐτῶν ὑπόκειται, τῶν δὲ μετ’ αὐτὰ κατηγορεῖται, τὰ δὲ γενικώτατα μόνως κατηγορεῖται. ἐπειδὴ τοίνυν αἱ δέκα φωναὶ τῶν γενικωτάτων εἰσὶ καὶ μόνως κατηγοροῦνται μηδενὶ ὑποκείμεναι, διὰ τοῦτο Κατηγορίας ἐπέγραψεν.
τεσσαράκοντα βιβλία εὕρηνται, τῶν δὲ Κατηγοριῶν δύο· τὸ μὲν ἕτερον εἶχεν ἀρχὴν ἴτων ὄντων τὰ μὲν ὁμώνυμα λέγεται τὰ δὲ συνώνυμα“ δὲ δεύτερον, ὅπερ νῦν προκείμενον ἔχομεν· καὶ προτετίμηται τοῦτο ὡς
τάξει καὶ πράγματι πλεονεκτοῦν καὶ πανταχοῦ πατέρα τὸν Ἀριστοτέλην
κηρῦττον. ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ σύγγραμμα πάντες ὁμολογοῦσι· φαίνεται γὰρ ἐν πᾶσι τοῖς αὑτοῦ βιβλίοις μεμνημένος τῶν ἐνταῦθα θεωρημάτων· διόπερ εἰ τοῦτο νόθον, κἀκεῖνα, εἰ δὲ ἐκεῖνα γνήσια, καὶ τοῦτο
25 γνήσιον ἔσται. δεῖ μέντοι εἰδέναι ὅτι τὰ εὑρήματα τῶν κατηγοριῶν οὐκ ἔστιν αὐτοῦ ἀλλὰ προϋπῆρχεν, ἡ δὲ τούτων σύνταξις ὑπάρχει αὐτοῦ.
συμβαλλόμενα ἡμῖν ἔσται εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν· ἐπειδὴ γὰρ
ἔμελλεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ μνημονεύειν λέξεων τινων ἡμῖν ἀγνώστων, διὰ τοῦτο περὶ αὐτῶν προδιδάσκειν θέλει, ἵνα μὴ δόξῃ τὸν λόγον συνταράττειν. διαλέγεται δὲ ἐν τῷ τέλει περὶ τῶν μετὰ τὰς κατηγορίας·
ἐπειδὴ γὰρ ἐν τῷ διδάσκειν τὰς κατηγορίας ἐχρήσατο λέξεσί τισιν οὐκ
ἐγνωσμέναις, διαλήψεται καὶ περὶ αὐτῶν. ἀλλὰ ζητητέον τί δή ποτε καὶ πρὸ τῶν κατηγοριῶν ἐδίδαξε· καὶ λέγομεν ὅτι τῶν μὲν κατ’ ἀρχὴν ἐμνημόνευσε προλαβὼν ὡς πάντῃ ἀγνώστων, τὰ δὲ ἐφύλαξεν ἐν τῷ τέλει ὡς
ἂν ἐγνωσμένα ἐν τῇ συνηθείᾳ, οὐ μὴν διηρθρωμένην ἡμῶν ἐχόντων τὴν περὶ αὐτῶν γνῶσιν, ὅθεν καὶ μήπω διαλαβὼν περὶ αὐτῶν ἐχρήσατο τούτοις
ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ· πάντες γὰρ ἄνθρωποι χρῶνται κατὰ τὴν συνήθειαν τῇ τε ἅμα λέξει καὶ τῇ πρότερον καὶ τῷ τῆς κινήσεως ὀνόματι·
παραδίδωσι τοίνυν ἀκριβῶς τίνα ποτέ ἐστι τὰ ὑπ’ αὐτῶν σημαινόμενα. τινὲς δὲ εἰρήκασι ταῦτα προσγεγράφθαι νόθα ὑπὸ τῶν βουλομένων ἀναγινώσκεθαι τοὺς τόπους μετὰ τἀς Κατηγορίας εὐθέως· ἀμέλει τοι καὶ τὸ
προκείμενον βιβλίον οὕτως ἐπιγράφουσι Πρὸ τῶν τόπων. οὗτοι δὲ καὶ τῇ
ἐναργείᾳ καὶ τῇ τάξει ἄντικρύς μάχονται, εἴ γε ἐδίδαξεν ὅτι τῶν μὲν ὀνομάτων καὶ ῥημάτων προηγεῖται ἡ πρώτη θέσις τῶν ἁπλῶν φωνῶν προσεχῶς, διδάσκει δὲ ἐν μὲν ταῖς Κατηγορίαις περὶ θέσεως τῶν ἁπλῶν φωνῶν, ἐν δὲ τῷ Περὶ ἑρμηνείας περὶ ὀνομάτων καὶ ῥημάτων· ὥστε
ἑκάτερα ἔχονται ἀλλήλων ὥσπερ σειρά τις, καὶ οὔτε πρὸ ἐκείνου δύναταί
τις ἄλλο ἀναγινώσκειν ἢ τὰς Κατηγορίας οὔτε μετὰ ταύτας ἄλλο ἢ τὸ Περὶ 27 ἑρμηνείας, καὶ ὁ αὐτὸς λόγος τε καὶ ἡ τάξις ἄχρι τῶν Δευτέρων ἀναλυτικῶν, τοῦτ’ ἔστι τῶν Ἀποδεικτικῶν.
ἐγίνωσκον ἑκάστη οἴκοθεν μηδενὸς ἑτέρου προσδεόμεναι, ἀλλ’ ἐπειδὴ κατεληλύθασι πρὸς τὴν γένεσιν καὶ συνδέδενται τῷ σώματι καὶ τῆς ἐξ αὐτοῦ ἀχλύος ἀναπιμπλάμεναι ἀμβλυώττουσι καὶ οὐχ οἷαί τέ εἰσι τὰ πράγματα γινώσκειν ὡς ἔχει φύσεως, διὰ τοῦτο τῆς ἀλλήλων ἐδεήθησαν κοινωνίας διακονούσης αὐταῖς τῆς φωνῆς εἰς τὸ διαπορθμεύειν ἀλλήλαις τὰ νοήματα.
δηλοῦνται δὲ πάντα καὶ δι’ ὀνομάτων καὶ διὰ λόγων. καὶ τοῦτό γε εἰκότως, εἴ γε τῶν ὄντων ἕκαστον καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ πλειόνων | μερῶν οἰκείων, ἃ συνελθόντα ἐπλήρωσαν αὐτοῦ τὴν φύσιν· οἷον ὁ ἄνθρωπος 29 καὶ ἕν τί ἐστι καὶ σύγκειται ἐκ γένους καὶ τῶν συστατικῶν αὐτοῦ διαφορῶν· ὡς μὲν οὖν ἓν ὢν δηλοῦται ὑπὸ τῆς ἄνθρωπος φωνῆς, ἥτις ἁπλοῦν ἐστιν
ὄνομα, ὡς δὲ συγκείμενος ἔκ τινων δηλοῦται ὑπὸ τοῦ λόγου ἑκάστην τῶν τοῦ ἀνθρώπου ἰδιοτήτων ἐπεξιόντος, οἷον ζῷον λογικὸν θνητόν. τούτων τοίνυν οὕτως εἰρημένων εἰ λάβοιμεν δύο πράγματα, ταῦτα ἢ κατὰ ἀμφότερα κοινωνοῦσι, λέγω δὴ κατὰ τὸ ὄνομα καὶ τὸν λόγον, ἢ κατ’ ἄμφω διαφέρουσιν, ἢ κατὰ μὲν τὸ ἓν κοινωνοῦσι, κατὰ δὲ τὸ ἕτερον διαφέρουσι· καὶ
τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ἢ ἀνάπαλιν κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσι κατὰ δὲ τὸν λόγον διαφέρουσιν· ὥστε τέσσαρας εἶναι διαφοράς. εἰ μὲν οὖν κατ’ ἄμφω κοινωνοῦσιν, ὀνομάζεται συνώνυμα ὡσανεὶ σὺν τῷ ὀνόματι καὶ τοῦ ὁρισμοῦ μεταδιδόντα ἀλλήλοις, ὥσπερ κατηγορεῖται τὰ γένη τῶν οἰκείων εἰδῶν·
ὁ γὰρ ἄνθρωπος καὶ ζῷον λέγεται καὶ οὐσία ἐστὶν ἔμψυχος αἰσθητική. εἰ δὲ κατ’ ἄμφω διαφέροιεν, ὀνομάζεται ἑτερώνυμα, ὥσπερ ἔχει ὁ ἄνθρωπος καὶ ὁ ἵππος· οὐ γὰρ τὸν ἄνθρωπον εἴποις ἵππον οὐδὲ τὸν ἵππον ἄνθρωπον, οὐ μὴν οὐδὲ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν, ἀλλ’ ἄλλον καὶ ἄλλον. εἰ δὲ κατὰ μὲν τὸ ὄνομα κοινωνοῖεν, κατὰ δὲ τὸν λόγον διαφέροιεν, ὁμώσὐτὸς 30 νυμα λέγεται, ὥσπερ ἔχουσιν οἱ δύο Αἴαντες· οὗτοι γὰρ κοινὸν μὲν ὄνομα ἔχουσι τὸ Αἴας, ὁρισμὸν δὲ οὐ τὸν αὐτόν· τὸν γὰρ Τελαμῶνος ὁριζόμενοι λέγομεν ‘ὁ ἐκ Σαλαμῖνος᾿ ῾ὁ μονομαχήσας Ἕκτορι᾿ καὶ ὅσα δὲ ἄλλον πάλιν ἄλλως ‘ὁ Ὁιλέως᾿ ‘ὁ Λοκρός᾿. εἰ δὲ κατὰ μὲν τὸν λόγον
κοινωνοῦσι κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, ὀνομάζεται πολυώνυμα, ὡς ἔχει τὸ ἄορ ξίφος μάχαιρα.
διδασκαλίᾳ, καὶ ὅτι ἐκ τούτων δηλοῦται καὶ τὰ λοιπὰ δύο ὡς ἀντικείμετα τούτοις· ἀντίκειται γὰρ τοῖς μὲν ὁμωνύμοις τὰ πολυώνυμα, εἴ γε ταῦτα κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ, κατὰ δὲ τὸν λόγον διαφέρει, τὰ δὲ πολυώνυμα εἰρήκαμεν κατὰ μὲν τὸ ὄνομα διαφέρειν κατὰ δὲ τὸν λόγον κοινωνεῖν ἀλλήλοις. τοῖς δὲ συνωνύμοις ἀντίκειται τὰ ἑτερώνυμα· καὶ γὰρ
ταῦτα μὲν κοινωνεῖ κατ’ ἀμφότερα, ἐκεῖνα δὲ κατ’ ἀμφότερα διαφέρει· ὥστε ὁ ταῦτα εἰδὼς ἐξ αὐτῶν καὶ τὰ ἀντικείμενα εἴσεται. τοῦτο δὲ διὰ βραχυλογίαν ὁ φιλόσοφος ἐπετήδευσεν· τῶν γὰρ ἀντικειμένων ἡ αὐτή ἐστιν ἐπιστήμη. ὥστε δεῖ τῷ περὶ τῶν δύο λόγῳ καὶ τὰ λοιπὰ δύο συνδιδαχθῆναι. προέταξε δὲ τὰ ὁμώνυμα τῶν συνωνύμων, οὐκ ἐπειδὴ τὸ ὂν
κατηγορεῖται ὁμωνύμως τῶν δέκα κατηγοριῶν, ἀλλ’ ὅτι δεῖ τὰ ἁπλούστερα τῶν μὴ τοιούτων ἀεὶ προτάττεσθαι κατὰ τὴν διδασκαλίαν, ἔστι δὲ τὰ ὁμώνυμα τῶν συνωνύμων ἁπλούστερα, εἴ γε ταῦτα μὲν | τὴν κατὰ τὸ ὄνομα 31 μόνον κοινωνίαν ἔχει, τὰ δὲ συνώνυμα σὺν ταύτῃ καὶ τὴν κατὰ τὸν λόγον.
ἕτερα μέν ἐστι τὰ παντελῶς ἠλλοτριωμένα, ὡς ἄνθρωπος καὶ ἵππος (ταῦτα γὰρ οὕτε ὄνομα τὸ αὐτὸ ἔχουσιν οὕτε ὁρισμὸν τὸν αὐτόν), ἑτερώνυμα δὲ ὅσα τούτοις διαφέρει καὶ τῷ ὑποκειμένῳ ταὐτά ἐστιν, ὥσπερ ἀνάβασις καὶ κατάβασις· τούτων γὰρ οὔτε ὄνομα τὸ αὐτὸ οὔθ’ ὁρισμὸς ὁ αὐτός, τῷ μέντοι ὑποκειμένῳ ταὐτά ἐστι· περὶ γὰρ τὴν αὐτὴν κλίμακα θεωροῦντι. 32 ὁμοίως δὲ καὶ σπέρμα καὶ καρπὸς κατ’ ἀμφότερα διαφέροντα περὶ τὸν αὐτὸν σῖτον θεωροῦνται· οὗτος γὰρ πρὸς μὲν τὸ ἤδη πεφυκέναι λέγεται καρπός, πρὸς δὲ τὸ μέλλον σπέρμα.
τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.
κοινὸν καὶ μὴ εἶπεν ἔτι καὶ ‘ῥῆμα’; ἔπειτα δὲ καὶ διὰ τί εἶπεν ὁ δὲ λόγος τῆς οὐσίας καὶ μὴ εἶπεν ‘ὁ ὁρισμὸς’ ἢ <ἡ> ὑπογραφή’; διὰ τί μὴ καὶ τῶν συμβεβηκότων ἐμνημόνευσεν; [οὕτω γὰρ ὁ κατὰ τάξιν ἐξηγήσατο παραλείψας τὰ εἰρημένα ἐνταῦθα. πρῶτον γοῦν περὶ τοῦ τόνου καὶ τῆς πτώσεως διδάσκει, καὶ ὕστερον αὐτὰ ὡς ἐν παρέργῳ
εἰσφέρων ἐμνημόνευσεν].
εἰ γὰρ εὕρωμεν ὀνόματα εἰς ἕν τι τούτων διαφέροντα, οὐκ εἰσὶν ὁμώνυμα, οἷον ὡς ἐπὶ τοῦ ἀργὸς καὶ ἀργὸς· ὁ γὰρ τόνος ἐνταῦθα ἐνήλλακται, καὶ τὸ παροξυνόμενον σημαίνει πόλιν τινὰ ἐν Πελοποννήσῳ, τὸ δ’ ὀξυνόμενον σημαίνει τὸν βραδύτερον ἄνθρωπον. ταῦτα οὖν οὐ λέγεται ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τοῦ τόνου. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς πτώσεως· λέγομεν
γὰρ ‘ὁ ἐλάτης’ καὶ σημαίνομεν τὸν ὁρμῶντα, καὶ λέγομεν ‘τῆς ἀλάτης’ καὶ 34 σημαίνομεν τὸ ξύλον τὴν ἐλάτην· ὥστε οὐδὲ ταῦτα ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως. τὰ αὐτὰ λέγομεν καὶ ἐπὶ τοῦ πνεύματος· λέγομεν γὰρ ‘οιον’, καὶ τὸ μὲν δασυνόμενον σημαίνει τὸ ὁποῖον, τὸ δὲ ψιλούμενον σημαίνει τὸ μόνον, καὶ οὐδὲ τοῦτο ὁμώνυμον. ἐπί δέ γε τῆς Αἴας φωνῆς
καὶ τόνος ἐστὶν ὁ αὐτὸς καὶ πτῶσις ἡ αὐτή. ἀλλὰ μὴν καὶ τὸ πνεῦμα κοινὸν ἐπ’ ἀμφοτέρων· συμβήσεται οὗν εἶναι αὐτὰ ὁμώνυμα.
κεχρῆσθαι, ὥσπερ οὖν καὶ ὁ Πλατῶν φησί· “λέγεται ταῦτα, ὦ Γοργία, 35 περὶ Θεμιστοκλέους”. καὶ δηλοῖ ὅτι παρὰ τοῖς παλαιοῖς τὸ ὄνομα τοῦτο φέρεται καὶ οὐκ αὐτοῦ ἐστιν ἡ τοιαύτη θέσις· ὅταν γὰρ ᾖ αὐτοῦ, λέγει ‘καλῶ’, ὡς ἐν τοῖς Ἀναλυτικοῖς φησιν· “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”.
φησι ταῦτα ὁμώνυμα εἶναι τὰ μόνον ὄνομα κοινὸν ἔχοντα; ἐροῦμεν πρὸς τοῦτο ὅτι ὄνομα ἐνταῦθα λαμβάνει οὐ τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ῥῆμα, ἀλλὰ τὸ κοινότερον, καθὸ πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας φησίν· “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ τὰ ῥήματα ὀνόματά ἐστιν”. ὥστε τὸ ἐρῶ ὁμώνυμόν ἐστι καὶ ἔχει ὄνομα κοινόν, ὅρον δὲ
διάφορον, καὶ ἔστιν ἐν τοῖς ῥήμασιν ὁμωνυμία.
πολέμῳ καὶ μὴν ἔχων μεθ’ ἑαυτοῦ, εἰ τύχοι, δόρυ καὶ ἐσθῆτα ἢ ἄλλο τι οὐκ ἔστι μόνος, ἀλλὰ μόνος ἐκλήθη τῇ στερήσει τῶν ἑπομένων αὐτῷ), ἢ τὸ μοναδικόν, καθὸ λέγομεν μόνον ἥλιον. ἐνταῦθα δὲ τῷ πρώτῳ ἐχρήσατο.
ό δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἵνα μὴ τὸν τυχόντα ὁρισμὸν λαμβάνωμεν, ἀλλὰ τὸν κατὰ τὸ ὄνομα, καθ’ ὃ κοινωνοῦσι· τῶν γὰρ Αἰάντων ὁ μέν ἐστι Τελαμῶνος υἱὸς Σαλαμίνιος, ὃς ἐμονομάχησεν ΄Εκτορι, ὁ δὲ ἕτερος ᾿ Οιλέως υἱὸς Λοκρὸς πόδας ταχύς· ὥστε ὁ κατὰ τὸ 42 ὄνομα ὁρισμὸς ἑκατέρου ἕτερος. εἴποι δ’ ἄν τις ὅτι δυνατὸν τὰ ὁμώνυμα καὶ συνώνυμα καλέσαι, οἷόν τι ὡς ἐπὶ τῶν δύο Αἰάντων· οὗτοι γὰρ ὁμώ- νυμοί εἰσι, καθὸ τὸ μὲν ὄνομα ἔχουσι κοινόν, τὸν δὲ ὁρισμὸν τὸν κτὰ τοὔνομα διάφορον· ὁ μὲν γάρ ἐστι Τελαμῶνος, ὁ δὲ ᾿Οιλέως. ἀλλὰ πάλιν
εἴποι ἄν τις ῾ καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὔνομα συνώνυμοί εἰσιν· ἀμ- φότεροι γὰρ ὅ τε ᾿ Οιλέως καὶ ὁ Τελαμῶνος ἄνθρωποί εἰσι καὶ ἔσονται συνώνυμοι᾿. | τίνι οὖν διενηνόχασιν ἀλλήλων; τούτῳ ὅτι τὰ μὲν ὁμώνυμα 43 οἷον οἱ Αἴαντες ἔχουσι τὴν κοινωνίαν πρὸς ἀλλήλους τὴν κατὰ τοὔνομα, ἤγουν τοῦ Αἴαντος, ἔχουσι δὲ κοινωνίαν ἀμφότεροι καὶ πρὸς αὐτὴν τὴν
ὁμωνυμίαν, καθὸ μετέχουσι ταύτης τῆς ὁμωνυμίας. τὰ μέντοι γε συνώ- νυμα οὐκ ἔχουσιν οὕτως· ἐνταῦθα γὰρ μόνην τὴν πρὸς ἄλληλα σχέσιν παραλαμβάνομεν.
οὐκ ἐπὶ πάντων τῶν πραγμάτων εὐποροῦμεν ὁρισμοὺς ἀποδιδόναι· τὰ γὰρ γενικώτατα τῶν γενῶν ὁρισμοὺς οὐκ ἐπιδέχονται. ἀλλ’ ἔστιν ὅτε καὶ ὑπο- γραφαῖς κεχρήμεθα. ἔστι δὲ ὁμωνυμία καὶ ἐν τοῖς πράγμασιν, ἐν οἷς ὑπο- γραφαῖς κεχρήμεθα. διὰ τοῦτο οὐκ εἶπεν ῾ ὁρισμός᾿ , ἐπειδὴ παρελίμπανε τὰ δι’ ὑπογραφῆς σημαινόμενα. καὶ πάλιν εἰ εἶπεν ῾ ὧν ἡ ὑπογραφή᾿ ,
παρέλιπεν ἄν τὰ δι’ ὁρισμῶν σημαινόμενα· διὰ τοῦτο οὖν τῷ λόγῳ ἐχρή- σατο· κατηγορεῖται γὰρ οὗτος κοινῇ τοῦ ὁρισμοῦ καὶ τῆς ὑπογραφῆς.
λέγομεν γὰρ ῾ ὀξὺς χυμὸς᾿ καὶ ἐπὶ παντὸς τῶν ἄλλων ὁμοίως. πῶς οὖν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας; φαμὲν οὖν ὅτι οὐσίαν λέγει ἐνταῦθα οὐ τὴν ἀντιδιαστελλομένην πρὸς τὰ συμβεβηκότα, ἀλλὰ κοινότερον τὴν σημαίνουσαν τὴν ἑκάστου ὕπαρξιν, καθὸ καὶ τὰ συμβεβη- 46 κότα λέγεται ὑπάρχειν ἐν τοῖς οὖσι. τῆς οὐσίας οὖν φησιν ἀντὶ τοῦ τῆς φύσεως ἑκάστου καθ᾿ ἣν ὑφέστηκεν.
ὡς ζῴου ὄντος, ἄλλον καὶ ἄλλον ὁρισμὸν ἀποδώσει, τοῦ μὲν ἀληθινοῦ ἀνθρώπου ζῷον λογικὸν θνητόν, τοῦ δὲ γεγραμμένου, εἰ τύχοι, ζῷον γε· γραμμένον ἀπὸ χρωμάτων τοίων ἢ τοίων.
ἢ ἀπὸ τῆς ὕλης χαρακτηρίζεται ἢ ἀπὸ τοῦ εἴδους ἢ ἀπὸ τοὺ συναμφοτέφου, τοῦτ’ ἔστιν ἀπὸ τῆς ὕλης καὶ τοῦ εἴδους· εἰ οὖν εἶπε ζῷον, ἐσήμανεν ἂν τὴν ὕλην καὶ τὸ εἶδος, εἰπὼν δὲ τὸ ζῴῳ εἶναι ἐσήμανε καθ’ ὃ χαρακτηρίζεται, τοῦτ’ ἔστι τὸ εἶδος· τὸ γὰρ εἶναί τινος τὸ εἶδος αὐτοῦ ἐστιν, καὶ οἱ κυρίως ὁρισμοὶ ἐκ τούτου λαμβάνονται, εἴ γε ἐκ γένους
δεῖ αὐτοὺς εἶναι καὶ τῶν συστατικῶν διαφορῶν.
εἰσὶν ὁμώνυμα <καὶ> ἀφ’ οὗ παρώνυμα λέγεται. καὶ ἐκ τούτων τὰ ἀπὸ ποιητικοῦ λέγεται αἰτίου ὡς τὸ ἰατρικὸν σμιλίον ἢ βιβλίον ταῦτα δέ ἐστι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀφ’ ἑνὸς μὲν ἀπὸ τοῦ ποιητικοῦ, πρὸς ἓν δὲ πρὸς τὸ τελικόν), τὰ δὲ ἀπὸ τοῦ τελικοῦ οἷον τὸ ὑγιεινὸν φάρμακον. τὰ δὲ καὶ ἀλλήλοις ὁμώνυμα καὶ ἀφ’ ὧν λέγεται ὁμώνυμα, ὧν τὰ μὲν
διαφέρει κατὰ χρόνον ἐκείνου ἀφ’ οὗ λέγεται καὶ τούτων τὰ μὲν | λέγεται 49 κατὰ μνήμην, οἷον μεμνημένος τις ἰδίου πατρὸς ἢ διδασκάλου ἤ τινος τοιούτου καλέσῃ τὸν ἑαυτοῦ παῖδα τῷ ἐκείνου ὀνόματι, τὰ δὲ κατὰ τύχην, ὡς ὅταν τις τὸν παῖδα Εὐτυχῆ εἴπῃ, τὰ δὲ κατ’ ἐλπίδα, ὡς * ἐλπίζων 50 γενέσθαι ὠνόμασεν), τὰ δέ εἰσιν οὐ διαφέροντα κατὰ χρόνον τοῦ ἀφ’ οὗ λέγεται. καὶ τούτων πάλιν τὰ μὲν κατὰ τὴν τῶν πραγμάτων ὁμοιότητα λέγεται, 〈ὡς ὅταν λέγωμεν τὸν φρόνιμον ἄνθρωπον φρόνησιν〉, τὰ δὲ κατὰ μέθεξιν οἷον μουσικὴ γυνὴ καὶ μουσικὴ ἐπιστήμη, γραμματικὴ γυνὴ καὶ
γραμματικὴ ἐπιστήμη, τὰ δὲ κατὰ ἀναλογίαν, οἷον ὡς ἔχει τόδε πρὸς τόδε, οὕτω τόδε πρὸς τόδε, ὡς πόδες κλίνης καὶ πόδες ὄρους. καὶ τῶν μὲν κατὰ τὴν τῶν πραγμάτων ὁμοιότητα 〈τὰ μὲν διὰ τὴν τῆς ἐνεργείας ὁμοιότητα> οἷον Γοργίας ἀπὸ τοῦ γοργεύεσθαι τόνδε τινά, τὰ δὲ διὰ τὴν τῆς μορφῆς ὁμοιότητα οἷον ἐπὶ τῆς εἰκόνος καὶ τοὐ παραδείγματος, τὰ δὲ κατὰ
μεταφορὰν ὡς πόδες Ἴδης καὶ κορυφή.
δεῖξαι ὡς τὸ αὐτὸ ὁμώνυμον καὶ συνώνυμον πολλάκις οἷόν τε λέγειν, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, οἷον ὁ Αἴας καὶ ὁμώνυμός ἐστι τῷ ἄλλῳ Αἴαντι καὶ συνώνυμος· ὁμώνυμος μέν, ὅτι τῷ μὲν ὀνόματι κοινωνεῖ, διαφέρει δὲ κατὰ τὸν ὁρισμὸν τὸν καθὸ Αἴας. δύναται δὲ κοινωνεῖν καὶ κατὰ τὸν ὁρισμὸν τὸν καθὸ ἄνθρωπος καὶ ἔσται συνώνυμος.
τελευταίαν συλλαβήν, ὅτι ἐπὶ μὲν τοῦ ἐστι κος, ἐπὶ δὲ τοῦ κη. ὁμοίως 53 δὲ καὶ περὶ τὸ πρᾶγμα· * καὶ γὰρ ὁ γραμματικὸς οὐσία ἐστίν, ἡ δὲ γραμ- ματικὴ ἐπιστήμη ·τις ἤγουν ποιότης καὶ κατὰ συμβεβηκός. ἐὰν γὰρ ἓν τούτων ἀπολειφθῇ, οὐκ ἔστι παρώνυμα· ἔστω γὰρ περὶ τὸ ὄνομα κοινωνία καὶ διαφορά, ἔστω δὲ καὶ ἡ περὶ τὸ πρᾶγμα κοινωνία, διαφορὰ δὲ μὴ εἴη,
καὶ οὐκ ἔσται παρώνυμα, οἷον πλάτανος καὶ πλατάνιστος· ἐνταῦθα γὰρ οὐκ ἄν εἴποιμεν παρώνυμα· ταὐτὸ γάρ ἐστιν. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, κοινωνία δὲ μὴ εἴη κατὰ τὸ πρᾶγμα, καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ῾ Ελένης καὶ τοῦ ῾ Ελένου. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, διαφορὰ δὲ μὴ εἴη κατὰ τὴν τελευταίαν συλλαβήν, | καὶ 54
οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς μουσικῆς ἐπιστήμης καὶ μουσικῆς γυναι- κός· ὁμώνυμα γὰρ <ταῦτα> καὶ οὐ παρώνυμα. πάλιν ἔστω τὰ ἄλλα, δὲ μὴ εἴη περὶ τὸ ὄνομα καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ τοῦ σπουδαίου. χρὴ γοῦν τὰ παρώνυμα πάντα ἔχειν τὰ εἰρη- μένα, ὡς ἐπὶ τῆς γραμματικῆς τέχνης καὶ τοῦ γραμματικοῦ· λέγεται γὰρ
ἐπ’ αὐτῶν παρωνύμως. πάνυ οὗν συντόμως ὁ φιλόσοφος πάντα τὰ εἰρη- μένα περιέλαβεν· εἰρηκὼς γὰρ τὸ ἀπό τινος τὴν κατὰ τὸ πρᾶγμα κοινω- νίαν καὶ ἑτερότητα ἐδήλωσεν· εἰ γὰρ ἀπό τινος, δῆλον ὅτι ἔχει κοινωνίαν πρὸς ἐκεῖνο, εἰ δὲ ὅλως ἀπ’ αὐτοῦ, δῆλον ὅτι καὶ διαφέρει· εἰ γὰρ μὴ διέφερεν, ἀπό τινος οὐκ ἐλέγετο, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα ἂν ἦν. εἰπὼν δὲ
διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφορὰν παρίστησι τοῦ ὀνόματος· διαφέρει γὰρ τῇ πτώσει κατὰ τὸ τέλος τοῦ ὀνόματος γραμματικὴ γραμματικός· πτῶσιν γὰρ ὁ φιλόσοφος καλεῖ τὴν ἀναλογίαν τῆς τελευταίας συλλαβῆς καὶ οὐχ, ὡς οἱ γραμματικοί, τὴν ἀπὸ τῆς ὀρθῆς ἐπὶ τὴν γενικὴν καὶ δοτικὴν ἑτερότητα.
τοσοῦτον μόνον αὐτῶν διαφέρει, ὅτι τὰ παρώνυμα οὐ παντελῆ κοινωνίαν ἔχει τοὐ πράγματος καὶ τοῦ ὀνόματος, ἀλλά τινα ἐλάττονα καὶ διαφορὰν ἐν τούτοις ἔχει. τῶν δὲ ὁμωνύμων οὐκ ὀλίγῳ τινὶ διέστηκε τὰ παρώνυμα, τοσοῦτον μόνον αὐτοῖς πλησιάζοντα κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐν ταύτῃ τῇ κοινωνίᾳ θεωρεῖταί τις διαφορά· τὰ μὲν γὰρ ὁμώνυμα
παντελῆ κοινωνίαν ἐθέλει ἔχειν αὐτοῦ τοῦ ὀνόματος, τὰ δὲ παρώνυμα καὶ διαφορὰν ἐθέλει τινὰ ἔχειν· ὥστε μᾶλλον τοῖς συνωνύμοις πλησιάζει τὰ παρώνυμα. |
εἰκότως· ἐπειδὴ γὰρ τὰ ἄνευ συμπλοκῆς μέλλει διαιρεῖν, διὰ τοῦτο ὕστερον αὐτὰ εἶπεν, ἵνα εὐθέως ποιήσηται τὴν διδασκαλίαν περὶ αὐτῶν. διαιρεῖ δὲ αὐτά, ὅταν λέγῃ τὰ δὲ ἄνευ συμπλοκῆς οἷον ἄνθρωπος βοῦς τρέχει νικᾷ. ἐξεπίτηδες τὰ δύο ἅμα ὀνόματα τάττει καὶ τὰ δύο ἅμα ῥήματα, ἵνα μή τις κατὰ συμπλοκὴν αὐτὸν λέγειν νομίσῃ τὸ ὄνομα τῷ
ῥήματι συναναγινώσκων.
συντιθέντες μέχρι τῆς τετράδος πρώτως τὸν δέκα ἀριθμὸν ποιοῦμεν, οἷον ἓν δύο τρία τέσσαρα, καὶ οὕτω γίνονται δέκα· οὐσία γὰρ τῆς δεκάδος καὶ οἷον γένεσις ἡ τετράς ἐστιν, ὥσπερ αὕτη πάλιν ἀπὸ δυάδος γίνεται. διελὼν οὖν τὰ λεγόμενα διχῇ νῦν τὰ ὄντα διαιρεῖ τετραχῇ καὶ ἔπειτα τὰ συναμφόπαντελῶς 60 τερα δεκαχῆ διὰ τῶν οἰκειοτάτων ἀριθμῶν τῆς διαιρέσεως φοιτῶν καὶ ἐπὶ τὸ πᾶν αὐτῶν καὶ τελειότατον πέρας καταντῶν. καὶ δεῖ εἰδέναι ὅτι τὴν μὲν τῶν ὄντων διαίρεσιν εἰς τέσσαρά τινα κατὰ τὸ συμπλεκόμενον ποιεῖ, | 61 ὕστερον δὲ τὴν τῶν δέκα γενῶν ἀσυμπλόκως ἀπαρίθμησιν ποιεῖται.
τὰ δὲ μερικὰ συμβεβηκότα, καὶ τὰ μὲν καθόλου συμβεβηκότα τὰ δὲ μερι- καὶ οὐσίαι, οἷον ἄνθρωπος καὶ τὸ τὶ λευκὸν ἢ τὶς ἐπιστήμη καὶ λευκὸν καὶ τὶς ἄνθρωπος. ἔστι δ’ ἡμῖν ἐν παραδείγματι τόδε οὐσία συμβεβηκός ἐν ὑποκειμενῳ καὶ ου καθ’ ὑποκειμένου καθόλου μερικὸν ἀλλ’ εἰ μὲν ταύταις ταῖς φωναῖς ἐχρήσατο ὁ Ἀριστοτέλης, σαφὲς ἂν ἦν τὸ λε- γόμενον·· ἑτέροις δὲ ὀνόμασιν ἐκέχρητο διὰ τὸ τὴν ἀσάφειαν αὐτὸν ἐπιτηδεύειν,
ὡς εἴρηται, καὶ διὰ τὸ βούλεσθαι αὐτὸν οἰκειοτέροις ὀνόμασι χρῆσθαι. ἐκάλεσε δὲ τὸ καθόλου καθ’ ὑποκειμένου, διότι πάντως κατά τινος ὑποκειμένου λέγεται, τὸ δὲ μερικὸν οὐ καθ’ ὑποκειμένου, διότι οὐ λέγεται κατά τινος ὑποκειμένου ἐκάλεσε δὲ αὐτὸ τῇ ἀποφάσει τοῦ ἑτέρου), τὸ δὲ συμβεβηκὸς ἐν ὑποκειμένῳ, διότι δέεται ἄλλου τινὸς ὑποκειμένου εἰς τὸ ὑποστῆναι,
τὴν δὲ οὐσίαν εἶπεν οὐκ ἐν ὑποκειμένῳ. ὅθεν καὶ ἄξιον ζητῆσαι τίνος ἕνεκεν οὐκ ἐκάλεσεν αὐτὴν ὑποκείμενον, ἀλλὰ τῇ ἀποφάσει τῆς φωνῆς τῆς 62 σημαινούσης τὸ συμβεβηκός. ἐροῦμεν ὅτι πρῶτον μὲν οὐ πᾶσα οὐσί ἐστὶν ὑποκείμενον (οὐ γὰρ δήπου καὶ αἱ πρῶται καὶ αἱ θεῖαι οὐσίαι εἰσὶν ὑποκείμενα), ὥστ’ εἰκότως οὐκ ἐκάλεσεν αὐτὴν ὑποκείμενον. ἔπειτα δὲ καὶ τὴν διαίρεσιν ποιούμενος τῶν πραγμάτων ἠθέλησεν ἐξ ἀποφάσεως καὶ
καταφάσεως αὐτὴν ποιήσασθαι, ἵνα ἄφυκτος ὑπάρχῃ καὶ τῷ ὄντι πάντα περιλάβῃ, ὡς ἄν εἰ ἔλεγε ῾ τῶν χρωμάτων τὰ μέν εἰσι μέλανα τὰ δὲ οὐ μέλανα᾿ · ὁ γὰρ οὕτως εἰπὼν πάντα συμπεριέλαβεν, ὁ δέ γε εἰπὼν ὅτι τῶν χρωμάτων τὰ μέν εἰσι μέλανα τὰ δὲ λευκά, οὐ πάντα περιέλαβεν· οὐ γὰρ δὴ τὰ ὠχρὰ καὶ τὰ φαιὰ καὶ τὰ ἄλλα χρώματα. καλῶς οὖν ἐξ ἀποφάσεως
καὶ καταφάσεως παρέδωκε τὴν διαίρεσιν. ἡ ὅτι τὸ ὑποκείμενον διχῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν ὡς ἡ οὐσία τοῖς συμβεβηκόσι, τὸ δὲ πρὸς κατηγορίαν ὡς αἱ μερικαὶ οὐσίαι ταῖς καθόλου· ὑπόκεινται γὰρ αὐταῖς αἱ μερικαί, οὐχ ἵνα ὑποστῶσι προυφεστήκασι γὰρ αἱ καθόλου), ἀλλ’ ἵνα κατ’ αὐτῶν ῥηθῶσιν· εἰ οὖν ἁπλῶς εἶπεν ὑποκείμενον τὴν οὐσίαν,
ἐνίστατό τις λέγων μήποτε τὴν μερικὴν μόνην οὐσίαν λέγει τὴν πρὸς κατηγορίαν ὑποκειμένην τοῖς καθόλου. καὶ τούτοις τοῖς ὀνόμασι κεχρη- μένος ἐκτίθεται τἀς τέσσαρας συζυγίας, καὶ πρώτην τὴν καθόλου οὐσίαν, ὡς τιμιωτέραν, ἔπειτα τὸ ἀντικείμενον, λέγω δὴ τὸ μερικὸν συμβεβηκός, εἶτα προετίμησε τὸ καθόλου συμβεβηκὸς τῆς μερικῆς οὐσίας, διότι περὶ
τῶν καθόλου τοῖς φιλοσόφοις ὁ λόγος. |
καὶ ἁπλουστέρου. ἐπεὶ οὖν τὰ πράγματα ἐκ τῶν ὁρισμῶν μανθάνομεν, ἀποδίδωσιν αὐτοῦ τινα οὐχ ὁρισμὸν μὲν ἀνάλογον δὲ μᾶλλον ὁρισμῷ· ἀναλογεῖ δὲ τὸ μὲν ἔν τινι γένει, τὰ δὲ λοιπὰ διαφοραῖς· λέγεται γὰρ τὸ ἔν τινι ἑνδεκαχῶς, ἐν χρόνῳ ἐν τόπῳ ἐν ἀγγείῳ ὡς μέρος ἐν ὅλῳ ὡς ὅλον ἐν τοῖς μέρεσιν ὡς εἶδος ἐν γένει ὡς γένος ἐν εἴδει ὡς τὰ τῶν 65 ἀρχομένων ἐν τῷ ἄρχοντι ὡς εἶδος ἐν ὕλῃ ὡς ἐν τέλει ὡς ἐν οἷον τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. τοῦτο οὖν τὸ ἔν τινι παραλμβάνει ἐν τῷ ὁρισμῷ ὡς γένος κατὰ πολλῶν λεγόμενον. προσέθηκε δὲ τὸ μὴ ὡς μέρος ὑπάρχον, ἵνα διακρίνῃ αὐτὸ ἀπὸ τῶν ἔν τινι ὄντων ὡς μερῶν,
οἷον ἡ τὶς χείρ· αὕτη γὰρ οὖσα ἐν τῷ ἀνθρώπῳ ὅμως ὡς μέρος αὐτοῦ ὑπάρχει. ἵνα οὖν τούτων αὐτὸ χωρίσῃ, προσέθηκε τὸ μὴ ὡς μέρος ὑπάρχον· τὸ δὲ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι προσέθηκεν, ἵνα χωρίσῃ αὐτὸ τῶν λοιπῶν.
κακίας τῶν ὁρισμῶν, φημὶ δὴ κατὰ τὸ ὑπεραίρειν καὶ ὑπερβάλλειν τὸν ὁρισμὸν τοῦ πράγματος καὶ μέντοι καὶ κατὰ τὸ ἐλλείπειν καὶ μὴ τὸ πᾶν περιορίζειν, λέγοντες ὡς οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν, ὅπερ δεῖ ἔχειν τοὺς ὅρους πρὸς τὰ ὁριστά, ὡς ἔφαμεν, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦτο ἀντιστρέφει· καὶ γὰρ εἴ τι ζῷον
λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπος. φασὶν οὖν οἱ μὲν τὸν ἀποδεδομένον ὁρισμὸν μὴ πάσι τοῖς συμβεβηκόσιν ἐφαρμόζειν, οἱ δὲ καὶ ἑτέροις τισὶ παρὰ τὰ συμβεβηκότα· λέγουσι γὰρ ὅτι ὁ Σωκράτης ἐν τόπω ὢν ἔν τινί ἐστι καὶ οὐχ ὡς μέρος ἐν ὅλῳ οὐ γὰρ μέρος ἐστὶ τοῦ τόπου) καὶ ἀδύνατον χωρὶς αὐτὸν εἶναι τοῦ ἐν ᾧ ἐστιν ἀδύνατον γὰρ
χωρὶς εἶναι τόπου), ὥστε κατὰ τοῦτον τὸν λόγον ὁ Σωκράτης συμβεβηκὸς ὑπάρχει, ὅπερ ἄτοπον. φαμὲν οὖν ὅτι δυνατὸν χωρὶς εἶναι τὸν Σωκράτην τοῦ ἐν ᾧ ἐστι· κἂν γὰρ ὑποθώμεθα αὐτὸν καταλιπόντα τὸν τόπον, ἐν ᾧ ἦν πρότερον, πορευθῆναι εἰς ἕτερον τόπον, οὐδὲν ἧττον Σωκράτης ἐστί· τὸ δὲ συμβεβηκὸς χωρισθὲν τοῦ ὑποκειμένου ἔφθαρται. ἰστέον δὲ ὅτι
παρέπεται τῷ Σωκράτει ὁ τόπος οὐχ ὡς συμπληρῶν αὐτοῦ τὴν οὐσίαν ἀλλ’ ὥς παρακολούθημα, ὥσπερ τῷ ἐν φωτὶ βαδίζοντι ἡ σκιὰ μηδαμῶς αὐτοῦ συμπληροῦσα τὴν οἰκείαν οὐσίαν. ἄλλως τε τὸ ἐν τῷ ὑπάρχον συντακτέον, ἵνα ᾖ ὅ τινι ἐνυπάρχον᾿ , ἐνυπάρχειν δὲ ἐν τόπῳ τὴν οὐσίαν οὔ φαμεν, ἀλλ’ ὑπάρχειν· | ἐκεῖνο γὰρ ἐπὶ μόνων τῶν συμβεβηκότων 94v
φαμέν, τὸ ἐνυπάρχειν φημί. πάλιν φασὶ ‘τὸ εἶδος ἐν τῇ ὕλῃ ἐστὶ καὶ οὐκ ἔστι μέρος τῆς ὕλης καὶ ἀδύνατον χωρὶς εἶναι τῆς ὕλης· οὐκοῦν κατὰ τὸν προειρημένον λόγον καὶ τὸ εἶδος συμβεβηκός ἐστι᾿ . φαμὲν οὖν 66 ὅτι πρῶτον μὲν τὸ εἶδος εἰ καὶ μὴ ἔστι μέρος τῆς ὕλης, ἀλλ’ οὖν τοῦ συναμφοτέρου οὕτω γὰρ καὶ τὴν χεῖρά φαμεν οὐ τοῦ λοιποῦ σώματος μέρος εἶναι, ἀλλὰ τοῦ παντός), ἔπειτα δὲ τὸ μὲν εἶδος συμπληρωτικόν ἐστι τῆς ἑκάστου οὐσίας καὶ τούτου φθαρέντος φθείρεται τὸ ὑποκείμενον, τὸ δὲ
συμβεβηκὸς οὔτε συμπληροῖ τὴν οὐσίαν τοῦ ὑποκειμένου καὶ φθαρέντος αὐτοῦ οὐδὲν ἐβλάβη τὸ ὑποκείμενον. καὶ ταῦτα μὲν πρὸς τοὺς λέγοντας τὸν ὁρισμὸν ἐφαρμόζειν καὶ ἑτέροις.
πόρρω ὄντος τοῦ μήλου χωρεῖ πρὸς ἡμᾶς, ἔστι δὲ συμβεβηκός· εἰ οὖν χωρίζεται τοῦ ὑποκειμένου, οὐ συμπεριείληπται τῷ ἀποδοθέντι ὁρισμῷ. φα- μὲν δ’ ἡμεῖς πρὸς αὐτοὺς ὅτι διχῶς τοῦτο ἐπιλυόμεθα· πρῶτον μὲν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης ἱέν ᾧ ἦν᾿ , ἀλλ’ ἐν ᾧ ἔστιν οὐκοῦν ἀδύνατον χωρὶς εἶναι τὴν εὐωδίαν τοῦ μήλου] ἐν ᾧ ἐστι τόπῳ· ἢ γὰρ ἐν τῷ
μήλῳ ἐστὶν ἢ ἐν τῷ ἀέρι), ἔπειτα δὲ ὅτι οὐ μόνη ἡ τοῦ μήλου εὐωδία χωρεῖ πρὸς ἡμᾶς, ἀλλὰ μετά τινος οὐσίας τοῦ μήλου. τεκμήριον δὲ τού· του ἐστὶ τὸ ἐν χρόνῳ πλείονι μειοῦσθαι τὸ μῆλον καὶ ῥυτιδοῦσθαι, ὅθεν δῆλον ὅτι διαφορεῖταί τις οὐσία τοῦ μήλου ἐν ᾧ ἡ εὐωδία ὑπῆρχεν. εἰ δέ τις λέγει ῾ καίτοι καίτοι γε ὄντος ἔτι ἐν τῷ δένδρῳ τοῦ μήλου οὐδὲν
ἧττον ἐχώρει πρὸς ἡμᾶς ἡ εὐωδία μετὰ τοῦ μὴ ῥυτιδοῦσθαι μῆλον ἔσθ’ ὅτε δὲ καὶ αὔξεσθι᾿ , φαμὲν πρὸς αὐτὸν ῾ ὡς ἀγνοεῖς τὴν θρεπτικήν τε καὶ αὐξητικὴν τῆς φύσεως δύναμιν· ἢ οὐχ ὁρῶμεν κἀπὶ τῶν ζῴων ἀπάντων τὴν αὔξησιν γινομένην; καὶ οὐ δήπου διὰ τοῦτο φήσομεν αὐτὰ μὴ διαφο- ρεῖσθαι ἡμέρας ἑκάστης, ἀλλ’ ὅμως διὰ τὸ πλείονα εἶναι τὴν εἰσφερομένην
λόγῳ τροφῆς ποσότητα τῆς ἀπορρεούσης· οὕτω διοικούσης τῆς φύσεως οὐ μόνον ἀνεπαίσθητος ἡ διαφόρησις, ἀλλὰ τοὐναντίον αἰσθητὴ μᾶλλον ἡ αὔξησις᾿ . οὕτως οὖν κἀπὶ τοῦ μήλου φαμέν· οὐ γὰρ ὅτι ἀνεπαίσθητος ἡμῖν ἐστιν ἡ ἐν τῷ δένδρῳ ἀπόρροια, διὰ τοῦτο οὐ διαφορεῖταί τις οὐσία ἐξ αὐτοῦ, ἀλλ’ ὅτι πλείων ἡ λόγῳ τροφῆς εἰς αὐτὸ φερομένη οὐσία τῆς
ἀπορρεούσης. ὑπάρχει δὲ καὶ ἄλλως τοῦτο πιστοῦσθαι· παρερχόμενοι γὰρ δυσώδη τόπον ἐμφράττομεν τὰς ῥῖνας τῷ ἱματίῳ καὶ εἰσπνέομεν ἀέρα χω- ρὶς δυσωδίας, ὅθεν δῆλον ὡς οὐ δύναται τὸ ἱμάτιον διαπερᾶν ἡ δυσωδία διὰ τὴν παχύτητα αὐτοῦ· ὁ γὰρ ἀὴρ λεπτομερὴς ὢν διοδεύει· ὥστε δῆλον 67 ὅτι ἡ ὀσμὴ αὕτη μετά τινος οὐσίας τοῦ ὑποκειμένου χωρεῖ πρὸς ἡμᾶς. δηλοῦσι δὲ τοῦτο καὶ οἱ ἐκ τοῦ θυμιάματος ἀναδιδόμενοι ἀτμοὶ αὐτόθεν τῇ ὄψει | ὑποπίπτοντες διὰ τὴν ἀθρόαν διαφόρησιν καὶ τὴν παχύτητα τῆς 68 ὑποκειμένης οὐσίας.
ἀμεταφόρητον), ὡς μέρος ἐν ὅλῳ ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ ἢ ἡ χεὶρ ἐν ὅλῳ τῷ σώματι, ὡς ὅλον ἐν μέρεσιν ὅλον γὰρ τὸν ἄνθρωπόν φαμεν θεωρεῖσθαι ἐν τοῖς μέρεσι καὶ οὐκ ἐν μέρει), ὡς εἶδος ἐν γένει ὡς ἄνθρωπος ἐν τῷ ζῴῳ, ὡς γένος ἐν εἴδει ὡς τὸ ζῷον ἐν ἀνθρώπῳ, ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι λέγομεν γὰρ ὅτι τόδε τὸ πρᾶγμα ἐν τῷδε τῷ ἄρχοντί
ἐστιν), ὡς εἶδος ἐν ὕλῃ ὡς τὸ ἀνθρώπινον εἶδος ἐν τῇ ὕλῃ ἢ τὸ τρίγωνον ἢ τετράγωνον σχῆμα ἐν τῷ χαλκῷ, ὡς ἐν τέλει ὡς 〈λέγομεν〉 τὴν ἰατρικὴν ἐν τῇ ὑγείᾳ, ὡς ἐν ὑποκειμένῳ ὡς τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. εἴποι δ’ ἄν τις τὸ γένος ἐν εἴδει ἢ τὸ εἶδος ἐν γένει ὡς τὸ ὅλον ἐν μέρεσιν ἢ ὡς τὰ μέρη ἐν ὅλῳ θεωρεῖσθαι· φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ
γὰρ τὸ ὅλον ἐκτὸς τῶν οἰκείων πάντων μερῶν σώζεται, τὸ δὲ γένος καὶ ἑνὸς εἴδους ἢ ἑνὸς ἀτόμου σωζομένου σώζεται· ὁ γὰρ Σωκράτης καὶ Σὼ· κράτης ἐστὶ καὶ ἄνθρωπος καὶ ζῷον· ὥστε δῆλον ὅτι τὸ μὲν ἓν μέρος οὐ πληροῖ τὸ ὅλον, τὸ δὲ ἓν εἶδος πληροῖ τὸ γένος.
ἡμῖν παράδειγμα τοὐ καθόλου συμβεβηκότος καί φησι τὰ δὲ καθ’ ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστί. παραδοὺς δὲ παραὕτη] 69 δείγματα τῶν τε καθόλου καὶ τῶν μερικῶν συμβεβηκότων νῦν μέτεισιν ἐπὶ τὸ παράδειγμα τῆς μερικῆς οὐσίας λέγων τὰ δὲ οὔτε ἐν ὑπο- κειμένῳ ἐστὶν οὕτε καθ’ ὑποκειμένου λέγεται. παρεισφέρει δὲ καὶ τὸ θεώρημα τοῦτο ἀπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κὰτ
οὐδενὸς ὑποκειμένου λέγεται, βουλόμενος δι’ αὐτοῦ δεῖξαι ὅτι οὐδὲν τῶν ἀτόμων τῶν τε συμβεβηκότων καὶ τῶν οὐσιῶν κατά τινος κατηγορεῖται. ἔτι μὴν διορίζει αὐτὸ καὶ διαχωρίζει τὰ συμβεβηκότα ἄτομα τῶν ἀτόμων τῶν αὐθυποστάτων. τὸ δὲ ἁπλῶς τριχῶς λέγεται· ἢ γὰρ κυρίως ἢ μοναχῶς ἢ καθόλου. τῷ οὖν σημαινομένῳ καθόλου ἐχρήσατο ἐνταῦθα·
λέγει γὰρ ῾ καθόλου τὰ ἄτομα καὶ ἓν ἀριθμῷ᾿ . ὁσαχῶς δὲ τὸ ἄτομον λέγεται, κατὰ πλάτος ἐγράφομεν ἐν τῇ εἰσαγωγῇ Πορφυρίου. περὶ δὲ τοῦ ποσαχῶς τὸ ἓν λέγεται ἤδη ἐροῦμεν· πολλαχῶς γὰρ καὶ αὐτό· ἢ γὰρ τῷ εἴδει ἕν , ὡς Σωκράτην καὶ Πλάτωνα ἕνα τῷ εἴδει λέγομεν καθὸ ἀνθρώπους, ἢ τῷ γένει ἕν, ὡς ὅταν λέγωμεν ἄνθρωπον καὶ βοῦν καὶ
ἵππον τῷ γένει ἓν καθὸ ζῷα, | ἢ τῷ ἀριθμῷ, ὡς ὅταν λέγωμεν Πλάτωνα 70 ἕνα εἶναι, λέγεται δὲ καὶ τὸ ἓν ἄτομον, ὅπερ αὐτὸς σαφηνείας ἕνεκεν λέγων φησὶ τὸ ὅν. τὰ ἄτομα οὖν τὰ ἓν ὄντα τῷ ἀριθμῷ οὐδέποτε μὲν κατά τινος ὑποκειμένου λέγεται, εὑρίσκονται δὲ πολλάκις ἐν ὑποκειμένῳ ὡς τὸ τὶ λευκὸν ἐν σώματι. διὰ τοῦτο οὖν προσέθηκεν τὸ οὐδὲν
κωλύει, ἐπειδὴ οὐ πάντα ἐν ὑποκειμένῳ ὑπάρχει· ὁ γὰρ Σωκράτης οὐκ ἔστιν ἐν ὑποκειμένῳ, ἡ δὲ τὶς γραμματική, καθώς φησι καὶ αὐτός, ἐν ὑποκειμένῳ ἐστὶ τῇ ψυχῇ. καὶ καθόλου εἰπεῖν, τὰ τῷ ἀριθμῷ ἓν οὐσίαι μὴ ὄντα κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δέ ἐστιν.
ζῷον, καὶ τοῦ ἀνθρώπου ἄρα κατηγορηθήσεται τὸ γένος᾿. ἀλλ’ οὐχ οὕτως εἴρηται· τὸ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τουτ ἔστιν ὡς πράγματα αὐτοῦ καὶ ὡς χαρακτηρίζοντα τὴν οὐσίαν αὐτοῦ, τοσαῦτα καὶ κατὰ τοὐ ὑποκειμένου ῥηθήσεται εἴρηκεν ὁ φιλόσοφος. καλῶς δὲ εἶπε καὶ τὸ ὡς καθ’ ὑποκειμένου ἀντὶ τοῦ οὐσιωδῶς καὶ
πραγματικῶς· εἰ γάρ τι κατὰ τοῦ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐκ ἀνάγκη τοῦτο καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθῆναι· τὸ γὰρ γένος τοῦ ζῴου κατὰ συμβεβηκὸς καὶ κατὰ σχέσιν κατηγορεῖται.
καί φησιν ὅτι πάντως τῶν ἑτερογενῶν ἕτεραι ὑπάρχουσιν αἱ εἰδο- ποιοὶ διαφοραί, οἷον τῆς οὐσίας καὶ τοῦ ποσοῦ· τῆς μὲν γὰρ οὐσίας διαφο- ραὶ τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, τοῦ δὲ ποσοῦ τὸ συνεχὲς καὶ τὸ διωρισμένον. ἕτεραι οὖν ὑπάρχουσιν αἱ διαφοραὶ ἑτέρων ὄντων τῶν γενῶν. ἐπειδὴ δὲ τὰ ἑτερογενῆ πολλαχῶς λέγεται λέγεται γὰρ ἕτερα τὰ πάντῃ | διεστηκότα 74
ἀλλήλων, ὡς ἡ ἐπιστήμη καὶ τὸ ζῷον, καὶ τὰ μὴ πάντῃ κεχωρισμένα, οἷον τὸ πτηνὸν καὶ τὸ ἔνυδρον· ἔχει γὰρ <ταῦτα> κοινὸν γένος τὸ ζῷον· δὲ καὶ τὰ ὑπάλληλα γένη ἕτερα, ὡς ἡ οὐσία καὶ τὸ σῶμα), διὰ τοῦτο εἶπε καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων· τούτων γὰρ ἐνδέχεται τὰς αὐτὰς εἶναι διαφοράς, οἷον τοῦ ἐμψύχου καὶ τοῦ ζῴου θνητὸν καὶ ἀθάνατον λογικὸν
καὶ ἄλογον. καλῶς δὲ τῷ εἴδει προσέθηκεν· ἰδοὺ γὰρ ἐπὶ ἑτέρων γενῶν αἱ αὐταὶ διαφοραί· λέγομεν γὰρ ῾ τῶν σκευῶν τὰ μέν ἐστιν ἄποδα οἷον θυίσκη καὶ δοῖδυξ καὶ ὅσα τοιαῦτα, τὰ δὲ ὑπόποδα ὡς θρόνος καὶ κλίνη καὶ τὰ ὅμοια᾿ , ὁμοίως καὶ τῶν ζῴων, φαμέν, τὰ μέν ἐστιν ἄποδα τὰ δὲ ὑπόποδα· ἀλλ’ αὗται αἱ διαφοραὶ οὐκ εἰσὶν εἰδοποιοὶ οὐδὲ κυρίως
λεγόμεναι, ἀλλὰ κατὰ ἀναλογίαν τινά.
πεζὸν καὶ ἀπὸ τῶν ποδῶν ὡς ὑπόπουν καὶ ἄπουν· καὶ αὗται ἕτεραί εἰσιν αἱ διαφοραί. ὁ δὲ Ἀριστοτέλης παραδείγματι χρησάμενος τῷ ἀπὸ τοῦ τόπου παρενέβαλεν ἐν τῷ μέσῳ καὶ ἑτέρας διαφοράς, ἐπίτηδες βουλόμενος διδάξαι ὡς ἀδιάφορον καὶ ἑτέρας παραλαμβάνειν διαφοράς.
ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κτὰ τοῦ ὑποκειμένου ῥηθήσεται.
καὶ τοῦ μερικοῦ, νῦν τὴν εἰς δέκα διαίρεσιν παραδίδωσι διὰ παραδειγμάτων, ἵνα εἰς ἔννοιάν τινα ἡμᾶς τούτων προαγάγῃ, ὕστερον δὲ περὶ ἑκάστου διηρθρωμένως διδάξῃ. ἔστι δὲ τοῦτο προσεχὲς τῷ ἀνωτέρω ῥητῷ τῷ λέγοντι ‟τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς“. λέγει δὲ ἀκολούθως τοῦτο τῶν κατὰ μηδεμίαν συμπλοκήν.
τῷ δὲ εἰπεῖν κατὰ μηδεμίαν δηλοῖ πλείονας εἶναι συμπλοκάς· ἢ γὰρ φωνὴν ἁπλῆν οὖσαν κατὰ τὸ σημαινόμενον συμπλέκομεν, ὡς ὅταν εἴπω ῾ τρέχω᾿ δηλῶ γὰρ ἐμαυτὸν καὶ τὴν ἐνέργειαν), ἢ ἡ μὲν φωνὴ κατὰ 80 συμπλοκήν ἐστι, τὸ δὲ σημαινόμενον ἁπλοῦν, ὡς τὸ ζῷον λογικὸν θνητόν ἡ μὲν γὰρ φωνὴ σύνθετος, ἄνθρωπος δὲ τὸ σημαινόμενον), ἢ καὶ ἀμφότερα σύνθετα, ὡς ὅταν εἴπω ῾ Σωκράτης περιπατεῖ᾿ , ἢ ἀμφότερα ἀπλᾶ, ὡς αὗται αἱ κατηγορίαι. τῶν οὖν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ποιεῖται
νῦν τὴν διαίρεσιν, τοῦτ’ ἔστι τῶν δέκα κατηγοριῶν.
διδασκαλίας καὶ οὕτως ὕστερον ἀκριβῶς ἰδία ἑκάστην κατηγορίαν ἐπισκεψώμεθα, καί φησιν οὐσίαν εἶναι ἄνθρωπον καὶ ἵππον. σὺ δὲ ὑπάκουε οὐσίας καὶ τὰ λοιπὰ ὅσα αὐθυπόστατα πράγματά εἰσι καὶ μηδενὸς ἑτέρου δεόμενα εἰς τὸ ὑποστῆναι. καὶ ταῦτα μὲν περὶ τῆς οὐσίας, τὰς δὲ λοιπὰς κατηγο- ρίας σαφῶς κατὰ λέξιν μαθησόμεθα.
κεῖσθαι ἀναχθῆναι τοῦτο δύναται τὸ ἔχεσθαι, τὸ δὲ ἔχειν ὑπ’ οὐδεμίαν τῶν ἄλλων, καὶ διὰ τοῦτο ἠναγκάσθη κατηγορίαν αὐτῷ ἀφορίσαι.
διαλέγεται περὶ πραγμάτων τῇ τε αἰσθήσει γνωρίμων καὶ τοῖς πολλοῖς, τὸ 83 δέ γε σημεῖον αὐτὸ μέν τι πρᾶγμα ὑφεστηκὸς οὐκ έστιν, ἀρχὴ δέ ἐστιν τοῦ εἴδους, ἀλλ’ ὡς ἔφαμεν οὔτε περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συν- θέτου οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου, ἀλλὰ περὶ τῆς
συνθέτου οὐσίας αὐτῷ νῦν ὁ λόγος. τὴν δὲ στέρησίν τινες ἔφασαν ὑπ’ 84 ἐκείνην τὴν κατηγορίαν αὐτὴν ἀνάγεσθαι, ὑφ’ ἣν καὶ ἡ ἕξις ἀνάγεται· τὰ γὰρ ἀντικείμενα ὑπὸ τὴν αὐτὴν ἀνάγεται κατηγορίαν. ἡμεῖς δέ φαμεν οὐδὲ ἀνάγεσθαι αὐτὴν ὅλως ὑπό τινα τῶν κατηγοριῶν· αἱ μὲν γὰρ κατηγορίαι τῶν ὄντων εἰσίν, ἡ δὲ στέρησις ὂν μὲν οὐκ ἔστι, στέρησις δὲ
ὄντος.
περιπατεῖ᾿ , εἰ μὲν τύχοι περιπατῶν, ἠλήθευσα, εἰ δὲ οὔ, ἐψευσάμην, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως· ἐὰν δὲ μυριάκις εἴπω ῾ ἄνθρωπος᾿ , οὔτε ἀληθεύω οὔτε ψεύδομαι, ὁμοίως δὲ καὶ ῾ περιπατεῖ᾿ . εἰ δέ τις εἴποι ὅτι ἐὰν εἴπῃ τις ῾ περιπατῶ᾿ , ἀληθεύει ἢ ψεύδεται εἰ γὰρ τύχοι περιπατῶν, ἀληθεύει, εἰ δὲ μή, ψεύδεται), ἐροῦμεν ὅτι ἀλλ’ ὁ εἰρηκὼς ῾ περιπατῶ᾿
δυνάμει συμπεριέλαβε τὸ ἐγώ, ὡς ἄν εἰ ἔλεγε ῾ περιπατῶ ἐγώ᾿ , ὥστε πάλιν ἡ ἀντωνυμία τῷ ῥήματι συμπαρελήφθη πρὸς γένεσιν ἀληθείας ἢ ψεύδους, ἐπεὶ οὐκ ἠδύνατο μία κατηγορία αὐτὴ καθ’ αὑτὴν τοῦτο ποιῆσαι· δῆλον γὰρ ὅτι ἑκάστη τῶν κατηγοριῶν αὐτὴ καθ’ ἑαυτὴν οὔτε κατάφασις οὔτε ἀπόφασίς ἐστι, συμπλεκόμεναι δὲ πρὸς ἀλλήλας τοῦτο ποιοῦσιν, οἷον
ἄνθρωπος περιπατεῖ· ἔκ τε οὐσίας καὶ τοῦ ποιεῖν γέγονε κατάφασις· προσλαβοῦσα δὲ μέσον τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις, οἷον ἄνθρωπος οὐ περιπατεῖ.
εἰ γὰρ κατάφασιν οὐδεμία τῶν κατηγοριῶν σημαίνει, πολλῷ μᾶλμέν 87 λον οὐδὲ ἀπόφασιν, ἐπειδὴ δεῖται ἑτέρου ἀρνητικοῦ μορίου καὶ μᾶλλον ὑποπτεύσει τις τὸ ποιεῖν κατάφασιν δηλοῦν ἢ ἀπόφασιν.
In Aristotelis Categorias Commentarius. Ammonius. ed. Adolf Busse. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.