ἐὰν τόδε μὲν δυνατὸν εἶναι φῄς, τόδε δὲ ἀδύνατον, τοῦ εῖναι αὐτὴν δύναμιν παραγράφῃ, ἀσθενοῦσαν περὶ ἃ μὴ δύναται. οὐ μὴν δέ, ἀλλ’ οὐδὲ ὑπεροχήν τινα ἔτι θεότητος ἕξει πρὸς τὰ μεταβαλλόμενα· καὶ γὰρ οἱ ἄνθρωποι καὶ τὰ ἐρχόμενα τῶν ζῴων χαμαί, ἐφ’ ὧν μὲν ἂν δύνωνταί τι δρᾶσαι ἐνεργοῦσιν, ἐφ' ὧν δ' ἂν μὴ δύνωνται φθίνουσιν.
διόπερ ταύτῃ μᾶλλον κεχώρηται ἐν ἀνθρώπῳ ὁ υἱὸς τοῦ θεοῦ, ὅτι μὴ ἦν αὐτῷ τοῦτο ἀδύνατον· ὅτι δυνάμει καὶ ἔπαθεν ἀπαθὴς μένων, καὶ ἔθανεν ἀθανασίαν τῷ θνητῷ ποριζόμενος.
γὰρ τοῦ ὑποκειμένου τῷ τύπτοντι ἡ πληγὴ γίνεται, ἐν ἴσῳ πάθει τῶν ἑκατέρων ὄντων, καὶ τοῦ δρῶντος καὶ τοῦ δρωμένου. ἀμέλει ἐὰν μὴ τὸ τεμνόμενον μετὰ ὀλίγης ἕξεως ἀντιτονήσῃ τῷ τέμνοντι, τὸ τέμνον τέμνειν οὐ δυνήσεται.
ἄπρακτος γίνεται ἡ ἐνέργεια, οἷον καθάπερ καὶ ἐπὶ τῶν λεπτομερεστέρων σωμάτων πυρός ἢ ἀέρος· ἐκλύεται γὰρ ἐν τοῖς τοιούτοις ἀνενέργητος <ἡ> τῶν στερεωτέρων ὁρμὴ σωμάτων. εἰ δὲ πῦρ ἢ ἀέρα λίθος ἢ σίδηρος ἢ ξύλον ἢ ἄλλο , οἷς οἱ ἄνθρωποι χρώμενοι καθ’ 1 2 ἑαυτῶν ἀλληλοφονοῦσι, τρῶσαί τε καὶ διελεῖν οὐ δύνανται, παρὰ τὸ εἰκτικῆς τε αὐτὸ καὶ λεπτομερεστέρας φύσεως τυγχάνειν, χῶς οὐ μᾶλλον ἄτρωτός γε ἔμεινεν ἡ σοφία καὶ ἀπαθής, οὐδὲν πρὸς οὐδενὸς κακυνομένη, κἂν τεμνομένῳ συνῆν καὶ προσηλωμένῳ τῷ σώματι,
βελτίων καὶ καθαρωτέρα φύσεως πάσης μετὰ τὸν γεννησάμενον αὐτὴν θεὸν ὑπάρχουσα;
Adversus Porphyrium (Fragmenta). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.