οὐ συννοήσαντες διὰ τὴν οὐσαν ἐν αὐτοῖς ἄγνοιαν, ὅτι πᾶσα δήπουθεν ἡ κτίσις ἐνδεής ἐστι τοῦ κάλλους τοῦ θεοῦ.
τὸ μόνον καλὸν εἰς ἑαυτὸν βλέπει, ἐν οὐδενὶ τὰ πρὸς τῶν ἀνθρώπων θαυμαζόμενα τιθέμενος. κάλλιστον γὰρ ταῖς ἀληθείαις καὶ ἐπαινετὸν κλητέον τοῦτο, ὅπερ ἂν αὐτὸς εἶναι ὁ θεὸς ἡγήσηται καλόν, κἂν ὑπὸ Πάντων ἐξουθενῆταί τε καὶ χλευάζηται, ἀλλ’ οὐχ ὅπερ οἱ ἄνθρωποι νομίζουσιν.
ἐλευθερῶσαι τὰς ψυχὰς παθῶν ἐβουλήθη καταισχύνων τὰ πλήθη τῶν δαιμόνων, ἀποδέχεσθαι ἐχρῆν, ἀλλὰ μὴ δυσφημεῖν, ἐλευθεοπο αὐτὸ καὶ λυτήριον τῶν ἐκ τῆς παρακοῆς κατασκευασθέντων ἡμῖν δεσμῶν ὁρῶντες δοθέν.
τε καὶ θεῖον μέγεθος τῷ ξύλῳ ἐξισώσας τῆς ζωῆς αὐτὸν οὑ πρόσθεν ἀπήλαστο, ὅτι τούτῳ τὰ πάθη τῷ σχήματι ἤμβλυνται, πάθος παθῶν 1 2 διὰ τοῦ παθεῖν γενόμενος καὶ θάνατος διὰ τοῦ θανεῖν θανάτου , οὐ χειρωθεὶς ὺπὀ θανάτου, οὐδὲ ἀλγυνθεὶς ὑπὸ πάθους.
μέσον καὶ ἄνω κατειληφὼς καὶ τὸ θνητὸν θεότητι κεράσας ἀθανάτῳ, ἡττήθη τε τελέως ὁ θάνατος εἰς ἀφθαρσίας ἐκτύπωμα ἀνασταυρωθείσης τῆς σαρκος.
Adversus Porphyrium (Fragmenta). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.