ταῖς προποσίαις τῆς ἀδικίας γεγοητευμένη θορύβου τε καὶ ἀταξίας ἐπεπλήρωτο, οὐκ ἔτι τῶν συμφερόντων εἰς ἀνάμνησιν ἀναδραμεῖν οὐδαμῶς δυναμένη.
ἐνσάρκοις ἡμῶν σκηναῖς, ἕως ὁ κύριος Χριστὸς δι’ ἧς ἐπεφάνη κὸς τῷ βίῳ ἀμυδρώσας τῶν ἡδονῶν τὰς ἐπιβολάς, αἷς αἱ κάτω δυνάμεις καθ’ ἡμῶν ὡπλίζοντο καταδουλῶσαι τὸ διανοητικόν, ἐλεύθερον πάντων τὸν ἄνθρωπον διέδειξε κακῶν.
σταυρῶ̣ οἰκονομούμενος, ὅπως δι' ἡς σαρκὸς οἱ δαίμονες ἀναδεῖξαι θεοὺς ἠλαζονεύσαντο, πρὸς θάνατον τὰς ψυχὰς μεθόδοις ἀπάτης ἀγκιστρευσάμενοι, διὰ ταύτης ἀνατραπέντες κατοπτευθῶσιν οὐκ ὄντες θεοί.
ὄντος ἀπαλλοτριώσαντες θεοῦ θρησκείας ἐλυμήναντο, διὰ τούτου ἀρρήτοις τέχναις σοφίας τὸν λόγον χωρήσαντος ὀλετῆρες ἐλεγχθῶσιν, ἀλλ’ οὐκ εὐεργέται τῶν ψυχῶν.
εἵλοντο), διὰ τοῦτο δἰ ἀνθρώπου τὴν ἐπὶ σωτηρίᾳ πάντων ᾠκονομήσατο ἔκβασιν, ὅπως οἱ μέν, τῆς ζωῆς αὑτοῖς αὐτῆς σωματικῶς καὶ τῆς ἀληθείας ἐνσκηψάσης, οἱ ἄνθρωποι πρὸς τὴν μόρφωσιν ἀναδραμεῖν καὶ τὸν φωτισμὸν ἐπέσχωσιν τοῦ λόγου, τὰ τῆς ἁμαρτίας θέλγητρα, οἱ δὲ πρὸς τοῦ ἀσθενεστέρου νικηθέντες καὶ καταπεφρονημένοι
οἱ δαίμονες λήξωσι τοῦ θράσους, τῆς κατὰ τὸν Τυφῶνα δεθέντες φλεγμονῆς.
ἐννόμως καὶ ἐλεύθερον ὀφλήματος παντὸς δωρεαῖς ἀναδειχθέντα θεοῦ, ἐπειδὴ οὕτω γε ὁ πρωτόγονος λόγος τοῦ θεοῦ δικαιοσύνης φράξας τὸν ἄνθρωπον ὅπλοις , ἐν ᾧ ἐσκήνωσεν, τὰς δουλωσαμένας ἡμᾶς δυνάμεις κατηγωνίσατο διὰ τοῦ σταυροειδοῦς, ὡς εἴρηται, σχήματος. τὸν τῇ φθορᾷ δεδυναστευμένον ἄνθρωπον δείξας ἐλεύθερον χερσὶν
ἡπλωμέναις.
μηχανὴ δἰ ἡς οἱ εἰς τὴν οἰκοδομὴν εὐθετοῦντες τῆς ἐκκλησίας κάτωθεν, λίθου τετραγώνου δίκην, ἀνέλκονται ἐναρμοσθησόμενοι τῷ θείῳ λόγῳ.
θάλασσα τῷ σχήματι πλωτὴν ἑαυτὴν ἀνθρώποις παρέχει. ὅλη γάρ, ὡς εἰπεῖν, τούτω ἡ κτίσις πρὸς ἐλευθερίαν ἐνδέδυται τῷ σημείῳ· τά τε γὰρ ὄρνεα ὑψιπετοῦντα τὸ σταυροειδὲς κατὰ τὴν ἔκτασιν 4 5 6 πτερύγων σχῆμα αἰνίσσονται, αὐτός τε ὁ ἄνθρωπος τὰς χεῖρας πετάσας οὐδὲν ἄλλο ὑπάρχων φαίνεται ἢ τοῦτο.
τε καὶ ἀρρυθμίας ἀπηλλαγμένον.
Adversus Porphyrium (Fragmenta). Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.