τῆς παραβάσεως τὸν πρωτόπλαστον ἐκ ψυχῆς καὶ σώματος ὄντα 1 2 3 4 καταπαύειν τὸν περὶ τούτων ἐνταῦθα λόγον. κἀγὼ μὲν νῦν ἐπὶ κεφαλαίων αὐτὰ διεξέρχομαι, ὅσον τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων αὐτῶν εὐθῦναι διαμιλλώμενος, ἵνα μὴ τὴν συμμετρίαν ἐκβαίων τῶν λόγων.
ἔζων χωρὶς νόμου ποτέ« λεγόμενον ἐν τῇ πρὸς Ῥωμαίοθς οὐ δύναται πίπτειν εἰς τὴν πρὸ σώματος κατ᾿ αὐτοὺς διαγωγὴν τῆς ψυχῆς, καθάπερ τὰ ἐπιφερόμενα τούτοις μηνύει, κἂν εἰ ὁ γενναῖος οὑτος ἰατρὸς τῶν ῥητῶν τὰ ἑξῆς ὑφελόμενος πρὸς τὸ δοκοῦν αὐτῷ τὸν νοῦν ἐβιάσατο μεταπλάσαι τοῦ ἀποστόλου, ἀνίατόν τι παθὼν
λίαν κοὶ παιδικόν.
φήνατο, εἰ σὺ μὴ οὕτως αὐτὰ ἀπέδειξας ἔχειν; ὅτι Νόμον, εἴποιμ΄ ἄν θέμενος εἶναι τὴν ἐντολήν δεδόδθω γὰρ πρῶτον κατὰ τὴν ὑμετέραν ὑπόθεσιν τὴν ἐντολὴν <ἐκείνην> αὐτὸν νόμον εἰρηκέναι), οὐ τοῦτο καὶ ἀσωμάτως πρὸ τῆς ἐντολῆς τὸν πρωτόπλαστον ὑπέθετο βεβιωκέναι, ἀλλὰ χωρὶς ἁμαρτίας. καὶ γὰρ ὀλίγος ὁ ἀπὸ τῆς κατίσεως
αὐτῶν ἀχρι τῆς ἐντολῆς χρόνος, ἐν ᾦ διέζησε χωρὶς ἁμαρτίας, οὐκ ἐκτὸς σώματος, ἀλλὰ μετὰ σώματος. εὐθέως γοῦν μετὰ τὴν ἐντολὴν 5 6 ἐξεβλήθησαν βραχύτατον ἐννεάσαντες έν τῷ παραδείσῳ χρόνον. — τὰ
παραφέρῃ τε ὅσα τοιαῦτα ἄλλα εἴρηται (οἷον »ἵνα τὸ τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα« ἤ τό οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη,
διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν· τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλὰ ἐν πνεύματι«), λεκτέον αὐτῷ, Πότερον οὖν ἤδη ἀναλύσας ὁ ἀπόστολος ἠν ἐκ τοῦ βίου καὶ οἶς ταῦτα ἐπέστελλεν, εἰ μὴ τὴν κατὰ σάρκα νῦν παρῃτεῖτο πολιτείαν, ἀλλὰ τὴν σάρκα, ἢ ἔτι ἐν σαρκὶ ἠν; ἀλλὰ ἐν
σαρκὶ μὴ ὄντα αὐτὸν ἀπεσταλκέναι ταῦτα, οὐ λεκτέον· φανερὸν γὰρ ὅτι ἠν ἐν σαρκὶ καὶ αὐτὸς καὶ οἶς ταῦτα ἐπέστελλεν.
διαλέγεται καὶ οὐ περὶ τῆς σαρκὸς αὐτῆς. ἔθος γὰρ αὐτῳ σαρκικὸν τὸν οὕτως ζῶντα ἄνθρωπον λέγειν, καθάπερ καὶ ψυχικὸν ἄνθρωπον τὸν ἀπηλγηκότα πρὸς τὴν ἀλήθειαν ἀτενίσαι καὶ τὸν φωτισμὸν τοῦ μυστηρίου.
πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ έστιν· ὁ δὲ πνευματικὸς πάντα ἀνακρίνει«. ὥσπερ ἐκεῖ ψυχικὸς εἰσάγεταί τις καὶ πνευματικὸς ἄνθρωπος, καὶ ὁ μὲν πνευματικὸς τῶν σῳζομένων, ὁ δὲ ψυχικὸς τῶν ἀπολλυμένων, καὶ οὐ παρὰ τοῦτο δὴν ψυχὴ μὲν ἀπόλλυται, ἄλλα δὲ παρὰ τὴν ψυχὴν σῴζεται, οὕτω δὴ καὶ ἐνθάδε σαρκικοὺς καὶ έν σαρξὶν
ὑπάρχοντας ἀπόλλυσθαι λέγων, καὶ μὴ δύνασθαι ἀρέσαι θεῷ, οὐ τὴν σάρκα, ἀλλὰ τὴν κατὰ σάρκα πολιτείαν ἀναιρεῖσθαι ἀγωνίζεται.
ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. ἄρα οὐν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· εἰ γὰρ κατὰ σάρκα ζῆτε μέλλετε άποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε«. προσεκτέον γὰρ ὡς τὴν τοῦ σώματος πρὸς τὰς ἡδονὰς ὁρμὴν 577 καὶ
οὐχὶ τὸ σῶμα θανατοῦσθαι διεβεβαιώσατο.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.