ἡ κρίσις πῶς δὴ ἐπιφέρεσθαι, ὡς μέλλουσα, προσθοκᾶσθαι ἔτι δύναται, καθ᾿ ἤν ὁ θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα καὶ κατὰ τὰ ἐπιτηδεύματα ἀποδίδωσι, καὶ οὐχ ὡς ἤδη παροῦσα νομισθήσεται, εἴ γε τὸ γεννηθῆναι μὲν καὶ εἰς σῶμα ἐλθεῖν τὴν | ψυχὴν κριθῆναί ἐστιν ἤδη καὶ ἀνταπολαβεῖν, τὸ δὲ ἀποθανεῖν καὶ χωρισθῆναι τοῦ σώματος ἐλευθερωθῆναί
τε καὶ εἰς ἀνάψυξιν διὰ τὸ τὸ πρὸ σώματος αὐτὴν ἁμαρτήσασαν ὡς εἰς κατάκρισιν καὶ καταδίκην εἰς τὸ σῶμα ἐμβιβάζεσθαι καθ᾿ ὑμᾶς; ἀπέδειξε δὲ διαρκῶς ἐκ περιουσίας ὁ λόγος ἀνένδεκτον εἶναι νομίζεσθαι τὸ σῶμα βασανιστήριον καὶ πέδας τῆς ψυχῆς.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.