τῆς σαρκὸς ὑποτάσσεσθαι μὴ δύνασθαι τῷ νόμῳ τοῦ θεοῦ ὑπέθετο, ἕτερον παρὰ τὴν σάρκα ὑπάρχον.
γυρον άπεφαίνετο μὴ δύνασθαι εἰς σκεῦος πονηθῆναι χρήσιμον, άλλὰ τὸ χαλκῶδες τὸ ἐν τῷ άργύρῳ καὶ τὴν ἄλλην σκληρότητα.
οὐδὲ μέμψιν ἀσελγαίνοντες ἢ λῃστεύοντες ἢ τὰ ἄλλα ὅσ᾿ ἄττα διὰ σώματος πράσσοντες ἢ ποιοῦντες ἔχειν ἐδυνάμεθα παρὰ δικαίῳ κριτῇ, ἀδυνάτως ἐχούσης τῆς σαρκὸς ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ. πῶς γὰρ ἂν μεμπτέον ἐδύνατο τὸ σῶμα κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν βιοῦν εἶναι;
σῶμα ἐδύνατο, πεφυκὸς μὴ ὑποτάσσεσθαι τῷ ἀγαθῷ. εἰ γὰρ ἡ φύσις τοιαύτη τῆς σαρκός, μὴ δύνασθαι ὑποτάσσεσθαι τῷ νόμῳ τοῦ θεοῦ, νόμος δὲ θεοῦ δικαιοσύνη καὶ σωφροσύνη. ἐχρῆν μήτε παρθενεύειν μήτε ἐγκρατεύεσθαι δύνασθαι τὸ σύνολον ὅλως ἐκ παντός· εἰ δὲ παρθενεύουσι καὶ ἐγκρατεύονται, ἐγκρατεύονται δὲ ὁπότε τὸ σῶμα ὑποτάσ-
σουσιν (ἄλλως γὰρ ἐγρατεύεσθαι ἁμαρτίας ἀδύνατον), οὐκ ἄρα οὐ δύναται τὸ σῶμα ὑποτάσσεσθαι τῷ τοῦ θεοῦ νόμῳ.
θυμίαίς αὐτοῦ, μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡσεὶ ἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ δεῷ«; καὶ πάλιν »ὥσπερ γὰρ 4 5 παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ άκαθαρσίᾳ καὶ τῇ άνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μελη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.