φράζωμεν. αὐτὸς πρὸ τῆς κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὁμολογεῖ καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ τὴν γυναῖκα προσενεγθεῖσαν σὐτῶ θεασάμενος »τοῦτο νῦν ὀστοῦν« ἰφώνησεν »ἐκ τῶν ὀστῶν μου καὶ σᾶρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἕνεκεν τούτου καταλείφει ἄνθρωπος
τὸν πατέρα αὐτοῦ και τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«.
μεταβαλλομένων ἀλληγορίαις, καὶ ταῦτα οὕτως ὼς γέγραπται παραλαμβάνεσθαι κρατύνοντος τοῦ Χριστοῦ τὴν γραφήν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται· »οὐκ ἀνέγνωτε ὅτι ἀπ᾿ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησε; καὶ εἰπεν, ἕνεκεν τούτου καταλείωει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα« 1 2 3 καὶ τὰ ἑξῆς.
τὴν οὐσίαν ἐκτήσατο ἡ ψυχή.
μὴ εἶναι τοὺς δερμαντίνους χιτῶνας τὰ σώματα, ἀλλὰ τῆν ἀπὸ τοῦ ἀλόγου τῶν ζῴων νεκρότητα κατεσκευασμένην· τοῦτο γὰρλείπεται. ἀμέλει τῶν ὅρων ἔξω τοῦ παραδείσου κατὰ ταύτην ἐξοικίζεται τὴν αἰτίαν· οὐ γάρ, ὅτι μὴ θέλων ὁ θεὸς ἀπὸ τοῦ ξύλου δρέψασθαι τῆς ζωῆς αὐτὸν καὶ φαγεῖν ἐξέβαλεν (ἐδύνατο γὰρ εἰς τὸν
αἰῶνα ζῆ, αὐθις φαγὼν ἀπὸ τῆς ζωῆς), ἀλλ᾿ ἵνα μὴ ἀθάνατον, ὡς ὑπεθέμεθα, γενηθῇ τὸ κακόν.
μέλλοντα.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.