θανάτου; λέξετε. πάλιν γὰρ ὁ αὐτὸς ἡμῖν ἥκει λόγος. μὴ γένοιτο, ἐπεὶ μηδὲ οἱ διδάσκαλοι προκαθηγουμένως τοῦ ἀλγύνεσθαι ταῖς πληγαῖς τοὺς παῖδας αἴτιοι. καλὸν οὖν ὁ θάνατος, εἰ καθάπερ παισὶ πρὸς ἐπιστροφὴν δίκην πληγῶν εὑρέθη, οὐχ ὁ τῆς ἁμαρτίας, ὦ σοφώτατοι, ἀλλ᾿ ὁ τῆς διαζεύξεως τῆς σαρκὸς καὶ τοῦ χωρισμοῦ.
γὰρ ὢν καὶ αὐτοκράτωρ ὁ ἄνθρωπος, καὶ αὐτοδέσποτον βούλησιν καὶ αὐτοπροαίρετον πρὸς τὴν αἴρεσιν, ὡς ἔφην, τοῦ καλοῦ λαβών, ἀκούσας τε »ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγεσθε, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ· ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε«, ἐνδοὺς
ἀπ᾿ αὐτοῦ εἰς τὸ φαγεῖν τῷ διαβόλῳ δεδελεασμένῃ σοφίᾳ ποικίλως πρὸς παρακοὴν πείθοντι, ἠθέτησε τὴν ἐντολὴν τοῦ θεοῦ· καὶ 1 ἐγένετο τοῦτο αὐτῷ εἰς σκάνδαλον καὶ παγίδα καὶ σκῶλον.
δικαὶως διεστείλατο, μὴ τηρῆσαν λέγεται κακόν. βαρυτάτη δὲ βλάβη τὸ παρακοῦσαι θεοῦ, τοὺς ὅρουσ τῆς κατὰ τὸ αὐτεξούσιον ὑπερβάντα δικαιοσύνης. ὅθεν ἐπειδὴ κατερρυπώθη καὶ κατεμάνθη τῆς άποφάσεως 5 ἀποστατήσας ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ κηλῖδας ἐναπεμάξατο
πλάνης, »πόνον« κατὰ τὴν γραφὴν συλλαβών, ἵνα τὸν ἄνθρωπον φανταζειν ἀεὶ πρὸς ἀδικίαν ἔχῆ καὶ κινεῖν, ὁ θεὸς ὁ παντοκράτωρ, ἀθάντρον κακὸν ἐξ ἐπιβουλῆς τοῦ διαβόλου ἰδὼν αὐτὸν γεγενημένον, καθάπερ καὶ ὁ διάβολος πλάνος ἦν, τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκούτητι <τινὶ> περιβαλὼν αὐτόν, 2 3 4 ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γεννηθὲν κακὸν ἀποθάνηῃ. |
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.