δικαὶως διεστείλατο, μὴ τηρῆσαν λέγεται κακόν. βαρυτάτη δὲ βλάβη τὸ παρακοῦσαι θεοῦ, τοὺς ὅρουσ τῆς κατὰ τὸ αὐτεξούσιον ὑπερβάντα δικαιοσύνης. ὅθεν ἐπειδὴ κατερρυπώθη καὶ κατεμάνθη τῆς άποφάσεως 5 ἀποστατήσας ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ κηλῖδας ἐναπεμάξατο
πλάνης, »πόνον« κατὰ τὴν γραφὴν συλλαβών, ἵνα τὸν ἄνθρωπον φανταζειν ἀεὶ πρὸς ἀδικίαν ἔχῆ καὶ κινεῖν, ὁ θεὸς ὁ παντοκράτωρ, ἀθάντρον κακὸν ἐξ ἐπιβουλῆς τοῦ διαβόλου ἰδὼν αὐτὸν γεγενημένον, καθάπερ καὶ ὁ διάβολος πλάνος ἦν, τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκούτητι <τινὶ> περιβαλὼν αὐτόν, 1 2 3 ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γεννηθὲν κακὸν ἀποθάνηῃ. |
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.