γὰρ ὢν καὶ αὐτοκράτωρ ὁ ἄνθρωπος, καὶ αὐτοδέσποτον βούλησιν καὶ αὐτοπροαίρετον πρὸς τὴν αἴρεσιν, ὡς ἔφην, τοῦ καλοῦ λαβών, ἀκούσας τε »ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φάγεσθε, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ· ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε«, ἐνδοὺς
ἀπ᾿ αὐτοῦ εἰς τὸ φαγεῖν τῷ διαβόλῳ δεδελεασμένῃ σοφίᾳ ποικίλως πρὸς παρακοὴν πείθοντι, ἠθέτησε τὴν ἐντολὴν τοῦ θεοῦ· καὶ 1 ἐγένετο τοῦτο αὐτῷ εἰς σκάνδαλον καὶ παγίδα καὶ σκῶλον.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.