προῄρητο; ἀλλ᾿ οὐδὲν περισσῶς ποιεῖ ὁ υἱὸς τοῦ θεοῦ. οὐκ ἄρα ἀνωφελῶς τὴν »μορφὴν« τοῦ »δούλου« ἀνέλαβεν, ἀλλὰ πρὸς τὸ ἀναστῆσαι καὶ σῷσαι. ἀληθῶς γὰρ ἄνθρωπος ἐγένετο καὶ <ἀληθῶς> ἀπέθανε, καὶ οὐ τῷ δοκεῖν, ὅπερ ἐστὶν οὔ — ἦν γὰρ »ἐν αὐτῷ« πάντα »ναί« — ,ἵνα ἀληθῶς »πρωτότοκος« ἀναφανῇ »τῶν νεκρῶν«,
τὸν χοϊκὸν ἀληθῶς μεταβαλὼν εἰς οὐράνιον καὶ τὸν θνητὸν εἰς ἀθάνατον.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.