λέγεσθαι, εἰκόνα δὲ ἐπουράνιον ἅλλο παρὰ τὴν σάρκα σῶμα πνευματικόν, ἐνθυμηθήτω δὴ οὗτος πρότερον ὅτι Χριστός, ὁ οὐράνιος ἄνθρωπος, τὸ αὐτὸ σχῆμα <τοῦ σώματος καὶ>τῶν μελῶν καὶ εἰκόνα καὶ σάρκα τὴν αὐτὴν τῇ ἡμετέρᾳ φορέσας ἐφάνη, δι᾿ ἣν καί, ἄνθρωπος 1 2 3 οὐκ ὤν, ἄνθρωπος ἐγένετο, ἵνα καθάπερ »ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως, καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται«.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.