βασιλείαν θεοῦ οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.« Σάρκα, φησίαν, οὐ τὴν σάρκα αὐτὴν ἐδήλωσεν, ἀλλὰ τὴν ἄλογον πρὸς τὰς μαχλώσας τῆς ψυχῆς ὁρμὴν ἡδονάς.
δὲ οὐκ αὐτό ἐστι τὸ φθειρόμενον, ἀλλὰ τὸ φθεῖρον... ἐπικρατήσαντος μὲν γὰρ τοῦ θανάτου κλίνεται τὸ σῶμα εἰς φθοράν· ἐπιμενούσης δὲ ἔμπαλιν τῆς ζωῆς ἐν αὐτῷ ἕστηκε μὴ καθαιρούμενον.
φθορᾶς, ποίημα τῆς ἀφθαρσίας καὶ κτῆμα ὑπάρχουσα, διὰ τοῦτο γεγένηται φθαρτὴ καὶ »εἰς γῆν« ἐκλίθη »χώματος«.
ἀθανασίαν«. φθαρτὸν δὲ καὶ θνητὸν ἐνδυόμενον ἀθανασίαν καὶ ἀφθαρσίαν τί ἄν ἕτερον εἴη παρὰ τὸ σπειρόμενον »ἐν φθορᾷ« καὶ ἀνιστάμενον ἐν »ἀφθαρσίᾳ« (ὅτι μὴ φθαρτή ἐστιν ἢ θνητὴ ἡ ψυχή, ἀλλὰ τὸ θνητὸν τοῦτο καὶ φθειρόμενον σαρκίον), ἵνα »καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου;« τό »γῆ εἶ καὶ εἰς
λέγεσθαι, εἰκόνα δὲ ἐπουράνιον ἅλλο παρὰ τὴν σάρκα σῶμα πνευματικόν, ἐνθυμηθήτω δὴ οὗτος πρότερον ὅτι Χριστός, ὁ οὐράνιος ἄνθρωπος, τὸ αὐτὸ σχῆμα <τοῦ σώματος καὶ>τῶν μελῶν καὶ εἰκόνα καὶ σάρκα τὴν αὐτὴν τῇ ἡμετέρᾳ φορέσας ἐφάνη, δι᾿ ἣν καί, ἄνθρωπος 4 5 6 οὐκ ὤν, ἄνθρωπος ἐγένετο, ἵνα καθάπερ »ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως, καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται«.
προῄρητο; ἀλλ᾿ οὐδὲν περισσῶς ποιεῖ ὁ υἱὸς τοῦ θεοῦ. οὐκ ἄρα ἀνωφελῶς τὴν »μορφὴν« τοῦ »δούλου« ἀνέλαβεν, ἀλλὰ πρὸς τὸ ἀναστῆσαι καὶ σῷσαι. ἀληθῶς γὰρ ἄνθρωπος ἐγένετο καὶ <ἀληθῶς> ἀπέθανε, καὶ οὐ τῷ δοκεῖν, ὅπερ ἐστὶν οὔ — ἦν γὰρ »ἐν αὐτῷ« πάντα »ναί« — ,ἵνα ἀληθῶς »πρωτότοκος« ἀναφανῇ »τῶν νεκρῶν«,
τὸν χοϊκὸν ἀληθῶς μεταβαλὼν εἰς οὐράνιον καὶ τὸν θνητὸν εἰς ἀθάνατον.
γὰρ ἐκλρονομεῖτο ἡ βασιλεία τοῦ θεοῦ ὑπὸ τοῦ σώματος, ζωὴ ὑπάρχουσα, συνέβαινεν ἂν τὴν ζωὴν ὑπὸ τῆς φθορᾶς καταπίνεσθαι. νῦν δὲ τὸ τεθνῃκὸς ἡ ζωὴ κληρονομεῖ, ἵνα »εἰς νῖκος καταποθῇ ὁ θάνατος« ὑπὸ τῆς ζωῆς καὶ τὸ φθαρτὸν τῆς ἀφθαρσίας κτῆμα καὶ τῆς ἀθανασίας ἀναφανῇ, ἄφετον μὲν καὶ ἐλεύθερον θανάτου γενόμενον
καὶ ἁμαρτίας, δοῦλον δὲ καὶ ὑπήκοον ἀθανασίας, ὅπως τῆς ἀφθαρσίας ᾖ τὸ σῶμα κτῆμα, καὶ γὴ τοῦ σώματος ἡ ἀφθαρσία. Diese Worte nun zerstören nicht nur die Worte des Aglaophon,
sondern auch anderer Irrgläubiger.
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.