μεμωμημένος, ἀθάνατον ἔχων ἐν ἑαυτῷ τὸν ψόγον, ἀλλὰ διέλυσεν εἰς ὕλην πάλιν, ἵνα διὰ τῆς ἀναπλάσεως ἐκτακῶσι καὶ ἐξαφανισθῶσι πάντα τὰ ἐν αὐτῷ μωμήματα. τὸ γὰρ ἐκεῖ ἀναχωνευθῆναι τὸν ἐν-
δριάντα τοῦτο ἐνταῦθα ἀποθανεῖν καὶ διαλυθῆναι τὸ σῶμα· τὸ δὲ ἐκεῖ ἀναμορφοποιηθῆναι τὴν ὕλην ἤ ἀνακοσμηθῆναι, τοῦτο ἐντοῦθα
τὸ ἀναστῆναι. ὥσπερ καὶ ὁ προφήτης Ἱερεμίας· τούτοις γὰρ ἤδη καὶ
αὐτὸς ὧδε τὰ αὐτὰ παρεγγυᾷ, »καὶ κατέβην« λέγων »εἰς τὸν οἶκον τοῦ κεραμέως· καὶ ἰκού, αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων, καὶ διέπεσε τὸ ἀγγεῖον ὅ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι.
καὶ ἐγίνετο λόγος κυρίου | πρός με λέγων· εἰ καθὼς ὁ κεραμεὺς 551 οὗτος οὐ δυνήσομαι τοῦτο ποιῆαι ὑμᾶς, οἶκος τοῦ Ἰσραήλ; ἰδού, ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.«
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.