χωνεύοι, λελωβημένον ἄφνω θεασάμενος ὑπό τινος ἀνθρώπου πονηροτάτου, ὃς οὐκ ἐωεγκὼν ὑπὸ βασκανίας 550 εὐπρεπὲς εἶναι τὸ ἄγαλμα, ἐσίαντο, ματαίαν ἡδονὴν καρπίζόμενος τοῦ φθόνου (πρόσσχες γάρ, 1 ὦ σοφώτατε Ἀγλαοφῶν, ὅτι, εἰ βούλοιτο μὴ εἶναι σεσινωμένον ὅλως ὁ δημιουργὸς καὶ ψεκτὸν τὸ μετὰ τοσαύτης αὐτῷ σπουδῆς τε καὶ φροντίδος πεπονημένον, πάλιν προτραπήσεται συγχωνεύσας αὐτὸ τοιοῦτο ποιεῖν οἷον καὶ πρόσθεν ἦν. εἰ δὲ μὴ ἀναχωνεύοι μηδὲ
ἀνασκευάζοι — ἐᾠη δὲ μένειν — θεραπεύων αὐτὸ καὶ ἐπανορθόμενος, ἀνάγκη δὴ πυρακτούμενον καὶ χαλακευόμενον τὸ ἄγαλμα μηκέτι κύνα- σθαι διατηρηθῆναι τὸ αὐτό, ἀλλὰ διηλλαγμένον ἔσεθσαι καὶ ὑπε- σπασμένον)· διὰ τοῦτο, εἰ βούλοιτο ὅλον καλὸν αὐτὸ καὶ ἄμωμον εἶναι τὸ ἔργον, ἀναθλᾶσθαι αὐτὸ καὶ ἀναχωνύεσθαι δεῖ, ὅπως τὰ
μὲν αἴσχη καὶ τὰ ἀλλοιώματα πάντα τὰ ἐξ ἐπιβουλῆς αὐτῷ καὶ φθόνου ὑπάρξαντα αὐτὰ μὲν διὰ τῆς ἀνασκευῆς καὶ ἀναχωνεύσεως ἀπόληται, τὸ δὲ εἰς τὸ ἑαυτοῦ εἶδος ἀσινὲς καὶ ἀκίβδηλον αὖθις ἄγαλμα ὁμοιότατον ἑαυτῷ κατασταθῇ (τῷ μὲν γὰρ ἀγάλματι ἀπο- λέσθαι μὲν οὐκ ἔστιν ὑπὸ τῷ αὐτῷ τεχνίτῃ, κἄν πάλιν εἰς ὕλην
χυθῇ, ἀποκατασταθῆναι δὲ ἔστιν· τοῖς δὲ αἴσχεσι καὶ λωβήμασιν ἀπολέσθαι μὲν ἔστιν — τήκονται γάρ — ἀποκατασταθῆναι δὲ οὐκ ἔστιν, διὰ τὸ ἐν πάσῃ τέχνῃ τὸν ἄριστον δημιουργὸν μὴ πρὸς τὸ αἴσχιον ἤ ἀπηχθημένον ὁρᾶν, ἀλλὰ πρὸς τὸ σύμμετρον καὶ εὔθὲς τοῦ 2 δημιουργουμένου)· —
De Resurrectione. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.