Λόγος θ΄. Τυσιανή.
τὴν Ἀρετὴν ἡ Θεοπάτρα Ι τῇ Τυσιανῇ λέγειν· τὴν δὲ μειδιάσασαν ἀμπροσθεν αὐτῆς παρελθεῖν καὶ φάναι· Ὦ Ἀρετή, παρθενίας 233 1 2 ἐρασταῖς ἀπέραστον καύχημα, κἀγὼ συναντιληψομένην μοι παραστῆναί σε παρακαλῶ, μή πως ἀπορήσω λόγων. ἅτε πολλῶν ἤδη καὶ παντοδαπῶν εἰρημἐνων. διὸ καὶ ·παραιτοῦμαι τὰ προοιμιώδη ταῦτα καὶ προκατασκευαστικὰ τῶν λόγων, ἵνα δὴ μὴ χρονίζουσα προσήκοντα
τούτοις ἐφαρμόττειν αὐτῶν ἐκπέσω τῶν προκειμένων· οὕτως ἔνδοξόν ἐστιν ἡ παρθενία καὶ τίμιον καὶ μεγαλοπρεπές.
ἕκαστον κοσμεῖν. παραθήσομαι δὲ καὶ τὰ ἀπὸ τῆς γραφῆς, ἀφ’ ὧν ἀναμφισβητήτως δειχθήσεται πᾶσιν ὅσον καὶ θεῷ πρόσφορόν ἐστι καὶ προσφιλὲς τὸ κατόρθωμα τοῦτο τῆς ἁγνείας. »καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου, ὅταν συντελέσητε τὰ γεννήματα τῆς γῆς, ἑορτάσετε κυρίῳ ἑπτὰ ἡμέρας, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ
ἀνάπαυσις ἔσται. καὶ λήφεσθε τῇ πρώτῃ ἡμέρᾳ καρπὸν ξύλου ὡραῖον καὶ κάλλυντρα φοινίκων καὶ κλάδους ξύλου ξύλου καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου, εὐφρανθῆναι ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας 235 τοῦ ἐνιαυτοῦ, νόμιμον αἰώνιον εἰς εἰς γενεὰς ὑμῶν. ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν· ἐν σκηναῖς κατοικήσετε
ἑπτὰ ἡμέρας. πᾶς αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσουσιν ἐν σκηναῖς, ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν ὅτι ἐν σκηναῖς κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ γῆς Αἰγύπτου. ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.‘ πάντως ὑπολήψονται οἱ Ἰουδαῖοι — ψιλῷ τῆς γραψῆς τῷ γράμματι περιπετόμενοι, ὥσπερ καὶ τὰ καλούμενα ψυχία τῶν
λαχάνων τοῖς φύλλοις, ἀλλὰ μὴ τοῖς ἄνθεσι καὶ καρποῖς ὡς ἡ μέ- 3 4 5 λισσα — τούτους τοὺς λόγους καὶ ταύτας τὰς νομοθεσίας περὶ σκηνῆς τοιαύτης οἴας οὗτοι τεκταίνονται λελέχθαι, ὡς τοῦ θεοῦ χαίροντος ταῖς ἐξιτήλοις κατακοσμήσεσιν, αἳς αὐτοὶ κατακοσμοῦντες 236 συσκευάζουσιν ἐκ τῶν ἀκροδρύων, οὐ συνησθημένοι τῶν μελλόντων
ἀγαθῶν‘ τὸν πλοῦτον. ὡς αὔρα ταῦτα καὶ σκιαὶ φασματώδεις προεξαγγέλλουσαι τr̀ιν ἀνάστασιν καὶ πῆξιν τοῦ πεπτωκότος εἰς γῆν ἡμῶν σκηνώματος, ὄ τῇ ἑβδόμῃ χιλιονταετηρίδε χάλιν ἀθάνατον ἀπειληφότες ἑορτάσομεν τὴν μεγάλην ἑορτὴν τῆς ἀληθινῆς σκηνοπηγίας ἐν τῇ καινῇ καὶ ἀλύπῳ κτίσει, συντελεσθέντων τῶν τῆς γῆς
καρπῶν καὶ τῶν ἀνθρώπων μηκέτι γεννώντων καὶ γεννωμένων, ἀλλὰ καταπαύσαντος ἀπὸ τῶν ἔργων τῆς κοσμοποιίας τοῦ θεοῦ. ἀπειδὴ γὰρ ἐν ἔξ ἡμέραις ὁ θεὸς κατεσκεύασε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ συνετέλεσε πάντα τὸν κόσμον καὶ »κατέπαυσε 237 τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε, καὶ εὐλόγησε τὴν ἡμέραν τὴν
ἑβδόμην καὶ ἡγίασεν αὐτήν‘, ἐντεῦθεν συμβολικῶς τῷ μηνὶ τῷ ἑβδόμῳ, ὁπόταν ἤδη συντελεσθῶσιν οἱ καρποὶ τῆς γῆς, ἑορτάζειν προσ- τασσόμεθα τῷ κυρίῳ, ὄ δή ἐστιν, ὁπόταν ὁ κόσμος οὗτος συντελεσθῇ τῇ ἑβδόμῃ χιλιονταετηρίδι, ὅτε ὡς ἀληθῶς ὁ θεὸς συντελέσας τὴν οἰκουμένην ἀφ' ἡμῖν »εὐφρανθήσεται«. νῦν γὰρ ἀκμὴν ἔτι πάντα
δημιουργεῖται τῇ διαρκεῖ βουλήσει αὐτοῦ καὶ ἀνεννοήτῳ δυνάμει, ἀναδιδούσης ἔτι τῆς γῆς τοὺς καρπούς, καὶ τῶν ὑδάτων συναγομένων »εἰς τὰς συναγωγάς«, καὶ τοῦ φωτὸς ἔτι διαχωριζομένου, καὶ τοῦ ἀριθμοῦ τῶν ἀνθρώπων ἔτι δημιουργουμένου, κοὶ τοῦ ἡλίου »εἰς ἀρχὰς« ἀνατέλλοντος »τῆς ἡμέρας« 238 καὶ τῆς σελήνης εἰς ἀρχὰς« ἔτι
τῆς νυκτός«, καὶ τῶν τετραπόδων καὶ θηρίων καὶ ἑρπετῶν ἐκ τῆς γῆς ἀναδιδομένων καὶ πτηνῶν καὶ νηκτῶν ἐκ τῆς ὑγρᾶς οὐσίας. τότε δὲ ὁπόταν συντελεσθῶσιν οἱ καιροὶ καὶ παύσηται ὁ θεὸς ἐργαζόμενος ταύτην τὴν κτίσιν, τῷ ἑβδόμῳ μηνί, τῇ μεγάλῃ τῆς ἀναστά- 6 7 σεως ημερᾳ, ὲορτη συγκροτεῖται τῳ κυρίω της σκηνοπηγιας ημων, ἧς εἰσιν ἐν τῷ Λευϊτικῷ τὰ λεγόμενα σύμβολα καὶ τύποι, ἅ ἐξιχνεύοντας χρὴ νοεῖν τὴν ἀλήθειαν γυμνήν. »τῶν δέ« γάρ »ἀκούσας« φησί σοφὸς σοφώτερος ἔσται, νοήσει τε παραβολὴν καὶ σκοτεινὸν
λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.« ὅθεν αἰσχυνέσθωσαν οἱ Ἰουδαῖοι, τὰ βάθη τῶν γραφῶν μὴ συνῃσθημένοι 239 καὶ πάντα σωματικὰ τὸν νόμον ἡγούμενοι καὶ τοὺς προφήτας εἰρηκέναι ἅτε τῶν κοσμικῶν ἐφιέμενοι καὶ τὸν ἔξωθεν πλοῦτον τοῦ περὶ ψυχὴν προ- κρίνοντες. διαιρουμένων γὰρ τῶν γραφῶν εἰς τὸν περὶ τῶν παρῳχηκότων
καὶ μελλόντων τύπον, ἀποπηδήσαντες οἱ σχέτλιοι τῶν μελ- λόντων ὡς παρω̣χηκότων ἤδη τελοῦσι τοὺς τύπους, καράπερ καὶ ἐπὶ τῆς τοῦ προβάτου σφαγῆς, ἀνάμνησιν τῆς κατ’ Αἴγυπτον τῶν πατέρων αὐτῶν γεγενημένης σωτηρίας ἡγούμενοι μόνην εἰναι τὸ μυστήριον τοῦ προβάτου, ὁπότε πατασσομένων τῶν πρωτοτόκων
τῆς Αἰγύπτου αὐτοὶ διεώθησαν, τὰς φλιὰς τῶν σφετέρων οἵκων φοινίξαντες τῷ αἵματι· οὐκέτι δὲ καὶ τῆς σφαγῆς τύπον ἡγήσαντο τοῦτο προδηλωτικὸν γεγονέναι 240 Χριστοῦ, οὑ αἱ κατησφαλισμέναι τῷ αἵματι καὶ σφραγισθεῖσα ψυχαί, τῆς οἰκουμένης ἐκπυρουμένης καὶ τῶν πρωτοτόκων ὀλοθρευομένων τέκνων τοῦ Σατανᾶ, περισωθήσονται
τῆς ὀργῆς, τῶν τιμωρητῶν ἀγγέλων ἐντραπησομένων τὴν ἀπὸ τοῦ αἵματος ἐπ’ αὑτοῖς ἐκτετυπωμένην σψραγῖδα.
τοὺς τύπους τῶν εἰκόνων βουληθέντες εἶναι προκαταγγελτικούς, μηδὲ τὰς εἰκόνας τῆς ἀληθείας. ὁ μὲν γὰρ »νόμος« τῆς εἰκόνος ἐστὶ τύπος καὶ σκιά, τουτέστι τοῦ εὐαγγελίου, ἡ δὲ εἰκών, τὸ εὐαγγέλιον, αὐτῆς τῆς ἀληθείας. οἱ γὰρ παλαιότεροι καὶ ὁ νόμος τοὺς 241 τῆς ἐκκλησίας προεξήγγειλαν ἡμῖν προφητεύοντες χαρακτῆρας, ἡ δὲ ἐκκλη- 8 9 10 σία τοὺς τῶν καινῶν αἰώνων. ὅθεν ἡμεῖς οἱ τὸν εἰπόντα Χριστόν »ἐγώ εἰμι ἡ ἀλήθεια« δασάμενοι τὰς μὲν σκιὰς καὶ τοὺς τύπους ἴσμεν πεπαυμένους, ἐπὶ δὲ τὴν ἀλήθειαν σπεύδομεν , τὰς ἀναργεῖς αὐτῆς εἰκόνας προκαταγγέλλοντες. ἐκ μέρους γάρ« ἔτι καὶ ὡς »δἰ ἐσόπτρου.
»γινώσκομεν«, ἐπεὶ μηδέπω τὸ τέλειον‘ ἡκεν, ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἡ ἀνάστασις, εἰς ἡμᾶς, ὅτε »καταργηθήσεται τὸ ἐκ μέρους«. τότε γὰρ αἱ σκηναὶ πήγνυνται πάντων ἡμῶν, ὁπότε τῶν ὀστῶν συγκολλωμένων καὶ συμπηγνυμένων ταῖς σαρξὶν ἁνίσταται σῶμα. τότε τὴν ἡμέραν τῆς χαρᾶς ἑορτάζομεν κυρίῳ εἰλικρινῶς, ὁπότε τὰς
σκηνὰς αἰωνίους ἀποληψόμεθα, οὐκέτι θνηξομένας ἢ λυθησομένας 242 εἰς γῆν χώματος. ἠν γὰρ ἡμῶν καὶ πρόσθεν ἄπτωτος ἡ σκηνή· ἀλλὰ διὰ τὴν παράβασιν ἐσαλεύθη καὶ ἐκλίθη, τοῦ θεοῦ τὸ ἁμάρτημα λύσαντος θανάτῳ, ἴνα μὴ ἀθανάτως ἁμαρτωλὸς ὁ ἄνθρωπος ὤν, ζώσης ἐν αὐτῷ τῆς ἁμαρτίας, αἰωνίως κατάκριτος γενηθῇ. καὶ διὰ
τοῦτο καὶ τέθνηκεν, οὐ γενόμενος θνητὸς ἢ φθαρτός καὶ διεκρίθη τῆς σαρκὸς ἡ ψυχή , ἵνα νεκρωθῇ διὰ τοῦ θανάτου τὸ παράπτωμα, μηκέτι δυνάμενον ζῆν ἐν τῷ τεθνηκότι.
τὰ τέκνα ἐκ θανάτου 243 σῴζοντα, καὶ ἑορτάζω νομίμως αὐτῷ, κοσμήσασα τὴν σκηνήν μου τὴν σάρκα τοῖς ἔργοις τοῖς καλοῖς, ὥσπερ κἀκεῖ ταῖς πενταφώτοις αἱ παρθένοι λαμπάσιν.
τῆς ἁγνείας κατασκιάζεται. νόει γάρ μοι τὴν ἀνάστασιν εἶναι τὴν σκηνοπηγίαν, νόει μοι καὶ τὰ εἰς τὴν σύνθεσιν παραλαμβανόμενα τῆς σκηνῆς τὰς πράξεις εἶναι τῆς δικαιοσύνης. λαμβάνω οὖν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὰ ὑποτεταγμένα, οἱονεὶ τῇ ἡμέρᾳ ᾑ κρίνομαι, εἰ τὴν σκηνὴν ἐκόσμησά μου τοῖς προστεταγμένοις, εἰ εὑρίσκονται ταῦτα
ἐν αὐτῇ, ἅπερ ἐνταῦθα μὲν ἐν τῷ κόσμῳ κτήσασθαι προστασσόμεθα, 11 12 ἐκεῖ δὲ 244 προσφέρειν τῷ θεῷ. — ἵτε γὰρ καὶ τὰ ἑξῆς ἐπισκεψώμεθα. καὶ λήψεσθε ἑαυτοῖς τῇ πρώτῃ« φησίν »ἡμέρᾳ καρπὸν ξύλου ὡραῖον καὶ κλάδους ξύλου δασεῖς <καὶ ἰτέας> καὶ κλάδους κλάδους ἐκ χειμάρρου, εὐφρανθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν.« καρπὸν ὡραιότατον
ξύλου οἱ τὴν »καρδίαν ἀπερίτητοι« Ἰουδαῖοι διὰ τὸ μέγεθος τὸ κίτριον ἡγοῦνται τυγχάνειν , οὐδὲ ἐγκαλύπτονται κιτρίῳ τὸν θεὸν λέοντες τιμᾶσθαι, ᾧ »τὰ τετράποδα πάντα τῆς γῆς οὐκ εἰσὶν εἰς ὁλοκαύτωσιν ἱκανὰ καὶ ὀ λίβανος εἰς καῦσιν( καὶ ὅλως τἰ τὸ κίτριον. ὦ ἀτεράμονες, ὡραῖον, διὰ τί μὴ καὶ ἡ σταφυλὴ μᾶλλον ὡραία; διὰ
τί μὴ καὶ ἡ ῥόα; διὰ τί μὴ καὶ τὸ μῆλον 245 καὶ τὰ ἄλλα ἀκρόδρυα τὰ μᾶλλον διαφέροντα τοῦ κιτρίου; ἀμἐλει έν τῷ Ἄισματι τῶν ᾀσμά- των πάντων ὁ Σολομὼν τούτων ὡραίων μνημονεύσας τὸ κίτριον ἀπεσιώπησε μόνον. ἀλλὰ τούτων ἀπεβουκολήθησαν οἱ ἄφρονες μὴ νοήσαντες τὸ ξύλον τῆς ζωῆς«, ὅ πρόσθεν μὲν ὁ παράδεισος ἔφερε,
νῦν δὲ πᾶσιν ἀνεβλάστησεν ἡ ἐκκλησία, τὸν ὡραῖον καὶ εὐπρεπῆ τῆς πίστεως ποιοῦν καρπόν. — τοιοῦτον ἐληλυθότας καρπὸν τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ εἰς τὸ δικαστήριον ἡμᾶς κομίζειν δεῖ Χριστοῦ. ἐὰν μὴ τοιοῦτον σχῶμεν καὶ ἡμεῖς καρπόν, οὐ δυνησόμεθα συνεορτάσαι τῷ θεῷ, οὐ τευξόμεθα κατὰ τὸν Ἰωάννην τῆς πρώτης ἀναστάσεως·
τὸ γὰρ ξύλον ἐστὶν ἡ πρωτότοκος πάντων σοφία. »ξύλον ζωῆς ἐστι τοῖς ἀντεχομένοις 246 αὐτῆς« φησὶν ὁ προφήτης »καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής ·« »ξύλον παρὰ τὰς διεξόδους πεφυτευμένον τῶν ὑδάτων, ὅ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ«, διδασκαλία καὶ ἀπάπη καὶ σύνεοίς ἐστιν, ἐν καιρῷ προσήκοντι
τοῖς ἐπὶ τὰ ὕδατα τῆς ἀπολυτρώσεως ἀφικνουμένοις διδομένη. — ὁ μὴ πιστεύσας Χριστῷ, μηδὲ τὴν ἀρχὴν αὐτὸν εἶναι, τὸ ξύλον τῆς ζωῆς, ᾑσθημένος, οὐκ ἔχων δεῖξαι τῷ θεῷ τῷ ὡραιοτέρῳ τῶν ὡραίων καρπῶν τὴν σκηνὴν αὐτοῦ κεκοσμημένην , πῶς ξορτάσει; πῶς εὐφρανθήσεται; θέλεις γνῶναι τὸν ὡραῖον ὡραῖον τοῦ
ξύλου; ἐπίσκεψαι τοὺς λόγους τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πῶς 13 14 εἰσιν 247 ὡραῖοι κάλλει »παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων«. ὡραῖος καρπὸς ἐβλάστησε διὰ διὰ Μωσέως ὁ νόμος· ἀλλ' οὐχ οὕτως ἠν ὡραῖος, ὡς τὸ εὐαγγέλιον. ἀκεῖνος μὶν γὰρ τύπος τις ἠν καὶ σκιὰ τῶν μελλόντων πραγμάτων«, τοῦτο δὲ »ἀλήθεια« καὶ ζωῆς χάρις.. ὡραῖος
ἦν τῶν προφητῶν ὁ καρπός, ἀλλ' οὐχ οὕτως ὡραῖος, ὡς ὁ ἐξ αὐτοῦ γεωργούμενος τῆς ἀφθαρσίας.
ἀπ' αὐτῆς καὶ ἐκβαλλομένων τῶν ἁμαρτημάτων δεῖ γὰρ καθαροὺς καὶ κεκοσμημένους ἤσκειν εἰς τὴν ἑορτήν, ὥσπερ 248 κοσμήτρῳ ταῖς ἀσκήσεσι καὶ μελέταις τῆς ἀρετῆς πεφιλοπονημένους· ὅτι μελέταις ἐπιπόνοις καὶ ἀσκήσεσι καθαιρόμενος ὁ νοῦς τῶν ἐπικαλυπτόντων αὐτὸν ἀλλοίων διανοημάτων ὀξυδερκεῖ πρὸ·ς τὴν ἀλήθειαν,
καθάπερ καὶ ἡ χήρα τὸν κοδράντην ἐν τοῖς εὐαγγελίοις ἀνεύρατο μετὰ τὸ σαρῶσαι τὸν οἶκον καὶ ῥῖψαι τὰ κόπρια, τὰ ἐπισκοτοῦντα καὶ καλύπτοντα πάθη τὴν ψυχήν, τὰ ἀπὸ τῆς θρύψεως ἡμῶν καὶ τῆς ἀμελείας πληθύνοντα. καὶ τοίνυν ὁ σπουδάζων εἰς τὴν ἑορτὴν τῶν σκηνῶν ἐκείνων φθάσαι καὶ τοῖς ἀνίοις συγκαταλεχθῆναι πρῶτον
τὸν ὡραῖον τὴν πίστιν κτησάσθω καρπόν , εἶτα τὰ κάλλυντρα, τὴν 249 ἄσκησιν καὶ μελέτην τῶν γραφῶν· εἶτα τοὺς ἐριθηλέας ἐφεξῆς κλάδους τῆς ἀγάπης καὶ δασεῖς. οὓς καὶ μετὰ τὰ κάλλυντρα παρεγγυᾷ λαμβάνεσθαι, κλάδους δασεῖς εὐθυβολώτατα τὴν ἀπάπην φράσας· τὸ γὰρ δασὺ κατάκαρπον ὅλον ἐστὶ καὶ πυκνόν, μηδὲν ψιλὸν ἢ διάκενον
ἔχον, ἀλλὰ πάντα πεπληρωμένα, καὶ τοὺς ὄρπηκας καὶ τὰ στελέχη. τοιοῦτον γάρ ἐστιν ἡ ἀπάπη, μηδαμόθεν ὑπόκενος ἢ ἄκαρπος οὐσα. ἦ γάρ, »ἐὰν πωλήσω τὰ ὑπάρχοντά μου καὶ δώσω πτωχοῖς, καὶ ἐὰν τὸ σῶμά μου πυρὶ παραδώσω , καὶ ἐὰν τοσαύτην πίστιν, ὥστε ὅρη μεθιστᾶν, κτήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.. ἡ ἀγάπη ἄρα
τὸ κατάκαρπόν 250 ἐστι καὶ δασύτατον ξύλον πάντων, ἡ γέμουσα καὶ πεπληρωμένη τῶν χαρισμάτων. — εἶτα τί παραλαμβάνεσθαι βούλεται 15 16 καὶ ἔτερον; κλάδους ἰτείνους φησί, τὴν δικαιοσύνην ἰτείνους κικλήσκων κλάδους. ἀνθ’ ὧν οἱ δίκαιοι κατὰ τὸν προφήτην »ὡς ἀναμέσον ὕδατος ἀνατέλλουσι χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ«, θάλλοντες τῷ λόγῳ. καὶ ἐπὶ πᾶσι τοὺς ἀμείνους ἐπικοσμοῦντας τὴν
σκηνὴν παρακελεύεται προσφέρεσθαι κλάδους διὰ τὸ φερώνυμον εἰναι τὸ δένδρον τῆς ἁ\γνείας, ᾡ κατακοσμεῖται τὰ προειρημένα. ἐρρέτωσαν οἱ ἀκολασταίνοντες νῦν καὶ διὰ τὰς ἑαυτῶν ἡδυπαθείας ἁγνείαν ἀποδιωθούμενοι. πῶς γὰρ εἰς τὴν 251 ἑορτὴν συνεισελεύσονται Χριοτῶ̣, μὴ κοσμήσαντες ἑαυτῶν τὴν σκηνὴν κλάδοις ἁγνείας, τῷ θεοποιῷ
καὶ μακαρίῳ φυτῷ; ᾧ τοὺς εἰς τὴν ἄγυριν σπεύδοντας ἐκείνην καὶ τὸν γάμον ἀναδήσασθαι δεῖ καὶ κατασκιάζεσθαι τὰς ἀσφύας. ἴτε γάρ, ὦ καλλιπάρθενοι, τὴν γραφὴν αὐτὴν ἐπισκέψασθε καὶ τὰς ἐντολάς, πῶς ὡς ἐπὶ συμπληρώματος τῶν προειρημένων κατορθωμάτων παρέλαβεν ὁ λόγος τὴν ἁγνείαν, διδάσκων ὄσον διαπρεπὴς καὶ τριπόθητος
ἔσται τῇ ἀναστάσει καὶ ὅτι χωρὶς αὐτῆς οὐδεὶς τεύξεται τῶν ἐπαγγελμάτων. ἥν ἐξαιρέτως γεωργοῦμεν ἡμεῖς αἱ παρθενεύουσαι καὶ προσφέρομεν κυρίῳ. χρῶνται δὲ καὶ οἱ πρὸς τὰς ἑαυτῶν ἁγνεύ- οντες γαμετάς, 252 καὶ ὥσπερ ἀμφὶ τὸ στέλεχος κλῶνας αὐτῆς φέρουσι βλαστήσαντας σωφροσύνην , τῶν ἄνω μὴ ἐφικνούμενοι καὶ μεγάλων
αὐτῆς ἐπιφαῦσαι πλάδων καθάπερ ἡμεῖς· ὅμως, εἰ καὶ μικρούς, οὐδὲν ἧσσον προσφέρουσι δὴ καὶ αὐτοὶ κλῶνας ἁγνείας. οἱ δὲ οἰστρηλατούμενοι, κἂν μὴ πορνεύσωσιν, ἀλλὰ καὶ εἰς μόνην τὴν ἔννομον ἀδιαστόλως ἀπιμίγνυσθαι θέλγωνται γαμετήν, πῶς ἑορτάσουσιν; πῶς εὐφρανθήσονται, μὴ κοομήσαντες τὴν σκηνὴν ἑαυτῶν, τὴν σάρκα, τοῖς
κλάδοις τῆς ἄγνου, μηδὲ εἰσακούσαντες τοῦ εἰρημένου »ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς οἱ μὴ ἔχοντες ὦσιν‘;
ἀλύπῳ κτίσει, ὅς ἂν ἁγνείας μὴ εὑρεθῇ κλάδοις κέκοσμημένος, οὐ 17 18 τεύξεται τῆς ἀναπαύσεως, μὴ πληρώσας τὴν ἐντολὴν τοῦ θεοῦ κατὰ τὸν νόμον, οὐδὲ εἰς τὴν γῆν ἐπιδημήσει τῆς ἀπαγγελίας, μὴ ἑορτάσας πρῶτον τὰς σκηνάς. οἱ γὰρ ἑορτάσαντας μόνοι τὴν σκηνοπηγίαν εἰς τὴν ἁγίαν καταίρουσαι γῆν, ἀπάραντες ἀπὸ τῶν καλουμένων σκηνῶν
ἔστ' ἂν εἰς τὸν νεὼν φθάσωσιν ἐλθεῖν καὶ τὴν πόλιν τοῦ θεοῦ, εἰς τὴν μείζονα καὶ ἐνδοξοτέραν προκόψαντες χαράν, καθὼς καὶ οἱ τύποι συνιστᾶσιν οἱ γεγονότες ἐπὶ Ἰουδαίων. ὥσπερ γὰρ ἐξελθόντες 254 τῶν ὅρων ἐκείνων τῆς Αἰγύπτου ὥδευσαν πρῶτον καὶ ἦλθον εἰς τὰς σκηνὰς κἀκεῖθεν ἀπάραντες πάλιν ἦλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας,
οὕτω δὴ καὶ ἡμεῖς. ὁδεύσασα γὰρ ἐντεῦθεν καὶ ἐξελθοῦσα κἀγὼ τῆς Αἰγύπτου τούτου τοῦ βίου, ἔρχομαι πρῶτον εἰς τὴν ἀνάστασιν, τὴν ἀληθινὴν σκηνοπηγίαν , κἀκεῖ τοῖς καρποῖς τῆς ἀρετῆς πήξασα τὴν σκηνήν μου κεκοσμημένην, τῇ πρώτῃ τῆς ἑορτῆς ἀναστάσεως ἡμέρᾳ τῇ κρίσει, συνεορτάζω τῷ Χριστῶ̣ τὴν χιλιονταετηρίδα τῆς άναπαύσεως,
τὰς ἑπτὰ καλουμένας ἡμέρας, τὰ σάββατα τὰ ἀληθινά. εἶτα αὐθις ἑπομένη τῷ διεληλυθότι τοὺς οὐρανοὺς« Ἰησοῦ ἔρχομαι πάλιν καθάπερ κἀκεῖνοι μετὰ τὴν ἀνάπαυσιν τῆς σκηνοπηγίας εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τοὺς οὐρανούς, 255 ἐν σκηναῖς μὴ ἀπομείνασα, τουτέστι τοῦ σκηνώματός μου μὴ ἀπομείναντος τοιούτου, ἀλλὰ μετὰ τὴν
χιλιονταετηρίδα μεταβληθέντος ἀπὸ τοῦ σχήματος τοῦ ἀνθρωπίνου καὶ τῆς φθορᾶς εἰς ἀγγελικὸν μέγεθος καὶ κάλλος· ἔνθα λοιπὸν ἀπὸ τοῦ θαυμαστοῦ τῆς σκηνῆς, ὦ παρθένοι, τόπου μετὰ τὸ συμπερασθῆ- ναι τὴν ἑορτὴν τῆς ἀναστάσεως εἰς τὰ μείζω καὶ κρείττω διερχόμεθα, εἰς τὸν οἶκον αὐτὸν ἀναβαίνουσαι τὸν ὑπὲρ τοὺς οὐρανούς
»τοῦ θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος«, καθώς φησιν ὁ ψαλμῳδός.
έν ὁποίῳ θορύβῳ νῦν ἄρα ἡ Δομνίνα ἦν, ταρασσομένης αὐτῇ τῆς καρδίας καὶ φοβουμένης μὴ ἀπορήσῃ λόγων καὶ ἐνδεέστερόν τι τῶν 19 20 ἄλλων παρθένων ἀποφθέγξηται, τοσούτων ἤδη ῥηθέντων εἰς τὸ προκείμενον καὶ ποικίλων. εἰ οὐν εὔδηλος ἐγένετο κεκινημένη, φέρε καὶ τοῦτο περαίωσον· θαυμάζω γὰρ εἴ τι ἔσχεν εἰπεῖν τελευταῖα κεκληρωμένη.
Symposium Sive Convivium Decem Virginum. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.