Λόγος ί. Δομνίνα.
γνεται, καί τις αὐτὴν θεία ἀνακωχὴ κατέλαβε, καὶ ἴφη , Ὦ Ἀρετή, κἀγὼ παραλείψασα τὰς μακρολογίας τῶν προεξηγημάτων εἰς αὐτὰ τὰ προκείμενα κατὰ δύναμιν εἰπεῖν πειράσομαι, ἴνα δὴ μὴ τῷ μηκύ- νεσθαι τὰ πάρεργα πλείονα χρόνον ὧν ἕνεκα λέγονται παράσχω· ἡγοῦμαι γὰρ μέγιστον μέρος φρονήσεως εἶναι τὸ μὴ μακροὺς ἐκ πε | -
ριόδων πρὸ τῶν ἀπερωτηθέντων ποιεῖσθαι τοὺς λόγους κηλοῦντας 258 τὰ ὦτα, ἀλλ' αὐτόθεν εὐθέως περὶ ὅτου τὸ ἐπερώτημά ἐστιν ἄρχεσθαι. διὸ ἐνθένδε κἀγὼ κατάρξομαι· καιρὸς γάρ.
τὴν ψυχὴν καὶ κηλίδων καὶ μιασμάτων καθαρὰν ἀπολου- 1 2 3 θῆναι τοῦ κόσμου, μόνη ποιεῖ τοῦτο καὶ ἐργάζεται ἁγνεία. ἀφ' οὑ γὰρ ὁ Χριστὸς ἐδίδασκεν αὐτὴν ἀσκεῖν ἡμᾶς καὶ ἐμήνυσεν ἡμῖν τὸ ἀνυπέρβλητον κάλλος αὐτῆς, ἡ βασιλεία τοῦ πονηροῦ καθῃρέθη, πρότερον ἀεὶ πάντας αἰχμαλωτίζοντος 259 καὶ δουλουμένου, ὡς μὴ τῶν
παλαιοτέρων εὐάρεστον γεγονέναι κυρίῳ τινά, ἀλλὰ πάντας ἐπικρατηθῆναι πταίσμασιν, οὐ σφόδρα τοῦ νόμου τῆς φθορᾶς ἀρκέσαντος ἐλευθερῶσαι τὴν ἀνθρωπότητα, μέχρις ἡ παρθενία διαδεξαμένη τὸν νόμον Χριστοῦ ταγαῖς τῶν ἀνθρώπων ἐβασίλευσεν. οὐ γὰρ ἂν οὕτως οἱ πρόσθεν εἰς μάχας καὶ φόνους καὶ ἔρωτας καὶ εἰδωλολατρείας
συνελαύνοντο πολλάκις, εἰ ἦν αὐτοῖς ἡ ἐκ τῶν νόμων αὐτάρκης πρὸς σωτηρίαν δικαιοσύνη. νυνὶ δὲ τότε μὲν μεγάλαις καὶ πολλαῖς πολλάκις ἐνεφύροντο συμφοραῖς· ἀφ' οὗ δὲ Χριστὸς ἐνηνθρώπησς καὶ παρθενίᾳ τὴν σάρκα κοσμήσας ὥπλισεν, ὁ ἀμοτύραννος ἄρχων τῆς ἀκρασίας 260 ᾑρέθη καὶ εἰρήνη καὶ πίστις κροτεῖ, οὐκέτι τῶν ἀνθρώπων
ὡσαύτως τρεπομένων εἰς εἰδωλολατρείαν ὥσπερ καὶ πάλαι.
φησὶ γάρ πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρίσαι ἐφ ἑαυτῶν βασιλέα, καὶ εἶπαν τῇ ἐλαίᾳ· βασίλευσον ἐφ' ἠμᾶς. καὶ εἷπεν αὐτοῖς ἡ ἐλαία· ἀφεῖσα τὴν πιότητά μου, ἥν ἐδόξασεν ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν φύλων; 261 καὶ εἶπαν τὰ ξύλα πάντα τῇ συκῇ· δεῦρο βασίλευσον ἐφ’ ἡμᾶς. καὶ εἶπεν αὐτοῖς ἡ συκῆ·
ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ· βασίλευσον ἐφ ἡμᾶς. καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος· ἀφεῖσα τὸν οἶνόν μου, τὴν εὐφρο- σύνην τῶν ἀυθρώπων, πορευθῶ ἄρχεῖν τῶν ξύλων; καὶ εἶπαν τὰ 4 5 6 ξύλα πρὸς τὴν ῥάμνον· δεῦρο βασίλευσον ἐφ' ἡμᾶς. καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα· εἰ ἐν ἀλησίᾳ χρίετέ με ὑμεῖς εἰς βασιλέα βασιλέἂ ὑμᾶς, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου· εἰ μή, ἐξέλθῃ πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου.« ταῦτα δὲ ὅτι μὴ
περὶ ξύλων τῶν ἐκ τῆς φυομένων ἐλέχθη, 262 σαφές· οὐ οὐ ἄν ἑαυτοῖς τὰ δἐνδρα τὰ ἄψυχα χειροτονήσοντα βασιλέα συνήρχοντο, ταῖς ῥίζαις εἰς τὴν γῆν κατεστηλωμἐνα. ἀλλὰ πάντως περὶ ψυχῶν ἱστορεῖται ταῦτα, αἵ, πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ καθυλομανήσασαι τοῖς παραπτώμασιν, , προσίασιν, οἶκτον αὐτῶν ἀξιοῦσαι λαβεῖν τὸν
θεὸν καὶ βασιλεῦσαι τὸν ἔλεον ἐπ' αὐτὰς ἤδη καὶ τὴν εὐσπλαγχνίαν, ἥν ἐλαίας τύπῳ παρέλαβεν ἡ γραφὴ διὰ τὸ ἀρωγὰν τὸ ἔλαιον σωμάτων εἶναι καὶ λυτήριον καμάτων καὶ πόνων, φωτός τε παρεκτικόν. ἐλαίῳ γὰρ καταρδόμενον πᾶν τὸ λυχνιαῖον αὔξεται σέλας· λυτήριοι δὲ καὶ οἱ τοῦ θεοῦ πάντως οἰκτιρμοὶ θανάτου καὶ ἁμαρτημάτων καὶ
ἀρωγοὶ τῆς ἀνθρωπότητος καὶ τοῦ τῆς καρδίας 263 φωτὸς θρεπτικοί. καὶ ἐπισκέψασθε μήποτε τὰς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι τοῦ Χριστοῦ καθεξῆς ἡ γραφὴ νομοθεσίας δηλοῖ, ὧν ὁ διάβολος ἀντιμίμοις ἐξηπάτησε πλάσμασι τὸ τῶν ἀνθρώπων γένος· τὴν μὲν οὖν συκῆν ἀπεικάζουσα τῇ κατὰ τὸν παράδεισον δοθείσῃ τῷ ἀνθρώπῳ
ἐντολῇ, ἐπειδὴ τὴν γύμνωσιν ἀπατηθεὶς οὗτος πετάλοις ἐπεκάλυψε συκῆς, τὴν δὲ ἄμπελον τῇ ἐπὶ τοῦ κατακλυσμοῦ τῷ Νῶε διὰ τὸ οἴνῳ κοιμηθέντα χλευασθῆναι, τὴν δὲ ἐλαίαν τῇ κατὰ τὴν ἔρημον τῷ Μωσεῖ, ἐπειδὴ τὸ χάρισμα τὸ προφητικόν, τὸ ἕλειον τὸ ἅγιον, ἀνομησάντων αὐτῶν ἐκλελοίπει τῆς κληρονομίας, τὴν δὲ ῥάμνον τῇ ἐπὶ
τῇ σωτηρίᾳ τοῦ κόσμου τοῖς ἀποστόλοις, ἐπειδήπερ 264 δἰ αὐτῶν ἐδιδάχθημεν ἁγνείαν, ἧς ἀπατηλὸν μόνης εἴδωλον οὐκ ἴσχυσεν ὀ διάβολος 7 8 σκευάσαι. καὶ διὰ τοῦτο καὶ εάαγγέλια τέσσαρα παραδέδοται, τετρά- κις εὐαγγελισαμένου τοῦ θεοῦ τὴν ἀνθρωπότητα καὶ παιδαγωγήσαντος τέσσαρσι νόμοις, ὧν οἱ καιροὶ σαφῶς ἀπὸ τῆς διαφορότητος δηλοῦνται διὰ] τῶν καρπᾶν. ἡ μὶν γὰρ συκῆ συκῆ τὴν γλυκασίαν
γαὶ τὸν ὡραϊσμὰν τὴν τρυφὴν τὴν πρὸ τῆς παραβάσεως ἐν παραδείσῳ τοῦ ἀνθρώπου παρίστησι γεγενημένην· ἔστι γὰρ ὅτε δὴ καὶ σφόδρα πολλαχῶς τῆς συκῆς τὸν καρπὸν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τοῦ κρείττονος λαμβάνει, καθὼς ἀποδείξομεν ὕστερον. ἡ δὲ ἄμπελος, διὰ τὴν ἱλαρότητα τὴν ἐκ τοῦ οἴνου καὶ τὴν εὐφροσύνην τῶν περισωθέντων
τῆς ὀργῆς καὶ τοῦ κατακλυσμοῦ, τὴν ἀπὸ τοῦ φόβου καὶ τῆς 265 φροντίδος τὴν] εἰς τὴν χαρὰν αὐτῶν μεταβολὴν αἰνίσσεται. ἡ δὲ ἐλαία διὰ τὸν καρπὸν τοῦ ἐλαίου τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ μηνύει, πάλιν ἀνεξικακήσαντος τοῦ θεοῦ μετὰ τὸν κατακλυσμόν, τῶν ἀνθρώπων ἐκτραπέντων εἰς ἀθεότητα, δοῦναι νόμον καὶ ἐμφανισθῆναί
τισιν καὶ ὥσπερ ἀποσβεννυμένην ἤδη τὴν αὐγὴν τῆς ἀρετῆς ἐλαίω λιπᾶναι.
πεφυκέναι, ταύτῃ ῥάμνος καὶ ἄγνος προσηγορεύθη, ῥάμνος μὲν παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς, ἄγνος δὲ παρὰ τὸ διὰ παντὸς ἁγνεύειν. ὅθεν καὶ τὸν Ἡλίαν, 266 ἐκ προσώπου τῆς Ἰεζάβελ γυναικὸς φεύγοντα, λόγος ὑπὸ ῥάμνον ἐλθεῖν πρῶτον, καὶ εἰσακουσθέντα ἐνισχῦσαι καὶ λαβεῖν τροφήν, ὅτι τῶν φευγόντων τὸν οἶστρον
καὶ τὴν γυναῖκα τὴν ἡδονὴν τὸ καταγώγιον καὶ ἡ σκέπη τὸ τῆς ἁμνείας ἐβλάστησε ξύλον, ἀπὸ τῆς παρουσίας τοῦ ἀρχιπαρθένου Χρι- 9 10 στοῦ βασιλεῦσαν τῶν ἀνθρώπων. τῶν γὰρ πρώτων ἀδυνατησάντων σῶσαι νουθετημάτων τὸν ἄνθρωπον, τῶν ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Νῶε καὶ τῶν ἐπὶ τοῦ Μωσέως, ἡ κατὰ τὸ εὐαγγέλιον ἔσωσε μόνη νομοθεσία πάντας. — ἡ γὰρ συκῆ ταύτῃ λέγεται μὴ βασιλεῦσαι —
τῶν ξύλων τῶν ἀνθρώπων νοουμένων, συκῆς δὲ τῆς ἐντολῆς — , ἀνθ’ ὧν ὁ ἄνθρωπος μετὰ τὸ πεσεῖν ἤθελε πάλιν ὑπὸ τῆς ἀρετῆς βασιλεύεσθαι καὶ τῆς ἀφθαρσίας τοῦ παραδείσου 267 τῆς τρυφῆς μὴ ἀποβληθῆναι, ἀλλ’ ἀπεκρούσθη παραβὰς καὶ ἀπεβλήθη μακρόν, ὡς μὴ δυνάμενος ὑπὸ τῆς ἀφθαρσίας ἔτι μηδὲ χωρῶν βασιλεύεσθαι. καὶ
πρῶτον αὑτῷ τὸ κήρυγμα μετὰ τὴν παράβασιν πέμπεται τὸ διὰ Νῶε, ἵν' ἐὰν πρόσσχῃ κἂν σωθῆναι σωθῆναι τῆς ἁμαρτίας ἐσχύσῃ, ἀνάπαυσιν ἐπαγγελλόμενον τὴν ἀπὸ τῶν κακῶν καὶ εὐφροσύνην , εἰ ἀσκήσαιεν αὐτὸ κατὰ κράτος, ὥσπερ καὶ τὸν οἶνον ἡ ἄμπελος ἐπαγγέλλεται γεννᾶν τοῖς ἀσκοῦσιν αὐτὴν καὶ ἐργαζομένοις. ἀλλὰ καὶ τοῦτο οὐΚ
ἐβασίλευσε τὸ νομοθέτημα τῆς ἀνθρωπότητος, ὅτι μὴ ἐπείσθησαν αὐτῷ κηρυσσομένῳ σπουδαίως πρὸς τοῦ Νῶε. ἀλλὰ καὶ μετὰ τὸ συνίχεσθαι ἤδη καὶ πνίγεσθαι τοῖς ὕδασιν ἤρξαντο μετανοεῖν καὶ ἐπαγγέλλεσθαι παρέχειν 268 ἑαυτοὺς πεισθησομένους ταῖς ἐντολαῖς. ὅθεν καὶ ὑπερηφανοῦνται βασιλεύεσθαι, τουτέστιν ὑπὸ τοῦ κηρύγματος
ὑπερηφανοῦνται βοηθεῖσθαι τῆς ἐντολῆς, ἀνταποκρινομένου τοῦ πνεύ- ματος αὐτοῖς καὶ ὀνειίζοντος, οὄπερ κατέλειψαν οἱς ἐκέλευσεν ὁ θεὸς ἀνθρώποις, ὦ ἀτεράμονες, βοηθεῖν μὲν καὶ σῴζειν τούτους καὶ εὐφραί- 11 12 νειν οἷον τὸν Νῶι καὶ τοὺς σὺν αὐτῷ· ἔλθω βοηθῆσαι τοῖς φρονήσεως ὑμῖν ἀκάρποις καἰ ξύλων ξηρῶν οὐδὲν ἀπεοικόσι, πρότερον μὴ πιστεύσασί μοι κηρύσσοντι φύξιν τῶν παρόντων;
καὶ πάλιν τῆς ἀνθρωπότητος εἰς πλάνην κεχυμένης αὐθις ὁ θεὸς ἀπέστειλε βασιλεύσοντα νόμον καὶ ὑπομνήσοντα δικαιοσύνην ἐπὶ Μωσέως. οἱ δὲ μακρὰν 269 καὶ τούτῳ χαίρειν φράσαντες εἰς εἰδωλολατρείαν μετέστησαν. ὅθεν ὁ θεὸς εἰς ἀλληλοφονίας καὶ δρασμοὺς καὶ αἰχμαλωσίας παρέδωκε καὶ τούτους ἀποδοξήσαντος αὐτοὺς σᾠζειν
τοῦ νόμου, οἳ μετὰ τὸ συνελαθῆναι τοῖς κακοῖς ποτνιώμενοι πάλιν ἀπηγγέλλοντο πειθαρχεῖν ταῖς ἐντολαῖς, μέχρις ὁ θεὸς τέταρτον κατελεήσας τὸν ἄνθρωπον τὴν ἁγνείαν ἀπέστειλε βασιλεῦσαι, ἥν ῥάμνον ἀκολούθως ἐκάλεσεν ἡ γραφή· ἥτις καταναλώσασα τὰς ἡδονὰς καὶ ἀπειλήσασα λοιπόν, εἰ μὴ αὐτῇ πείθοιντο πάντες ἀνενδοιάστως
καὶ ἐν ἀληθείᾳ προσέρχοιντο , πυρὶ καταδαπανῆσαι πάντας· οὐκέτι γὰρ μετὰ ταύτην ἔσεσθαι νόμον ἢ διδασκαλίαν ἑτέραν, ἀλλὰ κρίσιν καὶ πῦρ. καὶ διὰ 270 τοῦτο λοιπὸν ἀπεντεῦθεν δικαιοπραγεῖν ὁ ἄνθρωπος ἤρξατο καὶ πιστεύειν βεβαίως τῷ θεῷ καὶ ἀποσχίζεσθαι τοῦ διαβόλου. οὕτως ὠφελιμώτατον καὶ ἀρωγὸν κατεπέμφθη τοῖς
ἀνθρώποις ἁγνεία· μόνης γὰρ αὐτῆς ἀντίμιμον οὐκ ἴσχυσεν ἐργάσασθαι πρὸς ἀπάτην ὁ διάβολος, ὥσπερ καὶ τῶν ἄλλων νομοθετημάτων.
ἠγρευσε, τὴν γύμνωσιν καλύψαι πείσας τοῦ σώματος πετάλοις συκῆς, ὅ ἐστι διὰ τὸ κνησμῶδες τρυφῇ φιληδόνῳ τοὺς δὲ περισωθέντας αὖθις ἐκ τοῦ κατακλυσμοῦ 271 διὰ τὴν τῆς πνευματικῆς εὐφροσύνης ἄμπελον ἀντιμίμῳ πόματι μεθύσας κατεχλεύασε πάλιν ἀπογυμνώσας τὸν ἄνθρωπον ἀρετῆς. ἔσται δὲ σαφέστερον μᾶλλον ἐντεῦθεν ὄ
λέγω. ἡ ἀντικειμένη· δύναμις ἀεὶ μιμεῖται τῆς ἀρετῆς καὶ τῆς δι 13 14 15 καιοσύνης τὰ σχήματα, οὐ πρὸς ἄσκησιν κατὰ ἀλήθειαν, ἁλλὰ πρὸς ἀπάτην καὶ ὑπόκρισιν. ἵνα γὰρ δελεάσῃ πρὸς θάνατον τοὺς φεύγοντας τὸν θάνατον, ἀθανασίας ἔξωθεν καλλωπίζεται σχηματισμοῖς, καὶ ταύτῃ συκῆ βούλεται νομίζεσθαι καὶ ἄμπελος, καὶ γλυκύτητα καὶ
εὐφροσύνην γεννᾶν, »εἰς ἀγγελον« μετασχηματιζομένη »φωτὸς« καὶ προσχήματι θεοσεβείας δελεάζουσα πολλούς. δύο γὰρ εἶναι διαφθορὰς συκέων καὶ ἀμπέλων εὑρίσκομεν 272 ἐν ταῖς γραφαῖς, σῦκα τὰ χρηστά, »χρηστὰ λίαν, καὶ σῦκα τὰ πικρά, πικρὰ λίαν‘, »οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπων«, καὶ »οἶνον θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων
ἀνίατον«. ἀλλ' ἀφ' οὗ λοιπὸν ἐβασίλευσεν <ἡ> ἁγνεία ἀνθρώπων, ἠλέγχθη ἡ πλάνη καὶ νενίκηται, τοῦ ἀρχιπαρθένου Χριστοῦ καταστρέψαντος αὐτήν, καὶ ἡ ἀληθινὴ δὲ ἐλαία καὶ] ἡ ἀληθινὴ συκῆ καὶ ἡ ἀληθινὴ ἄμπελος καρποφοροῦσι μετὰ τὸ κρατῆσαι πάντων ἁγνείαν, καθάπερ καὶ Ἰωὴλ ὁ προφήτης εὐαγγελίζεται, θάρσει,
γῆ«. λέγων »καὶ χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε κύριος τοῦ ποιῆσαι. θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν 273 οὐτοῦ· ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. καὶ τὰ τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ κυρίῳ θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν βρῶσιν εἰς δικαιοσύνην«,
ἄμπελον καὶ συκῆν δένδρα καρποὺς εἰς δικαιοσύνην βλαστήσαντα τοῖς τέκνοις τῆς νοητῆς Σιὼν τὰς ἔμπροσθεν νομοθεσίας καλῶν, ἅ μετὰ τὴν ἐνανθρώπησιν ἐκαρποφόρησαν τοῦ λόγου ὁπότε ἐβασίλευσεν ἡμῶν ἡ ἁγνεία, πρόσθεν ἀποκρατήσαντα καὶ ἀπομύσανα τὰς βλαστὰς διὰ τὴν ἁμαρτίαν καὶ τὴν πολλὴν πλάνην. οὐδὲ γὰρ
ἠδύνατο τὴν εἰς ζωὴν ἀναδιδομένην ἡμῖν παρασχεῖν τροφὴν ἡ ἄμπελος ἡ ἁληθινὴ καὶ ἡ συκῆ ἡ ἀληθινή, ἔτι τῆς συκῆς τῆς μὴ ἀληθινῆς καὶ πρὸς ἀπάτην πεποικιλμένης ἀνθούσης. ἀλλ’ ὅτε κατεξήρανεν ὁ κύριος 274 τὰ νόθα καὶ ἀντίμιμα τῶν ἀληθινῶν, ἀποφηνάμενος τῇ κικροφόρῳ συκῇ, τό μηκέτι γένηται καρπὸς ἐκ σοῦ εἰς τὸν αἰῶνα«,
τότε τὰ ὄντως ἀνέθαλε καρποφόρα καὶ ἐβλάστησε »βρῶσιν εἰς δικαιοσύνην«. ἔστι δὲ καὶ ὅτε εἰς αὐτὸν ἀναφέρεται τὸν κύριον ἡ ἄμπελος πολλαχῶς, εἰς δὲ τὸ πνεῦμα τὸ ἅγιον ἡ συκῆ, ὡς τοῦ μὲν 16 17 κυρίου τὰς καρδίας ἱλαρύνοντος τῶν ἀνθρώπων, τοῦ δὲ πνεύματος ἰωμένου. καὶ διὰ τοῦτο προστάσσεται πρῶτον Ἐζεκίας παλάθῃ καταπλασθῆναι σύκων, ὅ δὴ ἐστι τῷ καρπῷ τοῦ πνεύματος, ἵνα θεραπαθῇ οἱονεὶ κατὰ τὸν ἀπόστολον τῇ ἀγάπῃ. »ὁ« γάρ καρπός.
φησί »τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, πίστις, πραότης, ἀγκράτεια«, ὅν διὰ τὴν 275 πολλὴν γλυκύτητα σῦκα ὁ προφήτης ἐκάλεσε. καὶ ὁ Μιχαίας δέ καὶ ἀναπαύσεται ἕκαστος« φησίν »ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ἔκαστος ὑποκάτω τῆς συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν«. δῆλον γὰρ ὅτι οἱ ὑπὸ τὴν τοῦ
πνεύματος προσφυγόντες καὶ ἐπαναπαυσάμενοι καὶ τὴν τοῦ λόγου σκέπην οὐ δειλιάσουσιν οὐδὲ πτυρήσονται τὸν ταράσσοντα τὰς καρδίας.
λαλῶν ἐν ἐμοί, καὶ ἐξήγειρέ με ὂν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα· ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη καὶ τὸ λαμπάδιον 276 ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων«. καὶ μετ' ἀλίγα· »καὶ τίνες εἰσίν« ἐρομένου αἱ ἀλαῖαι« τοῦ προφήτου
»αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ αἱ ἐξ εὐωνύμων‘ καὶ οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων;‘ ἀπεκρίθη καὶ εἶπεν ὁ ἄγγελος »οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος, οἳ παρεστήκασι τῷ κυρίῳ πάσης τῆς γῆς«, τὰς δύο λέγων ἀρχεγόνους δυνάμεις εἶναι τὰς δορυφορούσας τὸν θεόν, αἳ ἐν τῷ οἴκῳ περὶ τὸ σχοίνισμα διὰ τῶν
κλάδων ἐπιχορηγοῦσαι τὸ πνευματικὸν ἔλαιον τοῦ θεοῦ, ἵνα φῶς ἔχῃ θείας γνώσεως. οἱ γὰρ δύο κλάδοι τῶν δύο ἐλαιῶν ὁ νόμος εἰσὶ καὶ οἱ προφῆται οἱ περὶ τὸ σχοίνισμα τῆς κληρονομίας ἀπικληθέντες, οὓς ἐβλάτησεν ὁ 277 Χριστὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὔπω δυναμένων ἡμῶν χωρῆσαι τὸν καρπὸν ὅλον καὶ τὸ μέγεθος τῶν φυτῶν τούτων,
πρὶν ἄρξαι τοῦ κόσμου καὶ βασιλεῦσαι τὴν ἁγνείαν· ἀλλὰ τοὺς κλάδους αὐτῶν μόνους ·τὸν νόμον οἱονεὶ καὶ τὴν προφητείαν πρόσθεν ἐγεωργήσαμεν, καὶ ταῦτα μετρίως, πολλάκις διολισθήσαντες. τίς γὰρ Χριστὸν ἢ τὸ πνεῦμα τέλειον ἴσχυσε χωρῆσαί ποτε, μὴ καθαρεύσς 18 19 πρῶτον; ἡ γὰρ πρὸς εὐδοξίαν ἐπιθυμητήν τε καὶ ἐραστὴν ἐκ παίδων ἐργαζομένη τὴν ψυχὴν ἄσκησις, καὶ τὸν κόσμον αὐτῇ τοῦτον μετὰ ῥᾳστώνης ἀβασάνιστον ἐκεῖ διακομίζουσα, καὶ μικρῶν αἱρουμένη πόνων μεγάλας ἀλπίδας, ἐστὶν ἡ ἀθανατοπιὸς τῶν σωμάτων ἡμῶν Ι
ἁγνεία, ἥν δεῖ πάντας ἀσμένως ἀνθρώπους προτιμᾶν καὶ αἰνεῖν, 278 τοὺς μὲν ὅτι δἰ αὐτὴν ἀνυμφαγωγήθησαν τῷ λόγῳ παρθενίαν ἀσκήσαντες, τοὺς δὲ ὅτι πρὸς αὐτῆς ἠλευθερώθησαν τῆς »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ« κατακρίσεως.
λόγος ὑπὲρ ἁγνείας, ὂν ἀξιῶ, κἂν μέτριος ᾖ, δέσποινα, καὶ ὀλίγος, προθυμότατά σε δέξασθαι παρ’ ἐμοῦ τελευταίαν εἰπεῖν ᾑρημένην.
Symposium Sive Convivium Decem Virginum. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.